- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.50.1-3.50.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
佩里安德杀妻后,他的两个儿子拜访了外祖父普罗克莱斯,外祖父询问他们是否知道谁是杀母凶手,次子吕科弗隆因此极其悲痛并开始拒绝与父亲交流。
ἐπείτε γὰρ τὴν ἑωυτοῦ γυναῖκα Μέλισσαν Περίανδρος ἀπέκτεινε, συμφορὴν τοιήνδε οἱ ἄλλην συνέβη πρὸς τῇ γεγονυίῃ γενέσθαι. ἦσάν οἱ ἐκ Μελίσσης δύο παῖδες, ἡλικίην ὃ μὲν ἑπτακαίδεκα ὁ δὲ ὀκτωκαίδεκα ἔτεα γεγονώς.1
因为当佩里安德杀害了自己的妻子梅丽莎之后,在已经发生的灾祸之外,又有如下的另一个灾祸降临在他身上。他与梅丽莎有两个儿子,年龄一个十七岁,另一个十八岁。
τούτους ὁ μητροπάτωρ Προκλέης ἐὼν Ἐπιδαύρου τύραννος μεταπεμψάμενος παρʼ ἑωυτὸν ἐφιλοφρονέετο, ὡς οἰκὸς ἦν θυγατρὸς ἐόντας τῆς ἑωυτοῦ παῖδας.2 ἐπείτε δὲ σφέας ἀπεπέμπετο, εἶπε προπέμπων αὐτούς ἆρα ἴστε, ὦ παῖδες, ὃς ὑμέων τὴν μητέρα ἀπέκτεινε; τοῦτο τὸ ἔπος ὁ μὲν πρεσβύτερος αὐτῶν ἐν οὐδενὶ λόγῳ ἐποιήσατο· ὁ δὲ νεώτερος, τῷ οὔνομα ἦν Λυκόφρων, ἤλγησε ἀκούσας οὕτω ὥστε ἀπικόμενος ἐς τὴν Κόρινθον ἅτε φονέα τῆς μητρὸς τὸν πατέρα3 οὔτε προσεῖπε, διαλεγομένῳ τε οὔτε προσδιελέγετο4 ἱστορέοντί τε λόγον οὐδένα ἐδίδου. τέλος δέ μιν περιθύμως ἔχων ὁ Περίανδρος ἐξελαύνει ἐκ τῶν οἰκίων.
他们的外祖父普罗克莱斯是埃皮达鲁斯的僭主,他把这两个孩子召到自己身边,对他们十分疼爱,因为他们是他自己女儿的孩子,这本是理所当然的。当他送他们回去的时候,在送别他们时说道:“孩子们,你们知道是谁杀害了你们的母亲吗?” 对于这句话,他们中较年长的一个完全没有放在心上;但那个名叫吕科弗隆的较年轻的孩子,听后却极其悲痛,以至于回到科林斯后,他把父亲视为杀母仇人,既不向父亲搭话,在父亲对他说话时也不作回应,而且在父亲盘问时也不给任何回答。最后,佩里安德勃然大怒,将他赶出了家门。
- 3.50.1ἡλικίην ὃ μὲν ἑπτακαίδεκα ὁ δὲ ὀκτωκαίδεκα ἔτεα γεγονώς
名词 ἡλικίην 是关系宾格(“在年龄方面”)。分配短语 ὃ μὲν ... ὁ δὲ ...(一个……另一个……)与复数主语 δύο παῖδες 呈部分同格关系;由于该同格关系中的每个体都是单数,因此完成时分词 γεγονώς 也采用了单数形式。
- 3.50.2θυγατρὸς ἐόντας τῆς ἑωυτοῦ παῖδας
分词 ἐόντας(爱奥尼亚方言中的 ὄντας)是现在分词宾格复数,与主句的宾语 τούτους(或同格的 παῖδας)一致。与连词 ὡς 结合,表示主观认定的原因(“因为是……”)。
- 3.50.3ἅτε φονέα τῆς μητρὸς τὸν πατέρα
在表示原因的小词 ἅτε(“既然/因为”)之后,省略了本应出现的分词(如 ὄντα)。τὸν πατέρα 是宾语,φονέα 是谓语性宾格(“鉴于父亲是杀母凶手”)。
- 3.50.3διαλεγομένῳ τε οὔτε προσδιελέγετο
与格现在分词 διαλεγομένῳ(“当说话时”)修饰省略的代词 αὐτῷ(指父亲)。该成分作为被支配与格的复合动词 προσδιελέγετο(“向某人回话”)的补足语。
