- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.151.1-4.151.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
由于泰拉岛连续七年干旱,泰拉人遵循神谕寻找前往利比亚的途径。他们在克里特岛找到了曾去过那里的科罗比奥斯,并派遣先遣队前往普拉泰亚岛。
ἑπτὰ δὲ ἐτέων μετὰ ταῦτα οὐκ ὗε τὴν Θήρην,1 ἐν τοῖσι τὰ δένδρεα πάντα σφι τὰ ἐν τῇ νήσῳ πλὴν ἑνὸς ἐξαυάνθη. χρεωμένοισι δὲ τοῖσι Θηραίοισι προέφερε ἡ Πυθίη τὴν ἐς Λιβύην ἀποικίην.
此后的七年里,泰拉岛没有下雨,其间,对他们而言,岛上除了一棵树以外,所有的树木都枯死了。当泰拉人祈求神谕时,皮提娅向他们指明去利比亚殖民。
ἐπείτε δὲ κακοῦ οὐδὲν ἦν σφι μῆχος, πέμπουσι ἐς Κρήτην ἀγγέλους διζημένους εἴ τις Κρητῶν ἢ μετοίκων ἀπιγμένος εἴη ἐς Λιβύην. περιπλανώμενοι δὲ αὐτὴν2 οὗτοι ἀπίκοντο καὶ ἐς Ἴτανον πόλιν, ἐν ταύτῃ δὲ συμμίσγουσι ἀνδρὶ πορφυρέι3 τῷ οὕνομα ἦν Κορώβιος, ὃς ἔφη ὑπʼ ἀνέμων ἀπενειχθεὶς ἀπικέσθαι ἐς Λιβύην καὶ Λιβύης ἐς Πλατέαν νῆσον.
由于他们对这一灾难无计可施,便派遣使者前往克里特,寻找是否有克里特人或侨民曾去过利比亚。这些使者在岛上四处寻访,也来到了伊塔努斯城,并在那里遇到了一位名叫科罗比奥斯的紫染工,他声称自己曾被风吹走,到达了利比亚,并且到了利比亚的普拉泰亚岛。
μισθῷ δὲ τοῦτον πείσαντες ἦγον ἐς Θήρην, ἐκ δὲ Θήρης ἔπλεον κατάσκοποι ἄνδρες τὰ πρῶτα οὐ πολλοί· κατηγησαμένου δὲ τοῦ Κορωβίου ἐς τὴν νῆσον ταύτην δὴ τὴν Πλατέαν, τὸν μέν Κορώβιον λείπουσι, σιτία καταλιπόντες ὅσων δὴ μηνῶν,4 αὐτοὶ δὲ ἔπλεον τὴν ταχίστην ἀπαγγελέοντες Θηραίοισι περὶ τῆς νήσου.
他们用酬金说服了这个人,将他带到泰拉;接着,起初人数不多的侦察员们从泰拉出发航行。在科罗比奥斯将他们引导到这个普拉泰亚岛后,他们把科罗比奥斯留在那里,并留下了足够几个月食用的粮食,而他们自己则以最快速度返航,向泰拉人报告关于该岛的情况。
- 4.151.1οὐκ ὗε τὴν Θήρην
动词 ὕει(下雨)通常用作表示天气的无人称动词,但在此处它带有名词 τὴν Θήρην 作为宾格,表示“没有在泰拉下雨”或“没有给泰拉降雨”。
- 4.151.2αὐτὴν
指示代名词 αὐτός 的阴性单数宾格形式,指代前文的地名 Κρήτην(阴性名词),意为“在其中(克里特岛)四处寻访”。
- 4.151.2ἀνδρὶ πορφυρέι
直译为“紫色的人”,指采集紫贝(用于提取紫色染料)的渔夫或紫红染色工。此处形容词作名词使用。
- 4.151.3ὅσων δὴ μηνῶν
关系代词 ὅσος 与表示不确定的语气词 δή 结合,意为“(不知)多少个月的”,即“数月之久的”。此属格作为表示分量或性质的属格修饰 σιτία(粮食)。
