← 希罗多德

历史

§3.29.1-3.29.3

冈比西斯刺伤阿庇斯与惩罚祭司

冈比西斯用短剑刺伤了被牵来的阿庇斯的大腿并嘲弄祭司。他下令鞭笞祭司并屠杀过节的埃及人,阿庇斯最终因伤重死于神庙中并被秘密安葬。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.29.1

ὡς δὲ ἤγαγον τὸν Ἆπιν οἱ ἱρέες, ὁ Καμβύσης, οἷα ἐὼν1 ὑπομαργότερος, σπασάμενος τὸ ἐγχειρίδιον, θέλων τύψαι τὴν γαστέρα τοῦ Ἄπιος παίει τὸν μηρόν· γελάσας δὲ εἶπε πρὸς τοὺς ἱρέας ὦ κακαὶ κεφαλαί, τοιοῦτοι θεοὶ γίνονται, ἔναιμοί τε καὶ σαρκώδεες καὶ ἐπαΐοντες σιδηρίων; ἄξιος μέν γε Αἰγυπτίων οὗτός γε ὁ θεός, ἀτάρ τοι ὑμεῖς γε οὐ χαίροντες2 γέλωτα ἐμὲ θήσεσθε. ταῦτα εἴπας ἐνετείλατο τοῖσι ταῦτα πρήσσουσι τοὺς μὲν ἱρέας ἀπομαστιγῶσαι, Αἰγυπτίων δὲ τῶν ἄλλων τὸν ἂν λάβωσι ὁρτάζοντα3 κτείνειν.

当祭司们把阿庇斯牵来时,冈比西斯由于有些疯癫,便拔出短剑,本想刺入阿庇斯的腹部,却刺中了其大腿。他嘲笑着对祭司们说:“你们这些蠢货,难道存在这样的神吗,既有血有肉,又能感受到铁器?这只神确实配得上你们埃及人;但你们取笑我,绝不会得逞。” 说了这些话,他便命令那些执行这些差事的人去鞭笞祭司们,并且凡是发现其他正在过节的埃及人,一律格杀勿论。

§3.29.3

ὁρτὴ μὲν δὴ διελέλυτο Αἰγυπτίοισι, οἱ δὲ ἱρέες ἐδικαιεῦντο, ὁ δὲ Ἆπις πεπληγμένος τὸν μηρὸν4 ἔφθινε ἐν τῷ ἱρῷ κατακείμενος. καὶ τὸν μὲν τελευτήσαντα ἐκ τοῦ τρώματος ἔθαψαν οἱ ἱρέες λάθρῃ Καμβύσεω.5

于是,埃及人的节日被驱散了,祭司们受到了惩罚,而大腿受伤的阿庇斯则躺在神庙里日渐衰弱。当他因伤势过重而死后,祭司们瞒着冈比西斯悄悄地将他安葬了。

语法注5 条
  1. 3.29.1οἷα ἐὼν

    分词 ἐὼν 连同表示原因的虚词 οἷα(类似于 ἅτε 或 οἷον),表示“因为他是”或“鉴于他是”。

  2. 3.29.2οὐ χαίροντες

    动词 χαίρω(高兴)的现在分词否定形式,习惯用作副词,表示“不会免受惩罚”或“不会有好下场”。

  3. 3.29.2τὸν ἂν λάβωσι ὁρτάζοντα

    关系代词 τὸν(此处用作关系代词 ὅς 的形式)、ἂν 与虚拟语气 λάβωσι(来自 λαμβάνω)构成的泛指关系从句。动词 λαμβάνω 连同分词(ὁρτάζοντα)表示“发现/捕获某人正在做某事”。

  4. 3.29.3πεπληγμένος τὸν μηρὸν

    完成时被动分词 πεπληγμένος(来自 πλήσσω,“打击,刺”)带有表示关系(或限定)的宾格 τὸν μηρόν,意为“在大腿处被刺伤”。

  5. 3.29.3λάθρῃ Καμβύσεω

    起拟似前置词作用的副词 λάθρῃ(秘密地,背着)支配属格 Καμβύσεω(Καμβύσης 的爱奥尼亚方言属格形式),表示“瞒着冈比西斯”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.29.1-3.29.3