← 希罗多德

历史

§1.183.1-1.183.3

贝尔圣域下层神殿与黄金神像

作者介绍了巴比伦圣域下方的另一座神殿,描述了其中的黄金宙斯神像、两座具有不同祭祀规则的祭坛,以及一尊后来被薛西斯强行夺走的巨型纯金立像。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.183.1

ἔστι δὲ τοῦ ἐν Βαβυλῶνι ἱροῦ1 καὶ ἄλλος κάτω νηός, ἔνθα ἄγαλμα μέγα τοῦ Διὸς ἔνι κατήμενον χρύσεον, καὶ οἱ2 τράπεζα μεγάλη παρακέεται χρυσέη, καὶ τὸ βάθρον οἱ καὶ ὁ θρόνος χρύσεος ἐστί· καὶ ὡς ἔλεγον οἱ Χαλδαῖοι, ταλάντων ὀκτακοσίων χρυσίου πεποίηται ταῦτα.

在巴比伦的圣域中,下方还有另一座神殿,那里有一尊坐着的宙斯大型黄金雕像,神像旁放着一张巨大的黄金桌子,其台座和宝座也都是黄金制的;正如迦勒底人所说,这些是用八百塔兰同的黄金制成的。

§1.183.2

ἔξω δὲ τοῦ νηοῦ βωμός ἐστι χρύσεος, ἔστι δὲ καὶ ἄλλος βωμὸς μέγας, ἐπʼ οὗ θύεται τὰ τέλεα τῶν προβάτων· ἐπὶ γὰρ τοῦ χρυσέου βωμοῦ οὐκ ἔξεστι θύειν ὅτι μὴ3 γαλαθηνὰ μούνα, ἐπὶ δὲ τοῦ μέζονος βωμοῦ καὶ καταγίζουσι λιβανωτοῦ χίλια τάλαντα ἔτεος ἑκάστου οἱ Χαλδαῖοι τότε ἐπεὰν τὴν ὁρτὴν ἄγωσι τῷ θεῷ τούτῳ. ἦν δὲ ἐν τῷ τεμένεϊ τούτῳ ἔτι τὸν χρόνον ἐκεῖνον καὶ ἀνδριὰς δυώδεκα πηχέων χρύσεος στερεός· ἐγὼ μέν μιν οὐκ εἶδον, τὰ δὲ λέγεται ὑπὸ Χαλδαίων, ταῦτα λέγω. τούτῳ τῷ ἀνδριάντι Δαρεῖος μὲν ὁ Ὑστάσπεος ἐπιβουλεύσας οὐκ ἐτόλμησε λαβεῖν, Ξέρξης δὲ ὁ Δαρείου ἔλαβε καὶ τὸν ἱρέα ἀπέκτεινε ἀπαγορεύοντα μὴ κινέειν4 τὸν ἀνδριάντα. τὸ μὲν δὴ ἱρὸν τοῦτο οὕτω κεκόσμηται, ἔστι δὲ καὶ ἴδια ἀναθήματα πολλά.

神殿外面有一座黄金祭坛,还有另一座大型祭坛,在上面祭祀成年的羊;因为在黄金祭坛上,除了哺乳期的幼崽之外,是不允许祭祀其他动物的,而在较大的祭坛上,迦勒底人每年在为这位神明举行节日庆典时,还要烧掉一千塔兰同的乳香。在那个时候,这处圣地里还立着一尊十二皮库斯高、纯金实心的立像;我自己虽然没有亲眼看见,但我所说的,都是迦勒底人所传述的。希斯塔斯佩斯之子大流士曾觊觎这尊立像,却没敢夺取它,而大流士之子薛西斯却夺走了它,并杀死了那名禁止他移动立像的祭司。这处圣域确实就是这样装饰的,此外还有许多私人奉献的祭品。

语法注4 条
  1. 1.183.1τοῦ ἐν Βαβυλῶνι ἱροῦ

    属格 "τοῦ... ἱροῦ" 与紧随其后的 "ἄλλος κάτω νηός"(下方另一个神殿)形成整体与部分或所属的关系。

  2. 1.183.1οἱ

    第三人称单数与格代词(爱奥尼亚方言形式,相当于雅典方言的 αὐτῷ),在此用作所有与格,指代宙斯神像(“在它旁边/对它而言”)。

  3. 1.183.2ὅτι μὴ

    意为“除了……之外”的排除性习惯用法。与否定表述 "οὐκ ἔξεστι"(不被允许)连用,表示“除了哺乳期的幼兽外不得献祭”的限制。

  4. 1.183.3ἀπαγορεύοντα μὴ κινέειν

    表示禁止的分词 "ἀπαγορεύοντα" 后面跟着带有否定小词 "μή" 的不定式 "κινέειν"。此处的 "μή" 是紧跟在禁止或阻止动词后的赘余否定(redundant negative),整体上表达“禁止/劝阻其移动立像”的意思。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.183.1-1.183.3