- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.137.1-2.137.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-07
讲述在盲人国王阿纽西斯统治时期,埃塞俄比亚国王萨巴科斯入侵并统治埃及五十年,通过让罪犯修筑堤防垫高了各城市的地基,特别是布巴斯提斯城及其美丽的女神庙。
τοῦτον μὲν τοσαῦτα ἀποδέξασθαι.1 μετὰ δὲ τοῦτον βασιλεῦσαι ἄνδρα τυφλὸν ἐξ Ἀνύσιος πόλιος, τῷ οὔνομα Ἄνυσιν εἶναι. ἐπὶ τούτου βασιλεύοντος ἐλάσαι ἐπʼ Αἴγυπτον χειρὶ πολλῇ Αἰθίοπάς τε καὶ Σαβακῶν τὸν Αἰθιόπων βασιλέα.
据说这位国王展示了这些功绩。在他之后,一个来自阿纽西斯城、名叫阿纽西斯的盲人成为了国王。在此人统治期间,埃塞俄比亚人以及埃塞俄比亚国王萨巴科斯率领大军入侵了埃及。
τὸν μὲν δὴ τυφλὸν τοῦτον οἴχεσθαι φεύγοντα ἐς τὰ ἕλεα, τὸν δὲ Αἰθίοπα βασιλεύειν Αἰγύπτου ἐπʼ ἔτεα πεντήκοντα, ἐν τοῖσι αὐτὸν τάδε ἀποδέξασθαι·
这位盲人国王便逃往沼泽地避难,而埃塞俄比亚人则统治了埃及五十年,在此期间他展示了如下的作为:
ὅκως τῶν τις Αἰγυπτίων ἁμάρτοι τι,2 κτείνειν μὲν αὐτῶν οὐδένα ἐθέλειν, τὸν δὲ κατὰ μέγαθος τοῦ ἀδικήματος ἑκάστῳ δικάζειν ἐπιτάσσοντα χώματα χοῦν πρὸς τῇ ἑωυτῶν πόλι, ὅθεν ἕκαστος ἦν τῶν ἀδικεόντων. καὶ οὕτω ἔτι αἱ πόλιες ἐγένοντο ὑψηλότεραι· τὸ μὲν γὰρ πρῶτον ἐχώσθησαν ὑπὸ τῶν τὰς διώρυχας ὀρυξάντων ἐπὶ Σεσώστριος βασιλέος, δεύτερα δὲ ἐπὶ τοῦ Αἰθίοπος καὶ κάρτα ὑψηλαὶ ἐγένοντο.
每当有埃及人犯罪时,他不愿将其中任何一人处死,而是根据其罪行的大小对每个人进行判决,命令他们到各自所属的城市旁去修筑堤防。因此,这些城市变得更高了;因为起初在塞索斯特里斯国王执政时,这些城市已被开挖运河的人们垫高过一次,第二次则是在这位埃塞俄比亚人统治时,它们变得非常高了。
ὑψηλέων δὲ καὶ ἑτερέων γενομενέων ἐν τῇ Αἰγύπτῳ πολίων, ὡς ἐμοὶ δοκέει, μάλιστα ἡ ἐν Βουβάστι πόλις ἐξεχώσθη, ἐν τῇ καὶ ἱρόν ἐστι Βουβάστιος ἀξιαπηγητότατον· μέζω μὲν γὰρ ἄλλα καὶ πολυδαπανώτερα ἐστὶ ἱρά, ἡδονὴ δὲ ἰδέσθαι3 οὐδὲν τούτου μᾶλλον. ἡ δὲ Βούβαστις κατὰ Ἑλλάδα γλῶσσαν ἐστὶ Ἄρτεμις.
尽管埃及的其他城市也变高了,但在我看来,布巴斯提斯城的堤防被垫得最高,城中有一座非常值得记述的布巴斯提斯女神庙;因为虽然有其他更大、造价更昂贵的神庙,但在观赏的愉悦感上,没有一座能比得上这座。顺便提一下,布巴斯提斯用希腊语写就是阿耳忒弥斯。
- 2.137.1τοῦτον μὲν τοσαῦτα ἀποδέξασθαι
句首从 τοῦτον 开始的一系列不定式从句(如 ἀποδέξασθαι, βασιλεῦσαι, ἐλάσαι 等)承接了 2.136.1 中主句动词 ἔλεγον οἱ ἱρέες(祭司们说)所引导的间接引语用法。
- 2.137.3ὅκως τῶν τις Αἰγυπτίων ἁμάρτοι τι
连词 ὅκως 是伊奥尼亚方言形式,相当于雅典方言的 ὅπως(每当……时)。它与希求法动词 ἁμάρτοι 连用,表示过去发生的一般性重复或条件。
- 2.137.5ἡδονὴ δὲ ἰδέσθαι
不定过去时中动不定式 ἰδέσθαι(观看)在此作说明性不定式(epexegetical infinitive),用以限定和修饰具有形容词性质的名词 ἡδονὴ,字面意思是“在观赏方面令人愉悦”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-22)
- 2026-09-22 AI校阅 — 原文 1 处
