← 希罗多德

历史

§1.93.1-1.93.5

阿利亚梯国王的巨大陵墓与居盖亚湖

简述了吕底亚除特摩罗斯山砂金外并无太多奇观,随后详细介绍了可与埃及和巴比伦相媲美的阿利亚梯国王之巨大陵墓的建造过程及其尺寸,并提到邻近的居盖亚湖。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.93.1

θώματα δὲ γῆ ἡ Λυδίη ἐς συγγραφὴν οὐ μάλα ἔχει, οἷά τε1 καὶ ἄλλη χώρη, πάρεξ τοῦ ἐκ τοῦ Τμώλου καταφερομένου ψήγματος.

除去从特摩罗斯山冲刷下来的砂金之外,吕底亚土地并没有太多值得记述的奇观,就像其他许多国家一样。

§1.93.2

ἓν δὲ ἔργον πολλὸν μέγιστον παρέχεται χωρὶς τῶν τε Αἰγυπτίων ἔργων καὶ τῶν Βαβυλωνίων· ἔστι αὐτόθι Ἀλυάττεω τοῦ Κροίσου πατρὸς σῆμα, τοῦ ἡ κρηπὶς μὲν ἐστὶ λίθων μεγάλων, τὸ δὲ ἄλλο σῆμα χῶμα γῆς. ἐξεργάσαντο δέ μιν οἱ ἀγοραῖοι ἄνθρωποι καὶ οἱ χειρώνακτες καὶ αἱ ἐνεργαζόμεναι παιδίσκαι.

但除了埃及人和巴比伦人的工程之外,这里有一座显而易见是最大的一项工程;那就是克罗伊斯的父亲阿利亚梯的陵墓,其基石是用巨石筑成,而陵墓的其他部分则是土堆。建造它的是市场上的商贩、手工业者以及以此谋生的年轻女子。

§1.93.3

οὖροι δὲ πέντε ἐόντες ἔτι καὶ ἐς ἐμὲ ἦσαν ἐπὶ τοῦ σήματος ἄνω, καί σφι γράμματα ἐνεκεκόλαπτο τὰ ἕκαστοι ἐξεργάσαντο, καὶ ἐφαίνετο μετρεόμενον τὸ τῶν παιδισκέων ἔργον ἐὸν μέγιστον.

直到我的时代,陵墓上方仍立有五个界石,上面刻有文字,标明了各方所完成的工程量;经过测量,显然这些年轻女子的工作量是最大的。

§1.93.4

τοῦ γὰρ δὴ Λυδῶν δήμου αἱ θυγατέρες πορνεύονται πᾶσαι, συλλέγουσαι σφίσι φερνάς, ἐς ὃ ἂν συνοικήσωσι τοῦτο ποιέουσαι· ἐκδιδοῦσι δὲ αὐταὶ ἑωυτάς.

因为吕底亚平民的所有女儿都从事卖淫,以此为自己积攒嫁妆,直到她们结婚为止;而且她们是自己决定将自己嫁出去的。

§1.93.5

ἡ μὲν δὴ περίοδος τοῦ σήματός εἰσὶ2 στάδιοι ἓξ καὶ δύο πλέθρα, τὸ δὲ εὖρος ἐστὶ πλέθρα τρία καὶ δέκα. λίμνη δὲ ἔχεται τοῦ σήματος3 μεγάλη, τὴν λέγουσι Λυδοὶ ἀείναον εἶναι· καλέεται δὲ αὕτη Γυγαίη. τοῦτο μὲν δὴ τοιοῦτο ἐστί.

陵墓的周长是六斯塔德又二普勒特龙,宽度为十三普勒特龙。与陵墓相邻的是一个巨大的湖泊,吕底亚人称其为永不干涸之湖;此湖被称为居盖亚湖。关于此事,情况便是如此。

语法注3 条
  1. 1.93.1οἷά τε

    关系代名词 οἷος(什么样的)的中性复数形式,后接表示泛指或类比的语气词 τε。其先行词为前文的 θώματα(中性复数),此处构成省略了动词的比较结构,意为“正如其他国家[所拥有的奇观]一样”。

  2. 1.93.5περίοδος τοῦ σήματός εἰσὶ

    尽管主语 περίοδος(周长)是单数阴性名词,但动词却使用了复数形式 εἰσί。这是因为受到了谓语部分表示度量衡的复数名词(στάδιοι 与 πλέθρα)的吸引而产生的一种“依意一致”(attraction / schema pros to semainomenon)现象。

  3. 1.93.5ἔχεται τοῦ σήματος

    动词 ἔχω 的中介态 ἔχομαι 支配属格,意为“与……相邻”、“紧接”。因此在此处应理解为“与陵墓(τοῦ σήματος)相邻”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.93.1-1.93.5