- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.85.1-1.85.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-30
萨迪斯沦陷时,克罗伊斯不会说话的儿子为了拯救即将被波斯士兵杀害的父亲而第一次开口喊叫,验证了神谕的预言。
κατʼ αὐτὸν δὲ Κροῖσον τάδε ἐγίνετο. ἦν οἱ1 παῖς, τοῦ καὶ πρότερον ἐπεμνήσθην, τὰ μὲν ἄλλα ἐπιεικής, ἄφωνος δέ. ἐν τῇ ὦν παρελθούσῃ εὐεστοῖ ὁ Κροῖσος τὸ πᾶν ἐς αὐτὸν ἐπεποιήκεε, ἄλλα τε ἐπιφραζόμενος, καὶ δὴ καὶ ἐς Δελφοὺς περὶ αὐτοῦ ἐπεπόμφεε χρησομένους.2
至于克罗伊斯本人,则发生了以下的事情。他有一个儿子,我之前曾提到过,此人在其他方面都很优秀,但却是个哑巴。因此,在过去的繁荣时期,克罗伊斯为他想尽了各种办法,不仅谋划了其他对策,而且特地派人去德尔斐为他求问神谕。
ἡ δὲ Πυθίη οἱ εἶπε τάδε. "Λυδὲ γένος, πολλῶν βασιλεῦ, μέγα νήπιε Κροῖσε, μὴ βούλου πολύευκτον ἰὴν ἀνὰ δώματʼ ἀκούειν παιδὸς φθεγγομένου. τὸ δέ σοι πολὺ λώιον ἀμφὶς ἔμμεναι·3 αὐδήσει γὰρ ἐν ἤματι πρῶτον ἀνόλβῳ."
女祭司皮提亚对他说了以下的话: “吕底亚血统、众人的国王、大愚人克罗伊斯啊, 莫要渴望在宫殿中听见你那备受期盼的 儿子开口说话的声音。这对你来说,保持现状要好得多; 因为他将在不幸的一天第一次开口说话。”
ἁλισκομένου δὴ τοῦ τείχεος, ἤιε γὰρ τῶν τις Περσέων ἀλλογνώσας Κροῖσον ὡς ἀποκτενέων,4 Κροῖσος μέν νυν ὁρέων ἐπιόντα ὑπὸ τῆς παρεούσης συμφορῆς παρημελήκεε, οὐδὲ τί οἱ διέφερε πληγέντι5 ἀποθανεῖν·
当城墙被攻陷时,有一个波斯人走上前来,由于认不出克罗伊斯,正准备杀了他。克罗伊斯虽然看见他走过来,但因眼前的灾祸已心灰意冷,根本不在意,对他而言,被击中而死并没有什么区别。
ὁ δὲ παῖς οὗτος ὁ ἄφωνος ὡς εἶδε ἐπιόντα τὸν Πέρσην, ὑπὸ δέους τε καὶ κακοῦ ἔρρηξε φωνήν, εἶπε δὲ ὤνθρώπε, μὴ κτεῖνε Κροῖσον. οὗτος μὲν δὴ τοῦτο πρῶτον ἐφθέγξατο, μετὰ δὲ τοῦτο ἤδη ἐφώνεε τὸν πάντα χρόνον τῆς ζόης.
但这个不会说话的儿子一看见波斯人冲过来,由于惊恐和痛苦,突然放声大喊,说道: “那人,不要杀克罗伊斯!” 这确实是他生平第一次发声,而在此之后,他在其余生的所有时间里都能说话了。
- 1.85.1οἱ
第三人称单数与格代词(等同于雅典方言中的 αὐτῷ)。此处作为“领有与格”与 ἦν 连用,意为“他(克罗伊斯)有一个儿子”。
- 1.85.1χρησομένους
动词 χράομαι(求问神谕)的将来时分词阳性复数宾格。用于表示目的,紧跟在表示派遣的动词(ἐπεπόμφεε)之后,译为“(派人)去求问神谕”。
- 1.85.2ἀμφὶς ἔμμεναι
ἔμμεναι 是不定式 εἶναι 的史诗/伊奥尼亚方言变形。与副词 ἀμφίς(间隔、分离)连用,表示“与之保持距离(即不听见儿子说话、保持沉默)”,在此作为主语从句,意为“(保持现状)对你来说要好得多”。
- 1.85.3ὡς ἀποκτενέων
连词 ὡς 与将来时分词(ἀποκτενέων 是 ἀποκτείνω “杀害”的将来时分词伊奥尼亚方言形式)联用,表示主语的主观意图或目的,意为“企图杀害”、“意在杀死”。
- 1.85.3πληγέντι
动词 πλήσσω(击打)的无定过去时被动分词阳性单数与格。与与格代词 οἱ 一致,修饰不定式 ἀποθανεῖν(死),意为“被击中而死”。
