- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.156.1-3.156.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
左皮罗斯带着自残的伤口前往巴比伦城门,装作真正的逃兵并成功入城。在巴比伦人的公民大会上,他谎称因劝大流士撤军而受其残酷惩罚,并发誓复仇以赢得信任。
ταῦτα ἐντειλάμενος ἤιε ἐπὶ τὰς πύλας, ἐπιστρεφόμενος1 ὡς δὴ ἀληθέως αὐτόμολος. ὁρῶντες δὲ ἀπὸ τῶν πύργων οἱ κατὰ τοῦτο τεταγμένοι κατέτρεχον κάτω καὶ ὀλίγον τι παρακλίναντες τὴν ἑτέρην πύλην εἰρώτων τίς τε εἴη καὶ ὅτευ δεόμενος ἥκοι. ὁ δέ σφι ἠγόρευε ὡς εἴη τε Ζώπυρος καὶ αὐτομολέοι ἐς ἐκείνους.
他交代完这些指示后,便朝城门走去,期间不断回头张望,装作一副确实是投降逃兵的样子。守卫在这一地段塔楼上的人们看见他,便跑下楼来,把其中一扇城门推开一条缝,询问他是谁,来此有何求。他便对他们说,自己是左皮罗斯,是向他们投降而来的。
ἦγον δή μιν οἱ πυλουροί, ταῦτα ὡς ἤκουσαν, ἐπὶ τὰ κοινὰ τῶν Βαβυλωνίων· καταστὰς δὲ ἐπʼ αὐτὰ κατοικτίζετο, φὰς ὑπὸ Δαρείου πεπονθέναι τὰ ἐπεπόνθεε ὑπʼ ἑωυτοῦ,2 παθεῖν δὲ ταῦτα διότι συμβουλεῦσαι οἱ3 ἀπανιστάναι τὴν στρατιήν, ἐπείτε δὴ οὐδεὶς πόρος ἐφαίνετο τῆς ἁλώσιος.
城门守卫们听了这话,就把他带到巴比伦人的公民大会上。他站在众人面前,开始悲痛地诉苦,声称自己对自己所做的事是受了大流士的折磨,并说自己之所以落得如此下场,是因为看到根本没有攻陷城池的办法,因而建议大流士撤军。
νῦν τε ἔφη λέγων ἐγὼ ὑμῖν ὦ Βαβυλώνιοι ἥκω μέγιστον ἀγαθόν, Δαρείῳ δὲ καὶ τῇ στρατιῇ καὶ Πέρσῃσι μέγιστον κακόν· οὐ γὰρ δὴ ἐμέ γε ὧδε λωβησάμενος καταπροΐξεται·4 ἐπίσταμαι δʼ αὐτοῦ πάσας τὰς διεξόδους τῶν βουλευμάτων. τοιαῦτα ἔλεγε.
“而现在,”他说,“巴比伦人啊,我来到你们这里,对你们是最大的福祉,而对大流士、他的军队以及波斯人则是最大的灾难。因为他把我伤成这样,绝不会白白便宜了他。而且,我了如指掌他计划的所有退路。” 他如此说道。
- 3.156.1ἐπιστρεφόμενος
“不断回头张望”。描绘了他装作逃兵、因害怕有追兵而警惕地频频回头张望的样子,体现了现在分词的持续或反复特征。
- 3.156.2τὰ ἐπεπόνθεε ὑπʼ ἑωυτοῦ
关系从句中的动词 ἐπεπόνθεε 为过去完成时(带爱奥尼亚方言词尾),指左皮罗斯实际上对自己所做的事(过去),这与他在不定式句中声称“受大流士所施的惩罚(πεπονθέναι)”形成对比。
- 3.156.2συμβουλεῦσαι οἱ
间接引语中不定式 συμβουλεῦσαι 的逻辑主语是左皮罗斯(承接前文的 φὰς)。与格代词 οἱ 是第三人称单数间接宾语,指代大流士。意为“因为他曾向大流士建议撤军”。
- 3.156.3καταπροΐξεται
动词 καταπροΐξομαι(免受惩罚、白白便宜)的将来时直陈语气。它通常与分词连用,表示“做了某事绝不会白白便宜过去”,并带有强烈的否定词(οὐ γὰρ δή...)。
