- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.181.1-2.181.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
阿玛西斯王与库勒涅结盟并娶拉狄克为妻,但因无法交合而威胁她施了巫术。拉狄克向阿佛洛狄忒祈祷使问题得以解决。后来冈比西斯征服埃及,将她安然无恙地送回。
Κυρηναίοισι δὲ Ἄμασις φιλότητά τε καὶ συμμαχίην συνεθήκατο, ἐδικαίωσε δὲ καὶ γῆμαι αὐτόθεν, εἴτʼ ἐπιθυμήσας Ἑλληνίδος γυναικὸς εἴτε καὶ ἄλλως φιλότητος Κυρηναίων εἵνεκα·
阿玛西斯与库勒涅人缔结了友好与同盟关系,并决定也从那里迎娶一位妻子,这或是因为他渴望一位希腊妻子,或是因为在其他方面也希望与库勒涅人修好。
γαμέει δὲ ὦν οἳ μὲν λέγουσι Βάττου οἳ δʼ Ἀρκεσίλεω θυγατέρα, οἳ δὲ Κριτοβούλου ἀνδρὸς τῶν ἀστῶν δοκίμου, τῇ οὔνομα ἦν Λαδίκη· τῇ ἐπείτε συγκλίνοιτο ὁ Ἄμασις, μίσγεσθαι οὐκ οἷός τε ἐγίνετο, τῇσι δὲ ἄλλῃσι γυναιξὶ ἐχρᾶτο.
无论如何,他娶了妻;有人说她是巴图斯的女儿,有人说是阿尔克西拉乌斯的女儿,还有人说是城邦中显贵公民克里托布鲁斯的女儿,其名叫作拉狄克。每当阿玛西斯与她同床时,他便无法与她交合,但他却能与其他的妻子交合。
ἐπείτε δὲ πολλὸν τοῦτο ἐγίνετο, εἶπε ὁ Ἄμασις πρὸς τὴν Λαδίκην ταύτην καλεομένην, ὦ γύναι, κατά με ἐφάρμαξας,1 καὶ ἔστι τοι οὐδεμία μηχανὴ μὴ οὐκ ἀπολωλέναι2 κάκιστα γυναικῶν πασέων.
当这种情况多次发生后,阿玛西斯对这位名叫拉狄克的女子说道: “女人,你对我施了法。你绝无可能逃脱作为所有女人中最悲惨死去的下场。”
ἡ δὲ Λαδίκη, ἐπείτε οἱ ἀρνευμένῃ οὐδὲν ἐγίνετο πρηΰτερος ὁ Ἄμασις, εὔχεται ἐν τῷ νόῳ τῇ Ἀφροδίτῃ, ἤν οἱ ὑπʼ ἐκείνην τὴν νύκτα μιχθῇ ὁ Ἄμασις, τοῦτο γάρ οἱ κακοῦ εἶναι3 μῆχος, ἄγαλμά οἱ ἀποπέμψειν ἐς Κυρήνην. μετὰ δὲ τὴν εὐχὴν αὐτίκα οἱ ἐμίχθη ὁ Ἄμασις. καὶ τὸ ἐνθεῦτεν ἤδη, ὁκότε ἔλθοι Ἄμασις πρὸς αὐτήν, ἐμίσγετο, καὶ κάρτα μιν ἔστερξε μετὰ τοῦτο.
拉狄克在面对自己的否认而阿玛西斯却毫无缓和的情况下,在心中默默向阿佛洛狄忒祈祷,如果阿玛西斯在当晚能与她交合(因为这是她摆脱这场灾祸的唯一救星),她就将一尊女神像送往库勒涅。祈祷之后,阿玛西斯立刻与她交合了。从此以后,每当阿玛西斯来到她身边时,便能顺利交合,在此之后,阿玛西斯非常疼爱她。
ἡ δὲ Λαδίκη ἀπέδωκε τὴν εὐχὴν τῇ θεῷ· ποιησαμένη γὰρ ἄγαλμα ἀπέπεμψε ἐς Κυρήνην, τὸ ἔτι καὶ ἐς ἐμὲ ἦν σόον, ἔξω τετραμμένον τοῦ Κυρηναίων ἄστεος. ταύτην τὴν Λαδίκην, ὡς ἐπεκράτησε Καμβύσης Αἰγύπτου καὶ ἐπύθετο αὐτῆς ἥτις εἴη, ἀπέπεμψε ἀσινέα ἐς Κυρήνην.
拉狄克向女神履行了她的誓言:她制作了一尊神像并将其送往库勒涅,这尊神像直到我的时代依然完好无损地立着,面向库勒涅城外。至于这位拉狄克,当冈比西斯征服埃及并得知她的身份后,便将她安然无恙地送回了库勒涅。
- 2.181.3κατά με ἐφάρμαξας
介词 κατά 与动词 ἐφάρμαξας 之间插入代词 με 的割裂(tmesis)现象。其意义与复合动词 κατεφαρμάσσω(施加咒语、下毒)相同。
- 2.181.3μὴ οὐκ ἀπολωλέναι
在含有防止或避免意味的否定句(οὐδεμία μηχανὴ [ἔστι],“没有方法”)之后,使用 μὴ οὐ + 不定词的句式。作为双重否定,强调“不能不(必定会)”的意思。
- 2.181.4εἶναι
在表示原因的 γάρ 从句中使用了不定词 εἶναι。这是由于延续了主句动词 εὔχεται(祈祷、发愿)所引出的、表现其内心想法的间接引语(oratio obliqua)。
