← 希罗多德

历史

§2.109.1-2.109.3

土地的分配与几何学的起源

叙述了塞索斯特里斯王将土地等分给所有埃及人并征税,以及因河水泛滥导致土地缩小而进行的重新测量如何催生了几何学并传入希腊。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.109.1

τούτων μὲν δὴ εἵνεκα κατετμήθη ἡ Αἴγυπτος. κατανεῖμαι δὲ τὴν χώρην Αἰγυπτίοισι ἅπασι τοῦτον ἔλεγον τὸν βασιλέα,1 κλῆρον ἴσον ἑκάστῳ τετράγωνον διδόντα, καὶ ἀπὸ τούτου τὰς προσόδους ποιήσασθαι, ἐπιτάξαντα ἀποφορὴν ἐπιτελέειν κατʼ ἐνιαυτόν.

正是因为这些原因,埃及的国土才被分割开来。据人们说,这位国王把土地分配给所有的埃及人,给每个人一块相等的正方形土地,并规定他们每年须缴纳一定的税赋,由此作为他自己的收入来源。

§2.109.2

εἰ δὲ τινὸς τοῦ κλήρου ὁ ποταμός τι παρέλοιτο, ἐλθὼν ἂν πρὸς αὐτὸν ἐσήμαινε2 τὸ γεγενημένον· ὁ δὲ ἔπεμπε τοὺς ἐπισκεψομένους καὶ ἀναμετρήσοντας3 ὅσῳ ἐλάσσων ὁ χῶρος γέγονε, ὅκως τοῦ λοιποῦ κατὰ λόγον τῆς τεταγμένης ἀποφορῆς τελέοι.

如果河水冲走了某人土地的一部,那人就会去见国王,报告发生的事情;国王便会派遣官员去视察并重新测量土地缩小了多少,以便此后他可以按照原定税额的比例减少并缴纳税赋。

§2.109.3

δοκέει δέ μοι4 ἐνθεῦτεν γεωμετρίη εὑρεθεῖσα ἐς τὴν Ἑλλάδα ἐπανελθεῖν· πόλον μὲν γὰρ καὶ γνώμονα καὶ τὰ δυώδεκα μέρεα τῆς ἡμέρης παρὰ Βαβυλωνίων ἔμαθον οἱ Ἕλληνες.

在我看来,几何学正是由此发源,并从那里传入了希腊;因为至于日晷、日晷指针以及一日的十二等分,希腊人是从巴比伦人那里学来的。

语法注4 条
  1. 2.109.1τοῦτον ἔλεγον τὸν βασιλέα

    这是由 ἔλεγον(他们说)所引导的带对格的不定式结构,其中 τοῦτον τὸν βασιλέα(这位国王)是不定式 κατανεῖμαι(分配)和 ποιήσασθαι(获得)的逻辑主语(对格)。分词 διδόντα 和 ἐπιτάξαντα 亦采用对格形式,以与该主语保持一致。

  2. 2.109.2ἐλθὼν ἂν ... ἐσήμαινε

    直陈式过去未完成时 ἐσήμαινε 与语气词 ἂν 连用,表示过去反复发生或习惯性的动作(“便会报告”)。

  3. 2.109.2τοὺς ἐπισκεψομένους καὶ ἀναμετρήσοντας

    带有冠词的将来时分词 ἐπισκεψομένους 和 ἀναμετρήσοντας 在表示派遣的动词 ἔπεμπε 之后,用以表示目的,意为“前去视察和重新测量的人”。

  4. 2.109.3δοκέει δέ μοι

    此处的 δοκέει 为人称用法,以 γεωμετρίη(几何学)为主语(“在我看来,几何学似乎……”),不定式 ἐπανελθεῖν 表示主语的动作,而 εὑρεθεῖσα 则是与之保持一致的主格被动分词。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.109.1-2.109.3