← 希罗多德

历史

§3.145.1-3.145.3

哈里劳斯提议袭击波斯驻军

迈安德里乌斯被囚禁的弟弟哈里劳斯温恿哥哥袭击安详驻扎的波斯人,并提出由自己率领雇佣兵进行报复。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.145.1

Μαιανδρίῳ δὲ τῷ τυράννῳ ἦν ἀδελφεὸς ὑπομαργότερος, τῷ οὔνομα ἦν Χαρίλεως· οὗτος ὅ τι δὴ ἐξαμαρτὼν1 ἐν γοργύρῃ ἐδέδετο, καὶ δὴ τότε ἐπακούσας τε τὰ πρησσόμενα καὶ διακύψας διὰ τῆς γοργύρης, ὡς εἶδε τοὺς Πέρσας εἰρηναίως κατημένους, ἐβόα τε καὶ ἔφη λέγων Μαιανδρίῳ θέλειν ἐλθεῖν ἐς λόγους.

僭主迈安德里乌斯有一个有些疯癫的弟弟,名叫哈里劳斯。此人因犯了某种罪行而被关押在地下室里;当时他听到了正在发生的事情,并从地下室里探头张望,当看到波斯人正安详地坐着时,便大声喊叫,说想与迈安德里乌斯交谈。

§3.145.2

ἐπακούσας δὲ ὁ Μαιάνδριος λύσαντας αὐτὸν ἐκέλευε ἄγειν παρʼ ἑωυτόν· ὡς δὲ ἄχθη τάχιστα, λοιδορέων τε καὶ κακίζων μιν ἀνέπειθε2 ἐπιθέσθαι τοῖσι Πέρσῃσι, λέγων τοιάδε. ἐμὲ μέν, ὦ κάκιστε ἀνδρῶν, ἐόντα σεωυτοῦ ἀδελφεὸν καὶ ἀδικήσαντα οὐδὲν ἄξιον δεσμοῦ δήσας γοργύρης ἠξίωσας· ὁρέων δὲ τοὺς Πέρσας ἐκβάλλοντάς τέ σε καὶ ἄνοικον ποιέοντας οὐ τολμᾷς τίσασθαι, οὕτω δή τι ἐόντας εὐπετέας χειρωθῆναι.3

迈安德里乌斯听见后,便命令人释放他并带到自己面前。他一被带到,哈里劳斯便对他又骂又责,企图说服他去袭击波斯人,并说道: “你这最卑劣的人,我是你的亲兄弟,并没有犯过任何该受监禁的罪,你却把我绑起来,认为我只配关在地下室里;但是,当你看到波斯人要把你驱逐出去、让你无家可归时,你却不敢进行报复,尽管他们是如此容易被制服。

§3.145.3

ἀλλʼ εἴ τοι σὺ σφέας καταρρώδηκας, ἐμοὶ δὸς τοὺς ἐπικούρους, καί σφεας ἐγὼ τιμωρήσομαι τῆς ἐνθάδε ἀπίξιος· αὐτὸν δέ σε ἐκπέμψαι ἐκ τῆς νήσου ἕτοιμος εἰμί.

但是,如果你真的惧怕他们,就把雇佣兵交给我,我会为他们来到这里而惩罚他们;至于你本人,我随时准备把你安全地送出这个岛。”

语法注3 条
  1. 3.145.1ὅ τι δὴ ἐξαμαρτὼν

    ὅ τι δὴ 由不定关系代词 ὅστις 加上强调小词 δή 构成,意为“不论犯了什么罪”。分词 ἐξαμαρτὼν 作原因状语。

  2. 3.145.2ἀνέπειθε

    直陈式未完成过去时。在此处表示“试图说服”(尝试未完成过去时),暗示说服并未最终成功。

  3. 3.145.2χειρωθῆναι

    被动语态不定式。用作说明性不定式(epexegetical),修饰和限制形容词 εὐπετέας(εὐπετής“容易的”的宾格复数,修饰与 τοὺς Πέρσας 一致的 ἐόντας),意为“易于被制服的”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.145.1-3.145.3