- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.118.1-4.118.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
斯基泰使者向邻国国王们通报波斯王大流士入侵欧洲及在多瑙河架桥的事实,并敦促他们建立统一战线。
ἐπὶ τούτων ὦν τῶν καταλεχθέντων ἐθνέων τοὺς βασιλέας ἁλισμένους ἀπικόμενοι τῶν Σκυθέων οἱ ἄγγελοι ἔλεγον ἐκδιδάσκοντες ὡς ὁ Πέρσης, ἐπειδή οἱ τὰ ἐν τῇ ἠπείρῳ τῇ ἑτέρῃ πάντα κατέστραπται, γέφυραν ζεύξας ἐπὶ τῷ αὐχένι τοῦ Βοσπόρου διαβέβηκε ἐς τήνδε τὴν ἤπειρον, διαβὰς δὲ καὶ καταστρεψάμενος Θρήικας γεφυροῖ1 ποταμὸν Ἴστρον, βουλόμενος καὶ τάδε πάντα ὑπʼ ἑωυτῷ ποιήσασθαι.
因此,斯基泰人的使者们来到上述列举的各族国王聚集的地方,向他们详细说明并宣告:那个波斯人,由于已经征服了另一块大陆上的所有地方,便在博斯普鲁斯海峡最狭窄处架设桥梁,渡到了我们这块大陆;而在渡海并征服了色雷斯人之后,他现在又在伊斯特罗斯河上架桥,企图将这边的所有土地也置于自己的统治之下。
ὑμεῖς ὦν μηδενὶ τρόπῳ ἐκ τοῦ μέσου κατήμενοι περιίδητε2 ἡμέας διαφθαρέντας, ἀλλὰ τὠυτὸ νοήσαντες ἀντιάζωμεν τὸν ἐπιόντα. οὔκων ποιήσετε ταῦτα; ἡμεῖς μὲν πιεζόμενοι ἢ ἐκλείψομεν τὴν χώρην ἢ μένοντες ὁμολογίῃ χρησόμεθα.
“因此,你们绝不能置身事外,坐视我们被消灭,而应当同心协力,共同迎击入侵者。难道你们不打算这样做吗?如果我们被迫入绝境,我们要么撤离这片土地,要么留下来与他们达成妥协。
τί γὰρ πάθωμεν3 μὴ βουλομένων ὑμέων τιμωρέειν; ὑμῖν δὲ οὐδὲν ἐπὶ τούτῳ ἔσται ἐλαφρότερον. ἥκει γὰρ ὁ Πέρσης οὐδέν τι μᾶλλον ἐπʼ ἡμέας ἢ οὐ καὶ4 ἐπʼ ὑμέας, οὐδέ οἱ καταχρήσει ἡμέας καταστρεψαμένῳ ὑμέων ἀπέχεσθαι.
因为如果你们不愿相助,我们究竟该何去何从?而整个局势并不会因为你们作壁上观就对你们有丝毫的宽容。因为波斯人向我们进攻,绝不亚于向你们进攻,而且在征服我们之后,他也不会满足于对你们袖手旁观。
μέγα δὲ ὑμῖν λόγων τῶνδε μαρτύριον ἐρέομεν. εἰ γὰρ ἐπʼ ἡμέας μούνους ἐστρατηλάτεε ὁ Πέρσης τίσασθαι τῆς πρόσθε δουλοσύνης βουλόμενος, χρῆν5 αὐτὸν πάντων τῶν ἄλλων ἀπεχόμενον ἰέναι οὕτω ἐπὶ τὴν ἡμετέρην, καὶ ἂν ἐδήλου πᾶσι ὡς ἐπὶ Σκύθας ἐλαύνει καὶ οὐκ ἐπὶ τοὺς ἄλλους.
我们将向你们提供这些话的有力证据。因为如果波斯人只是为了报复过去的奴役而仅对我们进行远征,他就应当放过其他所有人,直接向我们的土地进军;这样,他就会向所有人表明,他是在攻打斯基泰人,而不是在攻打其他人。
νῦν δὲ ἐπείτε τάχιστα διέβη ἐς τήνδε τὴν ἤπειρον, τοὺς αἰεὶ ἐμποδὼν γινομένους ἡμεροῦται πάντας· τούς τε δὴ ἄλλους ἔχει ὑπʼ ἑωυτῷ Θρήικας καὶ δὴ καὶ τοὺς ἡμῖν ἐόντας πλησιοχώρους Γέτας.
但现在,他一渡到这块大陆,就把一路上阻挡他的人全部降服。事实上,他已经将其他色雷斯人,尤其是与我们相邻的盖塔人,都置于自己的统治之下了。”
- 4.118.1γεφυροῖ
与用完成时/不定过去时表示的博斯普鲁斯桥(ζεύξας ... διαβέβηκε)相对照,在伊斯特罗斯河上架桥是用现在时 γεφυροῖ 表示的,暗示了一项正在进行或企图进行的动作。
- 4.118.2περιίδητε
περιίδητε(περιοράω“漠视”的虚拟语气不定过去时)带分词 διαφθαρέντας(“被消灭”),并与否定词 μηδενὶ τρόπῳ 连用,表示强烈的禁止(“绝不能坐视……被消灭”)。
- 4.118.3πάθωμεν
πάθωμεν(πάσχω 的第一人称复数不定过去时虚拟语气)是表示忧虑或犹豫的商榷性虚拟语气(deliberative subjunctive),构成了紧迫的提问:“我们将落得怎样的下场?”。
- 4.118.3ἢ οὐ καὶ
比较级 μᾶλλον 之后的 ἢ οὐ 是希腊语否定比较中的惯用结构,此处的 οὐ 起到冗余加强对比的作用,意为“向你们进攻绝不亚于向我们进攻”。
- 4.118.4χρῆν
非人称动词 χρή 的未完成过去时 χρῆν(或 ἐχρῆν)在没有助词 ἂν 的情况下,用于表示未实现的过去义务(虚拟语气反事实:“他本应当……”)。
