← 希罗多德

历史

§3.118.1-3.118.2

因塔弗雷内斯的无礼与残害守门人

讲述了反抗马格斯僧的七人之一因塔弗雷内斯因无礼行为而被处死的起因。他企图未经通报强行入宫,并残忍割去了阻拦他的门卫的耳鼻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.118.1

ταῦτα μὲν δὴ ἔχει οὕτω. τῶν δὲ τῷ Μάγῳ ἐπαναστάντων ἑπτὰ ἀνδρῶν, ἕνα αὐτῶν Ἰνταφρένεα κατέλαβε ὑβρίσαντα τάδε ἀποθανεῖν1 αὐτίκα μετὰ τὴν ἐπανάστασιν. ἤθελε ἐς τὰ βασιλήια ἐσελθὼν χρηματίσασθαι τῷ βασιλέι· καὶ γὰρ δὴ καὶ ὁ νόμος οὕτω εἶχε, τοῖσι ἐπαναστᾶσι τῷ Μάγῳ ἔσοδον εἶναι παρὰ βασιλέα ἄνευ ἀγγέλου, ἢν μὴ γυναικὶ τυγχάνῃ μισγόμενος βασιλεύς.

这些事情确实就是这样。至于反抗马格斯僧的七个人中,其中一人因塔弗雷内斯在起义后不久,因以下无礼的行为而遭遇了立即处死的命运。他想进入王宫与国王商议事务;因为当时的法律规定,反抗马格斯僧的人可以直接面见国王而无需通报,除非国王正与女人同房。

§3.118.2

οὔκων δὴ Ἰνταφρένης ἐδικαίου οὐδένα οἱ ἐσαγγεῖλαι,2 ἀλλʼ ὅτι ἦν τῶν ἑπτά, ἐσιέναι ἤθελε. ὁ δὲ πυλουρὸς καὶ ὁ ἀγγελιηφόρος οὐ περιώρων, φάμενοι τὸν βασιλέα γυναικὶ μίσγεσθαι. ὁ δὲ Ἰνταφρένης δοκέων σφέας ψεύδεα λέγειν ποιέει τοιάδε· σπασάμενος τὸν ἀκινάκεα ἀποτάμνει αὐτῶν τά τε ὦτα καὶ τὰς ῥῖνας, καὶ ἀνείρας περὶ τὸν χαλινὸν τοῦ ἵππου περὶ τοὺς αὐχένας σφέων ἔδησε,3 καὶ ἀπῆκε.

因此,因塔弗雷内斯认为无需任何人通报自己,而是因为自己是那七人之一,便想要直接进去。但是门卫和通报官不准他进去,声称国王正与女人同房。因塔弗雷内斯认为他们在撒谎,便做出了以下举动:他拔出短剑,割下了他们的耳朵和鼻子,用马缰绳把它们穿起来挂在他们的脖子上,然后放走了他们。

语法注3 条
  1. 3.118.1κατέλαβε ... ἀποθανεῖν

    动词 καταλαμβάνω 的非人称用法,表示“(某种命运或事态)降临于某人”。此处以 Ἰνταφρένεα(宾格)作不定式 ἀποθανεῖν 的意味主语,配合修饰它的宾格分词 ὑβρίσαντα,意为“因塔弗雷内斯落得因做出以下无礼行为而死去的下场”。

  2. 3.118.2ἐδικαίου οὐδένα οἱ ἐσαγγεῖλαι

    动词 δικαιόω 意为“认为……是正当的”或“要求”,此处受否定词 οὔκων 修饰。οὐδένα 作不定式 ἐσαγγεῖλαι 的宾格主语,而间接反身代词 οἱ 指代主语因塔弗雷内斯,整句意为“他认为不需要任何人来为自己通报(即认为不通报是理所当然的)”。

  3. 3.118.2ἀνείρας περὶ τὸν χαλινὸν τοῦ ἵππου περὶ τοὺς αὐχένας σφέων ἔδησε

    ἀνείρας 是 ἀνείρω(穿起、串连)的第一不定过去时主动分词。此句中并列了两个带介词 περὶ 的短语(绕着马缰绳和绕着他们的脖子),表明他把割下的耳鼻穿在马缰绳上,并将其系在他们的脖子上。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.118.1-3.118.2