← 希罗多德

历史

§4.79.1-4.79.5

斯库勒斯加入酒神秘仪与败露

尽管出现了不祥之兆,斯库勒斯仍然加入了酒神秘仪,但一名博里斯泰涅斯人向斯基泰首领告密,使他们亲眼目睹了国王的酒神狂热。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.79.1

ἐπείτε δὲ ἔδεέ οἱ κακῶς γενέσθαι,1 ἐγίνετο ἀπὸ προφάσιος τοιῆσδε. ἐπεθύμησε Διονύσῳ Βακχείῳ τελεσθῆναι· μέλλοντι δέ οἱ ἐς χεῖρας ἄγεσθαι τὴν τελετὴν ἐγένετο φάσμα μέγιστον.

然而,既然注定要大祸临头,事情便由如下的契机引起。他渴望加入酒神狄奥尼索斯的秘仪;正当他准备着手举行这仪式时,出现了一个巨大的异兆。

§4.79.2

ἦν οἱ ἐν Βορυσθενεϊτέων τῇ πόλι οἰκίης μεγάλης καὶ πολυτελέος περιβολή, τῆς καὶ ὀλίγῳ τι πρότερον τούτων μνήμην εἶχον,2 τὴν πέριξ λευκοῦ λίθου σφίγγες τε καὶ γρῦπες ἕστασαν· ἐς ταύτην ὁ θεὸς ἐνέσκηψε βέλος. καὶ ἣ μὲν κατεκάη πᾶσα, Σκύλης δὲ οὐδὲν τούτου εἵνεκα ἧσσον ἐπετέλεσε τὴν τελετήν.

他在博里斯泰涅斯人的城里有一处高大奢华的住宅围墙(就在这之前不久我也曾提到过),其周围立着白石雕刻的斯芬克斯和格里芬像;神向这处住宅投下了雷电。虽然住宅被完全烧毁,斯库勒斯却毫无因此退缩,依然完成了仪式。

§4.79.3

Σκύθαι δὲ τοῦ βακχεύειν πέρι Ἕλλησι ὀνειδίζουσι· οὐ γὰρ φασὶ οἰκὸς εἶναι θεὸν ἐξευρίσκειν τοῦτον ὅστις μαίνεσθαι ἐνάγει ἀνθρώπους.3

斯基泰人因为酒神式的狂热而指责希腊人;因为他们说,承认这样一个促使人类陷入疯狂的神,是不合情理的。

§4.79.4

ἐπείτε δὲ ἐτελέσθη τῷ Βακχείῳ ὁ Σκύλης, διεπρήστευσε τῶν τις Βορυσθενειτέων πρὸς τοὺς Σκύθας λέγων ἡμῖν γὰρ καταγελᾶτε, ὦ Σκύθαι, ὅτι βακχεύομεν καὶ ἡμέας ὁ θεὸς λαμβάνει· νῦν οὗτος ὁ δαίμων καὶ τὸν ὑμέτερον βασιλέα λελάβηκε, καὶ βακχεύει τε καὶ ὑπὸ τοῦ θεοῦ μαίνεται. εἰ δέ μοι ἀπιστέετε, ἕπεσθε, καὶ ὑμῖν ἐγὼ δέξω.

当斯库勒斯完成了酒神的秘仪后,一个博里斯泰涅斯人跑去向斯基泰人告密,说道: “斯基泰人啊,你们嘲笑我们,因为我们狂欢,神附了我们的身;现在这位神明也附了你们国王的身,他既在狂欢,又被神弄得疯狂。如果你们不相信我,跟我来,我指给你们看。”

§4.79.5

εἵποντο τῶν Σκύθεων οἱ προεστεῶτες, καὶ αὐτοὺς ἀναγαγὼν ὁ Βορυσθενεΐτης λάθρῃ ἐπὶ πύργον κατεῖσε. ἐπείτε δὲ παρήιε σὺν τῷ θιάσῳ ὁ Σκύλης καὶ εἶδόν μιν βακχεύοντα οἱ Σκύθαι, κάρτα συμφορὴν μεγάλην ἐποιήσαντο, ἐξελθόντες δὲ ἐσήμαινον πάσῃ τῇ στρατιῇ τὰ ἴδοιεν.4

斯基泰人的首领们跟随着他,而那个博里斯泰涅斯人秘密地把他们带上去,安顿在一座塔楼上。当斯库勒斯带着他的狂欢队伍经过,而斯基泰人看见他正在狂欢时,他们认为这是一场极大的灾祸,便走出去向全军报告了他们所见的事情。

语法注4 条
  1. 4.79.1ἔδεέ οἱ κακῶς γενέσθαι

    无人称动词 δεῖ(此处为爱奥尼亚方言未完成过去时 ἔδεε)与第三人称代词与格 οἱ(相当于 αὐτῷ,表示不利的与格)及不定式 κακῶς γενέσθαι(发生不幸)连用。这是希罗多德中表示注定遭遇不幸的公式化表达。虽然 δεῖ 通常要求“对格+不定式”结构,但在此处使用了与格。

  2. 4.79.2τῆς καὶ ὀλίγῳ τι πρότερον τούτων μνήμην εἶχον

    关系代名词 τῆς(属格阴性单数,先行词为 οἰκίης 或 περιβολή)由于受动词短语 μνήμην εἶχον(提及、记住)的支配而使用属格。短语 ὀλίγῳ τι πρότερον τούτων(在这些事之前不久)中包含表示差别程度的与格 ὀλίγῳ,指的是前一章(4.78.5)中对该住宅的提及。

  3. 4.79.3οὐ γὰρ φασὶ οἰκὸς εἶναι θεὸν ἐξευρίσκειν τοῦτον ὅστις μαίνεσθαι ἐνάγει ἀνθρώπους

    οὐ φασὶ(他们说……不,否定转移)后接无人称表达 οἰκὸς εἶναι(是合情理的;οἰκός 是 εἰκός 的爱奥尼亚方言形式),其真正主语为不定式 ἐξευρίσκειν(发明、认可)。该不定式的直接宾语是带有关系从句的 θεὸν τοῦτον ὅστις...(这种驱使人类陷入疯狂的神)。

  4. 4.79.5τὰ ἴδοιεν

    由于主句动词 ἐσήμαινον 是过去时(未完成过去时),关系从句中的动词(原本应为直陈式不定过去时 εἶδον)因时态一致而转为间接引语希求式(ἴδοιεν),表示从过去视点出发所报告的内容(“他们所见到的事情”)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.79.1-4.79.5