- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.13.1-3.13.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
战败的埃及人撤退至孟斐斯,并残杀前来劝降的波斯使节。随后埃及和邻近地区投降并向冈比西斯送礼。
οἱ δὲ Αἰγύπτιοι ἐκ τῆς μάχης ὡς ἐτράποντο, ἔφευγον οὐδενὶ κόσμῳ· κατειληθέντων1 δὲ ἐς Μέμφιν, ἔπεμπε ἀνὰ ποταμὸν Καμβύσης νέα Μυτιληναίην κήρυκα ἄγουσαν ἄνδρα Πέρσην, ἐς ὁμολογίην προκαλεόμενος Αἰγυπτίους.
埃及人从战役中败退后,便毫无秩序地逃跑。当他们被围困在孟斐斯时,冈比西斯派遣一艘载有波斯传令官的米蒂利尼船只沿河而上,劝诱埃及人投降。
οἳ δὲ2 ἐπείτε τὴν νέα εἶδον ἐσελθοῦσαν ἐς τὴν Μέμφιν, ἐκχυθέντες ἁλέες ἐκ τοῦ τείχεος τήν τε νέα διέφθειραν καὶ τοὺς ἄνδρας κρεουργηδὸν διασπάσαντες ἐφόρεον ἐς τὸ τεῖχος.
但他们一看见那艘船驶入孟斐斯,便成群结队地从城墙里涌出来,不仅毁坏了那艘船,还把那些人像切肉一样撕成碎块,带回城墙内。
καὶ Αἰγύπτιοι μὲν μετὰ τοῦτο πολιορκεύμενοι χρόνῳ παρέστησαν, οἱ δὲ προσεχέες Λίβυες δείσαντες τὰ περὶ τὴν Αἴγυπτον γεγονότα παρέδοσαν σφέας αὐτοὺς ἀμαχητὶ καὶ φόρον τε ἐτάξαντο καὶ δῶρα ἔπεμπον. ὣς δὲ Κυρηναῖοι καὶ Βαρκαῖοι, δείσαντες ὁμοίως καὶ οἱ Λίβυες, τοιαῦτα ἐποίησαν.
此后,埃及人遭到围困,最终投降了;而邻近的利比亚人因害怕埃及所发生的事,不战而降,自己规定了贡赋,并送来礼物。基利奈人和巴尔卡人也由于同样的恐惧,像利比亚人一样照办了。
Καμβύσης δὲ τὰ μὲν παρὰ Λιβύων ἐλθόντα δῶρα φιλοφρόνως ἐδέξατο· τὰ δὲ παρὰ Κυρηναίων ἀπικόμενα μεμφθείς,3 ὡς ἐμοὶ δοκέει, ὅτι ἦν ὀλίγα· ἔπεμψαν γὰρ δὴ πεντακοσίας μνέας ἀργυρίου οἱ Κυρηναῖοι· ταύτας δρασσόμενος αὐτοχειρίῃ διέσπειρε τῇ στρατιῇ.
冈比西斯亲切地接受了来自利比亚人的礼物;但对于从基利奈人那里送来的礼物,在我看来,他因嫌其太少而表示不满;因为基利奈人确实只送了五百明纳的白银;冈比西斯亲手抓起这些银子,撒给了军队。
- 3.13.1κατειληθέντων
属格独立结构。省略了逻辑主语代词(αὐτῶν,指埃及人),意为“当他们被围困在(孟斐斯)时”。
- 3.13.2οἳ δὲ
关系代词带 δέ 用作指示代词(“但他们”)的史诗与爱奥尼亚方言用法,用于切换句子的主语。
- 3.13.4μεμφθείς
异态动词(deponent) μέμφομαι 的不定过去时被动分词,具有主动(中动)的意义“指责/不满意”。此处它实际上充当了谓语,或者后面省略了限定动词。
