- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.8.1-3.8.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
本节详细描述了阿拉伯人结立神圣信誓的仪式过程,并介绍了他们仅崇拜的两尊神祇——狄奥尼索斯和乌拉尼亚。
σέβονται δὲ Ἀράβιοι πίστις ἀνθρώπων ὅμοια τοῖσι μάλιστα,1 ποιεῦνται δὲ αὐτὰς τρόπῳ τοιῷδε· τῶν βουλομένων τὰ πιστὰ ποιέεσθαι ἄλλος ἀνήρ,2 ἀμφοτέρων αὐτῶν ἐν μέσῳ ἑστεώς, λίθῳ ὀξέι τὸ ἔσω τῶν χειρῶν παρὰ τοὺς δακτύλους τοὺς μεγάλους ἐπιτάμνει τῶν ποιευμένων τὰς πίστις, καὶ ἔπειτα λαβὼν ἐκ τοῦ ἱματίου ἑκατέρου κροκύδα ἀλείφει τῷ αἵματι ἐν μέσῳ κειμένους λίθους ἑπτά· τοῦτο δὲ ποιέων ἐπικαλέει τε τὸν Διόνυσον καὶ τὴν Οὐρανίην.
阿拉伯人极为尊重人们之间所立的信誓,不亚于世界上最看重信誓的人。他们以如下方式结立信誓:在想要结立信誓的双方中间,站着另一个男子,他用一块锋利的石头在立誓双方靠近大拇指的手心内侧割开一个口子,接着从他们各自的衣服上取下一根线头,用这血涂抹在放在他们中间的七块石头上;在做这件事的时候,他呼唤着狄奥尼索斯和乌拉尼亚的名字。
ἐπιτελέσαντος δὲ τούτου ταῦτα, ὁ τὰς πίστις ποιησάμενος τοῖσι φίλοισι παρεγγυᾷ3 τὸν ξεῖνον ἢ καὶ τὸν ἀστόν, ἢν πρὸς ἀστὸν ποιέηται· οἱ δὲ φίλοι καὶ αὐτοὶ τὰς πίστις δικαιεῦσι σέβεσθαι.
在这名男子完成这些仪式后,结立了信誓的人便将他的客友(如果是与同胞结誓,则是将那名同胞)托付给自己的朋友们;而他的朋友们自己也认为应当尊重这一信誓。
Διόνυσον δὲ θεῶν μοῦνον καὶ τὴν Οὐρανίην ἡγέονται εἶναι, καὶ τῶν τριχῶν τὴν κουρὴν κείρεσθαι φασὶ κατά περ αὐτὸν τὸν Διόνυσον κεκάρθαι· κείρονται δὲ περιτρόχαλα, ὑποξυρῶντες τοὺς κροτάφους. ὀνομάζουσι δὲ τὸν μὲν Διόνυσον Ὀροτάλτ, τὴν δὲ Οὐρανίην Ἀλιλάτ.
他们认为神中只有狄奥尼索斯和乌拉尼亚存在,并说他们剪发的方式与狄奥尼索斯本人剪发的方式一模一样;他们将头发剪成圆形,剃去太阳穴处的头发。他们称狄奥尼索斯为奥罗塔尔特,称乌拉尼亚为阿利拉特。
- 3.8.1ὅμοια τοῖσι μάλιστα
副词性使用的 ὅμοια(意为“与……同样”)支配与格 τοῖσι μάλιστα。这是 τοῖς μάλιστα [σεβομένοις](最尊重信誓的人)的省略形式,属于表示最高级程度的伊奥尼亚方言惯用语,意为“像最看重信誓的人那样(即极度地)”。
- 3.8.1τῶν βουλομένων τὰ πιστὰ ποιέεσθαι ἄλλος ἀνήρ
属格名词短语 τῶν βουλομένων 依附于 ἄλλος,充当表示分离或比较的属格,意为“与那些想要结立信誓的人【不同】的另一个男子”。主格 ἄλλος ἀνήρ 是整个句子(动词 ἐπιτάμνει)的主语。
- 3.8.2παρεγγυᾷ
该动词意为“移交”、“推荐”或“委托”。此处指立誓的当事人(ὁ τὰς πίστις ποιησάμενος)将自己的客友(或同胞)推荐或委托给自己的朋友们(τοῖσι φίλοισι),作为共同保护和尊重的对象。
