- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.117.1-1.117.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-30
阿斯提阿格斯不再追究说出实话的牧牛人,而是召来哈尔帕哥斯进行审问。哈尔帕哥斯见牧牛人在场,便不再隐瞒,如实交代了自己如何将孩子交给牧牛人并确认其死亡的经过。
Ἀστυάγης δὲ τοῦ μὲν βουκόλου τὴν ἀληθείην ἐκφήναντος λόγον ἤδη καὶ ἐλάσσω ἐποιέετο,1 Ἁρπάγῳ δὲ καὶ μεγάλως μεμφόμενος καλέειν αὐτὸν τοὺς δορυφόρους ἐκέλευε.
阿斯提阿格斯既然牧牛人已经吐露了实情,便不再对他多加追究,但他对哈尔帕哥斯深感愤怒,于是命令卫兵召他前来。
ὡς δέ οἱ παρῆν ὁ Ἅρπαγος, εἴρετό μιν ὁ Ἀστυάγης Ἅρπαγε, τέῳ δὴ μόρῳ τὸν παῖδα κατεχρήσαο2 τόν τοι παρέδωκα ἐκ θυγατρὸς γεγονότα τῆς ἐμῆς; ὁ δὲ Ἅρπαγος ὡς εἶδε τὸν βουκόλον ἔνδον ἐόντα, οὐ τρέπεται ἐπὶ ψευδέα ὁδόν, ἵνα μὴ ἐλεγχόμενος ἁλίσκηται, ἀλλὰ λέγει τάδε.
当哈尔帕哥斯来到他面前时,阿斯提阿格斯问他:“哈尔帕哥斯,我交给你那个我女儿所生的孩子,你是用什么死法处置了他的?”哈尔帕哥斯一见牧牛人在里面,为了不至于在受审问时败露,便不走谎言之路,而是这样说道:
ὦ βασιλεῦ, ἐπείτε παρέλαβον τὸ παιδίον, ἐβούλευον σκοπέων ὅκως σοί τε ποιήσω κατὰ νόον, καὶ ἐγὼ πρὸς σὲ γινόμενος ἀναμάρτητος μήτε θυγατρὶ τῇ σῇ μήτε αὐτῷ σοὶ εἴην3 αὐθέντης.
“大王啊,当我接管那个孩子时,我便反复思量,考虑如何既能顺从您的意愿,又使我对于您而言不致犯罪,并且无论对于您的女儿还是您本人,我都不会成为亲手杀害他的凶手。
ποιέω δὴ ὧδε· καλέσας τὸν βουκόλον τόνδε παραδίδωμι τὸ παιδίον, φὰς σέ τε εἶναι τὸν κελεύοντα ἀποκτεῖναι αὐτό. καὶ λέγων τοῦτό γε οὐκ ἐψευδόμην· σὺ γὰρ ἐνετέλλεο οὕτω. παραδίδωμι μέντοι τῷδε κατὰ τάδε ἐντειλάμενος, θεῖναὶ μιν ἐς ἔρημον ὄρος καὶ παραμένοντα φυλάσσειν ἄχρι οὗ τελευτήσῃ, ἀπειλήσας παντοῖα τῷδε ἢν μὴ τάδε ἐπιτελέα ποιήσῃ.
于是我便这样做:我召来这位牧牛人,把孩子交给他,并说命令杀死他的是您。我这样说并没有撒谎,因为您的确是如此吩咐的。然而,我把孩子交给他时,也如此命令他:将孩子放在荒山之中,守在旁边看着他,直到他死去,并威胁他如果不执行这些命令,就将面临各种严惩。
ἐπείτε δὲ ποιήσαντος τούτου τὰ κελευόμενα ἐτελεύτησε τὸ παιδίον, πέμψας τῶν εὐνούχων τοὺς πιστοτάτους καὶ εἶδον διʼ ἐκείνων καὶ ἔθαψά4 μιν. οὕτω ἔσχε ὦ βασιλεῦ περὶ τοῦ πρήγματος τούτου, καὶ τοιούτῳ μόρῳ ἐχρήσατο ὁ παῖς.
而当这人执行了吩咐、孩子死去之后,我派去了我那些最亲信的太监,通过他们亲眼确认并埋葬了孩子。大王啊,关于这件事的经过就是如此,这孩子也是以这样的死法结束了生命的。”
- 1.117.1λόγον ἐλάσσω ἐποιέετο
短语 λόγον ἐλάσσω ποιεῖσθαι 是一个惯用表达,意为“轻视”、“不再重视”。此处与前面的属格独立成分 τοῦ βουκόλου 相关联,表示阿斯提阿格斯在牧牛人吐露实情后,不再对其多加追究或减弱了对他的愤怒。
- 1.117.2κατεχρήσαο
动词 καταχράομαι(此处为第二人称单数不定过去时中动态 κατεχρήσαο)通常支配与格,但在此处它以宾格 τὸν παῖδα 作为宾语,意为“杀害”、“处置”或“终结”。
- 1.117.3εἴην
由连接词 ὅκως 引导的从句动词。前面的 ποιήσω 使用了虚拟语气,而随后的 εἴην 则转为了祈愿语气(现在祈愿)。这是因为主句动词 ἐβούλευον 为过去时态(未完成过去时),从而触发了副次时态后的历史祈愿语气(historical optative)规则。
- 1.117.5πέμψας... καὶ εἶδον... καὶ ἔθαψα
分词 πέμψας(派遣后)后面接有连词 καί,并与主动词 εἶδον(我看见)以及 ἔθαψα(我埋葬了)并列。这种分词结构通过 καί 与限定动词并列的句法,强调了这一系列行动在时间与因果上的紧密连续性。
