- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.91.1-1.91.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-30
德尔斐的皮提娅解释说即使是神明也无法违抗命运,指出克罗伊斯是在为先祖赎罪并误解了神谕的真意,克罗伊斯听后最终承认了自己的过错。
ἀπικομένοισι δὲ τοῖσι Λυδοῖσι1 καὶ λέγουσι τὰ ἐντεταλμένα τὴν Πυθίην λέγεται εἰπεῖν τάδε. τὴν πεπρωμένην μοῖραν ἀδύνατα ἐστὶ2 ἀποφυγεῖν καὶ θεῷ· Κροῖσος δὲ πέμπτου γονέος ἁμαρτάδα ἐξέπλησε, ὃς ἐὼν δορυφόρος Ἡρακλειδέων, δόλῳ γυναικηίῳ ἐπισπόμενος ἐφόνευσε τὸν δεσπότεα καὶ ἔσχε τὴν ἐκείνου τιμὴν οὐδέν οἱ προσήκουσαν.
吕底亚人到达并传达了吩咐他们的话,据说皮提娅作出了如下的回答: “即便是神明,也无法逃脱注定的命运。克罗伊斯是在为他五代前的先祖赎罪。那位先祖曾是赫拉克勒斯后裔的卫士,却顺从了一个女人的阴谋,杀害了自己的主公,夺取了那绝不属于他的王位。”
προθυμεομένου δὲ Λοξίεω ὅκως ἂν κατὰ τοὺς παῖδας τοῦ Κροίσου γένοιτο3 τὸ Σαρδίων πάθος καὶ μὴ κατʼ αὐτὸν Κροῖσον, οὐκ οἷόν τε ἐγίνετο παραγαγεῖν μοίρας.
“尽管洛克西阿斯极力希望萨尔迪斯的毁灭发生在克罗伊斯的子嗣时代,而不是克罗伊斯本人在世的时候,但他也无法动摇命运女神们的决定。”
ὅσον δὲ ἐνέδωκαν αὗται, ἤνυσέ τε καὶ ἐχαρίσατό οἱ· τρία γὰρ ἔτεα ἐπανεβάλετο τὴν Σαρδίων ἅλωσιν, καὶ τοῦτο ἐπιστάσθω Κροῖσος ὡς ὕστερον τοῖσι ἔτεσι τούτοισι ἁλοὺς τῆς πεπρωμένης. δευτέρα δὲ τούτων καιομένῳ αὐτῷ ἐπήρκεσε.
“不过,在她们做出让步的范围内,他已经争取到并向他施予了恩惠:因为他将萨尔迪斯的陷落推迟了三年,克罗伊斯应当明白这一点,即他被俘的时间比命中注定的时间晚了这整整三年。其次,在克罗伊斯被烈火焚烧时,神明也解救了他。”
κατὰ δὲ τὸ μαντήιον τὸ γενόμενον οὐκ ὀρθῶς Κροῖσος μέμφεται. προηγόρευε γὰρ οἱ Λοξίης, ἢν στρατεύηται ἐπὶ Πέρσας, μεγάλην ἀρχὴν αὐτὸν καταλύσειν. τὸν δὲ πρὸς ταῦτα χρῆν εὖ μέλλοντα βουλεύεσθαι ἐπειρέσθαι4 πέμψαντα κότερα τὴν ἑωυτοῦ ἢ τὴν Κύρου λέγοι ἀρχήν. οὐ συλλαβὼν δὲ τὸ ῥηθὲν οὐδʼ ἐπανειρόμενος ἑωυτὸν αἴτιον ἀποφαινέτω·
“而对于之前所降下的神谕,克罗伊斯的抱怨是不公正的。因为洛克西阿斯曾预言说,如果他对波斯宣战,他就会毁灭一个大帝国。对此,如果他想妥善规划,就应该派人查问神明所指的是他自己的帝国还是居鲁士的帝国。既然他既没有领会所说的话,也没有重新追问,那就让他承认自己才是罪魁祸首吧。”
τῷ καὶ τὸ τελευταῖον χρηστηριαζομένῳ εἶπε Λοξίης περὶ ἡμιόνου, οὐδὲ τοῦτο συνέλαβε. ἦν γὰρ δὴ ὁ Κῦρος οὗτος ἡμίονος· ἐκ γὰρ δυῶν οὐκ ὁμοεθνέων ἐγεγόνεε, μητρὸς ἀμείνονος, πατρὸς δὲ ὑποδεεστέρου·
“甚至当他最后一次请求神谕,洛克西阿斯对他提到‘骡子’时,他也没能理解。因为居鲁士正是那只‘骡子’:他是由两个不同民族的父母所生,母亲身份高贵,而父亲身份卑微。”
ἣ μὲν γὰρ ἦν Μηδὶς καὶ Ἀστυάγεος θυγάτηρ τοῦ Μήδων βασιλέος, ὁ δὲ Πέρσης τε ἦν καὶ ἀρχόμενος ὑπʼ ἐκείνοισι καὶ ἔνερθε ἐὼν τοῖσι ἅπασι δεσποίνῃ τῇ ἑωυτοῦ συνοίκεε. ταῦτα μὲν ἡ Πυθίη ὑπεκρίνατο τοῖσι Λυδοῖσι, οἳ δὲ ἀνήνεικαν ἐς Σάρδις καὶ ἀπήγγειλαν Κροίσῳ. ὁ δὲ ἀκούσας συνέγνω ἑωυτοῦ εἶναι τὴν ἁμαρτάδα καὶ οὐ τοῦ θεοῦ. κατὰ μὲν δὴ τὴν Κροίσου τε ἀρχὴν καὶ Ἰωνίης τὴν πρώτην καταστροφὴν ἔσχε οὕτω.
“因为他的母亲是米底人,是米底国王阿斯提阿格斯的女儿;而他的父亲是波斯人,是受米底人统治的臣民,尽管在各方面都处于下风,却娶了自己的女主人。” 皮提娅以此回答了吕底亚人,他们将此话带回萨尔迪斯并报告给克罗伊斯。克罗伊斯听后承认,过错在于他自己,而不在于神明。关于克罗伊斯的统治以及伊奥尼亚的第一次被征服,过程便是如此。
- 1.91.1ἀπικομένοισι δὲ τοῖσι Λυδοῖσι
与格,用作不定式 εἰπεῖν(说)的间接宾语,表示“对到达的吕底亚人说”。
- 1.91.1ἀδύνατα ἐστὶ
中性复数形容词 ἀδύνατα 与单数动词 ἐστί 连用,构成无人称句,意为“……是不可能的”。在古希腊语中,中性复数形容词常用于无人称谓语。
- 1.91.2προθυμεομένου δὲ Λοξίεω ὅκως ἂν ... γένοιτο
προθυμεομένου ... Λοξίεω 是属格独立结构。随后的 ὅκως ἂν ... γένοιτο 是表示意图或愿望的宾语从句,由于主句为过去时(ἐγίνετο),因而采用了带有 ἄν 的祈愿式 γένοιτο。
- 1.91.4τὸν δὲ πρὸς ταῦτα χρῆν ... ἐπειρέσθαι
由无人称过去时动词 χρῆν(应当)引导的“对格+不定式”结构。其中对格的 τὸν δὲ(然而他,指克罗伊斯)作为不定式 ἐπειρέσθαι(询问)的逻辑主语。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
