- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.133.1-2.133.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-07
迈克里努斯国王收到布托的神谕,预言他只剩六年的寿命。因对这一不公命运感到愤慨,他试图通过将夜晚变为白昼来纵情享乐,以此证明神谕不实,并在实际上将余生延长至十二年。
μετὰ δὲ τῆς θυγατρὸς τὸ πάθος δεύτερα τούτῳ τῷ βασιλέι τάδε γενέσθαι· ἐλθεῖν οἱ μαντήιον ἐκ Βουτοῦς πόλιος ὡς μέλλοι ἓξ ἔτεα μοῦνον βιοὺς τῷ ἑβδόμῳ τελευτήσειν.
在女儿遭遇不幸之后,这位国王接着发生了以下第二件事:从布托城传来神谕给他说,他只剩六年的寿命,并将在第七年死去。
τὸν δὲ δεινὸν ποιησάμενον πέμψαι ἐς τὸ μαντήιον τῷ θεῷ ὀνείδισμα, ἀντιμεμφόμενον ὅτι ὁ μὲν αὐτοῦ πατὴρ καὶ πάτρως, ἀποκληίσαντες τὰ ἱρὰ καὶ θεῶν οὐ μεμνημένοι ἀλλὰ καὶ τοὺς ἀνθρώπους φθείροντες, ἐβίωσαν χρόνον ἐπὶ πολλόν, αὐτὸς δʼ εὐσεβὴς ἐὼν μέλλοι1 ταχέως οὕτω τελευτήσειν.
他认为这是极不公正的,便向该神谕所送去对神明指责的话,反过来抱怨道:他的父亲和叔父关闭了神殿,不敬神明,甚至残害人类,却活了很长的时间;而他自己如此虔敬,却要这么快就死去。
ἐκ δὲ τοῦ χρηστηρίου αὐτῷ δεύτερα ἐλθεῖν λέγοντα τούτων εἵνεκα καὶ συνταχύνειν αὐτὸν τὸν βίον· οὐ γὰρ ποιῆσαί μιν τὸ χρεὸν ἦν ποιέειν· δεῖν γὰρ Αἴγυπτον κακοῦσθαι ἐπʼ ἔτεα πεντήκοντά τε καὶ ἑκατόν, καὶ τοὺς μὲν δύο τοὺς πρὸ ἐκείνου γενομένους βασιλέας μαθεῖν τοῦτο, κεῖνον δὲ οὔ.
然而,神谕所再次传来给他的答复,宣称:正是因为这些缘故,他的生命才被缩短了;因为他没有做他本该做的事,既然埃及注定要遭受一百五十年的苦难,而在他之前的两位国王明白这一点,他却不明白。
ταῦτα ἀκούσαντα τὸν Μυκερῖνον, ὡς κατακεκριμένων ἤδη οἱ τούτων,2 λύχνα ποιησάμενον πολλά, ὅκως γίνοιτο νύξ, ἀνάψαντα αὐτὰ πίνειν τε καὶ εὐπαθέειν, οὔτε ἡμέρης οὔτε νυκτὸς ἀνιέντα, ἔς τε τὰ ἕλεα καὶ τὰ ἄλσεα πλανώμενον καὶ ἵνα πυνθάνοιτο3 εἶναι ἐνηβητήρια ἐπιτηδεότατα.
麦克里努斯听到这些,心想这些命运既然已经对他决定了,便命人制造了许多灯盏,每当夜幕降临,他就点亮它们,饮酒享乐,无论白天黑夜都不停歇,游荡于沼泽和林木之间,以及任何他听说最适于消遣游玩的地方。
ταῦτα δὲ ἐμηχανᾶτο θέλων τὸ μαντήιον ψευδόμενον ἀποδέξαι, ἵνα οἱ δυώδεκα ἔτεα ἀντὶ ἓξ ἐτέων γένηται, αἱ νύκτες ἡμέραι ποιεύμεναι.
他用这种方法,是想证明神谕在撒谎,好通过将夜晚变为白昼,使他能把六年的光阴变成十二年来度过。
- 2.133.2μέλλοι
在 ὅτι 从句中,对于已成事实的前辈长寿,使用了直陈式过去不定时(ἐβίωσαν),而对于神谕宣告的自己即将面临的死亡,则在过去时态叙述(历史不定式 πέμψαι)的支配下使用了间接引语中的斜格祈愿式(μέλλοι),以此突显国王主观上的不平与控诉。
- 2.133.4ὡς κατακεκριμένων ἤδη οἱ τούτων
ὡς 与属格绝对结构(κατακεκριμένων ... τούτων)结合,表示主句主语(麦克里努斯)主观上的认定或前提(“视这些事已经对自己做出了判决”)。此外,第三人称单数与格代名词 οἱ(爱奥尼亚方言)在此作为间接反身代名词,指代主句的主语。
- 2.133.4ἵνα πυνθάνοιτο
这里的 ἵνα 并非表示目的(为了),而是作为表示地点的关系副词(“在任何地方”),由于先行词不确定,因而伴随祈愿式(πυνθάνοιτο),用于表示过去反复出现或一般性的地点。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
