← 希罗多德

历史

§2.13.1-2.13.3

泛滥水位的变化与对埃及饥荒的担忧

著者对比了莫伊里斯王时期的尼罗河泛滥水位与现今的水位,指出如果埃及土地的海拔持续增高,缺乏降雨的埃及人可能会像他们曾经预测希腊人那样,陷入严重的饥荒之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.13.1

ἔλεγον δὲ καὶ τόδε μοι μέγα τεκμήριον περὶ τῆς χώρης ταύτης οἱ ἱρέες, ὡς ἐπὶ Μοίριος βασιλέος, ὅκως ἔλθοι ὁ ποταμὸς ἐπὶ ὀκτὼ πήχεας τὸ ἐλάχιστον, ἄρδεσκε Αἴγυπτον τὴν ἔνερθε Μέμφιος· καὶ Μοίρι οὔκω ἦν ἔτεα εἰνακόσια τετελευτηκότι1 ὅτε τῶν ἱρέων ταῦτα ἐγὼ ἤκουον. νῦν δὲ εἰ μὴ ἐπʼ ἑκκαίδεκα ἢ πεντεκαίδεκα πήχεας ἀναβῇ2 τὸ ἐλάχιστον ὁ ποταμός, οὐκ ὑπερβαίνει ἐς τὴν χώρην.

祭司们还告诉了我关于这片土地的如下一个重大证据:在莫伊里斯王统治时期,每当河水上涨至少八肘尺时,它就会灌溉孟斐斯以下的埃及。当我从祭司那里听到这些话时,莫伊里斯去世还不到九百年。但现在,如果河水不上涨至少十五或十六肘尺,它就不会泛滥到土地上。

§2.13.2

δοκέουσί τέ μοι Αἰγυπτίων οἱ ἔνερθε λίμνης τῆς Μοίριος οἰκέοντες τά τε ἄλλα χωρία καὶ τὸ καλεόμενον Δέλτα, ἢν οὕτω ἡ χώρη αὕτη κατὰ λόγον ἐπιδιδῷ ἐς ὕψος καὶ τὸ ὅμοιον ἀποδιδῷ ἐς αὔξησιν, μὴ κατακλύζοντος αὐτὴν τοῦ Νείλου πείσεσθαι3 τὸν πάντα χρόνον τὸν ἐπίλοιπον Αἰγύπτιοι τὸ κοτὲ αὐτοὶ Ἕλληνας ἔφασαν πείσεσθαι.4

在我看来,居住在莫伊里斯湖以下地区(包括其他地方以及所谓的三角洲)的埃及人,如果这片土地按照同样的比例继续增高并同样地增长,那么由于尼罗河不再泛滥淹没它,他们在今后的所有时间里,将会遭受他们自己曾经说过希腊人将会遭受的同样命运。

§2.13.3

πυθόμενοι γὰρ ὡς ὕεται πᾶσα ἡ χώρη τῶν Ἑλλήνων ἀλλʼ οὐ ποταμοῖσι ἄρδεται κατά περ ἡ σφετέρη, ἔφασαν Ἕλληνας ψευσθέντας κοτὲ ἐλπίδος μεγάλης κακῶς πεινήσειν. τὸ δὲ ἔπος τοῦτο ἐθέλει λέγειν5 ὡς, εἰ μὴ ἐθελήσει σφι ὕειν ὁ θεὸς ἀλλὰ αὐχμῷ διαχρᾶσθαι, λιμῷ οἱ Ἕλληνες αἱρεθήσονται· οὐ γὰρ δή σφι ἐστὶ ὕδατος οὐδεμία ἄλλη ἀποστροφὴ ὅτι μὴ ἐκ τοῦ Διὸς μοῦνον.

因为他们得知希腊人的所有土地都降雨,而不是像他们自己的土地那样由河流灌溉,于是便说,希腊人有一天会落空他们伟大的希望,遭受悲惨的饥饿。这句话的意思是,如果神不愿向他们降雨,而是让他们遭受旱灾,希腊人就会被饥荒夺去生命;因为除了来自宙斯的降雨之外,他们确实没有任何其他的取水途径。

语法注5 条
  1. 2.13.1Μοίρι ... τετελευτηκότι

    完成时分词与格,表示自莫伊里斯去世以来所流逝的时间(关涉与格)。

  2. 2.13.1εἰ μὴ ... ἀναβῇ

    连词 εἰ 后面直接使用虚拟语气(ἀναβῇ)而省去了 ἄν。这是伊奥尼亚方言(以及诗歌)中的特征用法,表示一般性条件。

  3. 2.13.2δοκέουσί τέ μοι ... πείσεσθαι

    这是一个带主语(οἱ ... οἰκέοντες)的个人称结构(而非无人称的 δοκεῖ μοι),意为“在我看来,他们似乎将要遭受……”。不定式 πείσεσθαι(πάσχω 的将来不定式)是 δοκέουσι 的补语。句末又重复插入了主语 Αἰγύπτιοι,导致了句法上的不一致(破格)。

  4. 2.13.2τὸ κοτὲ αὐτοὶ Ἕλληνας ἔφασαν πείσεσθαι

    由关系代名词 τὸ 引导的关系从句。αὐτοὶ(主格)指代说话动词 ἔφασαν 的主语,而 Ἕλληνας(宾格)则是从属不定式 πείσεσθαι 的逻辑主语。

  5. 2.13.3ἐθέλει λέγειν

    以无生命的事物为主语(此处为 τὸ δὲ ἔπος τοῦτο)时,θέλω/ἐθέλω + 不定式表示“意思是”、“旨在说明”的惯用表达。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.13.1-2.13.3