← 希罗多德

历史

§1.119.1-1.119.7

哈尔帕哥斯被迫食子之肉

哈尔帕哥斯响应阿斯提阿格斯国王的召唤,将十三岁的儿子送往王宫,并亲自出席晚宴。阿斯提阿格斯将哈尔帕哥斯的儿子宰杀并烹调,在宴席上给哈尔帕哥斯食用,随后向他展示了其子的遗骸,但哈尔帕哥斯保持了克制并表示顺从。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.119.1

Ἅρπαγος μὲν ὡς ἤκουσε ταῦτα, προσκυνήσας καὶ μεγάλα ποιησάμενος1 ὅτι τε ἡ ἁμαρτὰς οἱ ἐς δέον ἐγεγόνεε καὶ ὅτι ἐπὶ τύχῃσι χρηστῇσι ἐπὶ δεῖπνον ἐκέκλητο, ἤιε ἐς τὰ οἰκία.

哈尔帕哥斯听了这话,便俯伏顶礼,并因自己的过失结果证明是合时宜的,且在如此吉庆的时刻被邀请参加晚宴而大为欣喜,随后回到了家中。

§1.119.2

ἐσελθὼν δὲ τὴν ταχίστην,2 ἦν γὰρ οἱ παῖς εἷς μοῦνος ἔτεα τρία καὶ δέκα κου μάλιστα γεγονώς, τοῦτον ἐκπέμπεν ἰέναι τε κελεύων ἐς Ἀστυάγεος καὶ ποιέειν ὅ τι ἂν ἐκεῖνος κελεύῃ, αὐτὸς δὲ περιχαρὴς ἐὼν φράζει τῇ γυναικὶ τὰ συγκυρήσαντα.

他一进家门,因为他只有一个大约十三岁的独生子,就派他出去,叮嘱他到阿斯提阿格斯那里去,并听从国王的一切吩咐;而他自己则满怀喜悦,向妻子诉说了所发生的事情。

§1.119.3

Ἀστυάγης δέ, ὥς οἱ ἀπίκετο ὁ Ἁρπάγου παῖς, σφάξας αὐτὸν καὶ κατὰ μέλεα διελὼν τὰ μὲν ὤπτησε τὰ δὲ ἥψησε τῶν κρεῶν, εὔτυκα δὲ ποιησάμενος εἶχε ἕτοιμα.

至于阿斯提阿格斯,当哈尔帕哥斯的儿子到达后,便将他宰杀,肢解其身体,将一部分肉烤制,另一部分煮熟,妥善调理后准备就绪。

§1.119.4

ἐπείτε δὲ τῆς ὥρης γινομένης τοῦ δείπνου παρῆσαν οἵ τε ἄλλοι δαιτυμόνες καὶ ὁ Ἅρπαγος, τοῖσι μὲν ἄλλοισι καὶ αὐτῷ Ἀστυάγεϊ παρετιθέατο τράπεζαι ἐπίπλεαι μηλέων κρεῶν, Ἁρπάγῳ δὲ τοῦ παιδὸς τοῦ ἑωυτοῦ,3 πλὴν κεφαλῆς τε καὶ ἄκρων χειρῶν τε καὶ ποδῶν, τἄλλα πάντα· ταῦτα δὲ χωρὶς ἔκειτο ἐπὶ κανέῳ κατακεκαλυμμένα, ὡς δὲ τῷ Ἁρπάγῳ ἐδόκεε ἅλις ἔχειν τῆς βορῆς, Ἀστυάγης εἴρετό μιν εἰ ἡσθείη τι τῇ θοίνῃ. φαμένου δὲ Ἁρπάγου καὶ κάρτα ἡσθῆναι, παρέφερον τοῖσι προσέκειτο4 τὴν κεφαλὴν τοῦ παιδὸς κατακεκαλυμμένην καὶ τὰς χεῖρας καὶ τοὺς πόδας, Ἅρπαγον δὲ ἐκέλευον προσστάντες ἀποκαλύπτειν τε καὶ λαβεῖν τὸ βούλεται αὐτῶν.

到了晚宴的时间,其他宾客和哈尔帕哥斯都已到齐,其他人和阿斯提阿格斯本人面前摆上了盛满羊肉的餐桌,而在哈尔帕哥斯面前,则摆上了除头部、手足末端之外的他自己儿子的所有其他部分;而这些部位则被盖着,单独放在一个篮子里。当哈尔帕哥斯似乎已经吃饱时,阿斯提阿格斯问他是否对这顿宴席感到满意。在哈尔帕哥斯回答说非常满意后,那些被指派任务的人便端来了盖着的孩子的头部以及手和脚,站在哈尔帕哥斯身旁,吩咐他揭开盖子,并从中拿取他想要的部分。

§1.119.6

πειθόμενος δὲ ὁ Ἅρπαγος καὶ ἀποκαλύπτων ὁρᾷ τοῦ παιδὸς τὰ λείμματα, ἰδὼν δὲ οὔτε ἐξεπλάγη ἐντός τε ἑωυτοῦ γίνεται.5 εἴρετο δὲ αὐτὸν ὁ Ἀστυάγης εἰ γινώσκοι ὅτευ θηρίου κρέα βεβρώκοι.

哈尔帕哥斯听从了,揭开盖子便看到了儿子的遗骸;但他看到后并没有惊慌失措,而是保持了自制。阿斯提阿格斯问他是否知道自己吃的是什么野兽的肉。

§1.119.7

ὁ δὲ καὶ γινώσκειν ἔφη καὶ ἀρεστὸν εἶναι πᾶν τὸ ἂν βασιλεὺς ἔρδῃ. τούτοισι δὲ ἀμειψάμενος καὶ ἀναλαβὼν τὰ λοιπὰ τῶν κρεῶν ἤιε ἐς τὰ οἰκία, ἐνθεῦτεν δὲ ἔμελλε, ὡς ἐγὼ δοκέω, ἁλίσας θάψειν τὰ πάντα.

他回答说他知道,并且说国王所做的一切都是令人满意的。他以此回答后,收起剩余的肉回到了家中,据我推测,他打算在那里将所有的肉收集并埋葬。

语法注5 条
  1. 1.119.1μεγάλα ποιησάμενος

    意为“视为大事”或“大为欣喜”的惯用表达。其后接的 ὅτι 从句解释了他感到欣喜的具体内容。

  2. 1.119.2τὴν ταχίστην

    副词性宾格,意为“最快地”或“火速地”。最高级形容词的阴性单数宾格形式在此作副词使用,省略了如 ὁδόν(道路)之类的名词。

  3. 1.119.4Ἁρπάγῳ δὲ τοῦ παιδὸς τοῦ ἑωυτοῦ

    前半句的动词 παρετιθέατο(被端上)在此被省略,阅读时需予以补充。属格 τοῦ παιδὸς 作部分属格,或修饰其后的 τἄλλα πάντα(所有其他部分)。

  4. 1.119.5τοῖσι προσέκειτο

    关系代词引导的关系从句,省略了先行词(指示代词 οὗτοι),构成一个名词性短语,意为“那些被指派了(该任务)的人”。

  5. 1.119.6ἐντός τε ἑωυτοῦ γίνεται

    惯用表达,意为“处于自己内部”,即“保持自制”或“保持镇定”。这与相反的表达 ἐκτὸς ἑωυτοῦ γίγνεσθαι(忘乎所以、失控)形成对比。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.119.1-1.119.7