- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.165.1-1.165.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-01
福凯亚人在被希奥斯人拒绝购买奥努赛群岛后,决定前往库尔诺斯。途中,他们消灭了驻守福凯亚的波斯守备队,并立下永不返回的重誓,但最终超过半数的人因思乡而违背誓言返回。
οἱ δὲ Φωκαιέες, ἐπείτε σφι Χῖοι τὰς νήσους τὰς Οἰνούσσας καλεομένας οὐκ ἐβούλοντο ὠνευμένοισι πωλέειν, δειμαίνοντες1 μὴ αἳ μὲν ἐμπόριον γένωνται, ἡ δὲ αὐτῶν νῆσος ἀποκληισθῇ τούτου εἵνεκα, πρὸς ταῦτα οἱ Φωκαίες ἐστέλλοντο ἐς Κύρνον· ἐν γὰρ τῇ Κύρνῳ εἴκοσι ἔτεσι πρότερον τούτων ἐκ θεοπροπίου ἀνεστήσαντο πόλιν, τῇ οὔνομα ἦν Ἀλαλίη.
由于希奥斯人不愿将被称为奥努赛的群岛卖给想要购买的福凯亚人——因为希奥斯人担心这些群岛会成为贸易中心,而他们自己的岛屿会因此被排除在贸易之外——出于这些原因,福凯亚人动身前往库尔诺斯。因为在这二十年前,他们曾根据神谕在库尔诺斯建立了一座城市,名字叫作阿拉利亚。
Ἀργανθώνιος δὲ τηνικαῦτα ἤδη τετελευτήκεε. στελλόμενοι δὲ ἐπὶ τὴν Κύρνον, πρῶτα καταπλεύσαντες ἐς τὴν Φωκαίην κατεφόνευσαν τῶν Περσέων τὴν φυλακήν, ἣ ἐφρούρεε παραδεξαμένη παρὰ Ἁρπάγου τὴν πόλιν. μετὰ δέ, ὡς τοῦτο σφι ἐξέργαστο, ἐποιήσαντο ἰσχυρὰς κατάρας τῷ ὑπολειπομένῳ ἑωυτῶν τοῦ στόλου, πρὸς δὲ ταύτῃσι καὶ μύδρον σιδήρεον κατεπόντωσαν καὶ ὤμοσαν μὴ πρὶν ἐς Φωκαίην ἥξειν πρὶν ἢ2 τὸν μύδρον τοῦτον ἀναφανῆναι. στελλομένων δὲ αὐτῶν ἐπὶ τὴν Κύρνον, ὑπερημίσεας τῶν ἀστῶν ἔλαβε πόθος τε καὶ οἶκτος τῆς πόλιος καὶ τῶν ἠθέων τῆς χώρης, ψευδόρκιοι δὲ γενόμενοι ἀπέπλεον ὀπίσω ἐς τὴν Φωκαίην. οἳ δὲ αὐτῶν τὸ ὅρκιον ἐφύλασσον, ἀερθέντες3 ἐκ τῶν Οἰνουσσέων ἔπλεον.
此时阿尔甘托尼乌斯已经去世。在动身前往库尔诺斯时,他们首先乘船来到福凯亚,将从哈尔帕哥斯手中接管并驻守该城的波斯守备队斩杀殆尽。此后,在完成了这件事之后,他们对他们船队中任何落后的人施加了严厉的诅咒,此外,他们还将一块铁块沉入海中,并发誓在这个铁块重新浮出水面之前绝不回到福凯亚。然而,在他们动身前往库尔诺斯时,超过半数的公民对城市以及故土的熟悉环境产生了渴望与怜悯,他们违背了誓言,掉头驶回了福凯亚。至于他们之中守誓的人,则从奥努赛群岛启航出发。
- 1.165.1δειμαίνοντες
分词 δειμαίνοντες(主格阳性复数)在语法上与主句的主语 οἱ δὲ Φωκαιέες 一致,但在语境中它解释了 ἐπείτε 从句的主语 Χῖοι(希奥斯人)的恐惧和动机(担心奥努赛群岛成为贸易中心而希奥斯岛被排斥)。这是破格句(anacoluthon)的一个例子,即语法结构发生了转换。
- 1.165.3μὴ πρὶν... πρὶν ἢ...
表示强烈否定条件的句式,意为“在……之前绝不……”。否定不定式 μὴ ... ἥξειν(不回去)由 πρὶν ἢ ... ἀναφανῆναι(直到铁块重新出现)来限定,表达了几乎是不可能实现的永久流亡誓言。
- 1.165.3ἀερθέντες
动词 ἀείρω(抬起)的无定过去时被动分词。在航海语境中,这是一种惯用表达,意为“起锚”或“启航”。这里描述了福凯亚人从奥努赛群岛起锚出发的情景。
