- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.147.1-4.147.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
叙述了塞拉斯准备从拉刻代蒙出发进行殖民远征的背景,以及目的地塞拉岛(旧称卡利斯特)上腓尼基人先民定居的历史。
τὸν δὲ αὐτὸν τοῦτον χρόνον Θήρας ὁ Αὐτεσίωνος τοῦ Τισαμενοῦ τοῦ Θερσάνδρου τοῦ Πολυνείκεος ἔστελλε1 ἐς ἀποικίην ἐκ Λακεδαίμονος·
就在这同一时期,塞拉斯(奥特西翁之子,奥特西翁是蒂萨梅诺斯之子,蒂萨梅诺斯是泰尔桑德罗斯之子,泰尔桑德罗斯是波吕涅克斯之子)正准备从拉刻代蒙出发去开拓殖民地。
ἦν δὲ ὁ Θήρας οὗτος, γένος ἐὼν Καδμεῖος, τῆς μητρὸς ἀδελφεὸς τοῖσι Ἀριστοδήμου παισὶ2 Εὐρυσθένεϊ καὶ Προκλέι. ἐόντων δὲ ἔτι τῶν παίδων τούτων νηπίων ἐπιτροπαίην εἶχε ὁ Θήρας τὴν ἐν Σπάρτῃ βασιληίην.
这位塞拉斯在血统上是卡德摩斯人,他是阿里斯托德摩斯的儿子们——欧律斯提涅斯和普罗克勒斯的舅舅。在这些孩子还年幼的时候,塞拉斯代理着斯巴达的王权。
αὐξηθέντων δὲ τῶν ἀδελφιδέων καὶ παραλαβόντων τὴν ἀρχήν, οὕτω δὴ ὁ Θήρας δεινὸν ποιεύμενος ἄρχεσθαι ὑπʼ ἄλλων ἐπείτε ἐγεύσατο ἀρχῆς, οὐκ ἔφη3 μένειν ἐν τῇ Λακεδαίμονι ἀλλʼ ἀποπλεύσεσθαι ἐς τοὺς συγγενέας.
然而,当他的外甥们长大并接管了政权后,塞拉斯既然曾尝过权力的滋味,便觉得受人统治是一件难以忍受的事,于是宣称自己不愿留在拉刻代蒙,而要乘船去投奔自己的亲族。
ἦσαν δὲ ἐν τῇ νῦν Θήρῃ καλεομένῃ νήσῳ, πρότερον δὲ Καλλίστῃ τῇ αὐτῇ ταύτῃ, ἀπόγονοι Μεμβλιάρου τοῦ Ποικίλεω ἀνδρὸς Φοίνικος. Κάδμος γὰρ ὁ Ἀγήνορος Εὐρώπην διζήμενος προσέσχε ἐς τὴν νῦν Θήρην καλεομένην· προσσχόντι4 δὲ εἴτε δή οἱ ἡ χώρη ἤρεσε, εἴτε καὶ ἄλλως ἠθέλησε ποιῆσαι τοῦτο· καταλείπει γὰρ ἐν τῇ νήσῳ ταύτῃ ἄλλους τε τῶν Φοινίκων καὶ δὴ καὶ τῶν ἑωυτοῦ συγγενέων Μεμβλίαρον.
在现在被称为塞拉的岛上(以前这同一座岛被称为卡利斯特),住着波伊基莱斯之子、腓尼基人门布里亚罗斯的后代。因为阿革诺耳之子卡德摩斯在寻找欧罗巴时,曾在现在被称为塞拉的岛上靠岸;靠岸后,不知是因为他喜欢这片土地,还是因为由于其他原因想这样做,他在这座岛上留下了其他一些腓尼基人,特别是他自己的亲族门布里亚罗斯。
οὗτοι ἐνέμοντο τὴν Καλλίστην καλεομένην ἐπὶ γενεάς, πρὶν ἤ Θήραν ἐλθεῖν ἐκ Λακεδαίμονος, ὀκτὼ ἀνδρῶν.5
在塞拉斯从拉刻代蒙来到这里之前,这些人已经在被称为卡利斯特的岛上生活了八代人之久。
- 4.147.1ἔστελλε
主动语态未完成过去时。既可以作为及物动词解释为“准备/组织(殖民远征)”,也可以作为不及物动词解释为“正出发(前往殖民)”。考虑到塞拉斯作为领袖组织殖民活动的上下文,此处采用前一种及物动词的解释“正准备”。
- 4.147.2τοῖσι Ἀριστοδήμου παισὶ
与格。作关系与格(或称共鸣与格)修饰名词 ἀδελφεός(舅舅/兄弟),替代属格的功能,表示“对于阿里斯托德摩斯的儿子们而言的(舅舅)”。
- 4.147.3οὐκ ἔφη
否定前置。οὔ φημι 意为“说……不”。它支配不定式 μένειν(现在时:“留下来”)和 ἀποπλεύσεσθαι(将来时:“乘船离去”),意为“他说自己不打算留下来,而是要乘船离去”。
- 4.147.4προσσχόντι
与格阳性单数不定过去时主动分词。它与紧随其后的与格代名词 οἱ(指代卡德摩斯)一致,构成了“当他(卡德摩斯)靠岸时,无论这片土地是否合他的意……”的结构。
- 4.147.5ὀκτὼ ἀνδρῶν
属格。修饰 γενεάς,整句 ἐπὶ γενεὰς ὀκτὼ ἀνδρῶν 意为“达八代人之久”。ἀνδρῶν(人/男子)是限定或说明世代内容的属格。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
