- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.115.1-1.115.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-30
阿斯提阿格斯出于对阿尔提姆巴雷斯的尊重,召见了牧牛人和居鲁士并指责其暴力行为,但居鲁士从容自若地申辩,称自己是合法当选国王并依法惩罚了抗命之人。
ἀκούσας δὲ καὶ ἰδὼν Ἀστυάγης, θέλων τιμωρῆσαι τῷ παιδὶ1 τιμῆς τῆς Ἀρτεμβάρεος εἵνεκα, μετεπέμπετο τόν τε βουκόλον καὶ τὸν παῖδα. ἐπείτε δὲ παρῆσαν ἀμφότεροι, βλέψας πρὸς τὸν Κῦρον ὁ Ἀστυάγης ἔφη σὺ δὴ ἐὼν τοῦδε τοιούτου ἐόντος2 παῖς ἐτόλμησας τὸν τοῦδε παῖδα ἐόντος πρώτου παρʼ ἐμοὶ3 ἀεικείῃ τοιῇδε περισπεῖν; ὁ δὲ ἀμείβετο ὧδε. ὦ δέσποτα, ἐγὼ ταῦτα τοῦτον ἐποίησα4 σὺν δίκῃ. οἱ γάρ με ἐκ τῆς κώμης παῖδες, τῶν καὶ ὅδε ἦν, παίζοντες σφέων αὐτῶν ἐστήσαντο βασιλέα· ἐδόκεον γὰρ σφι εἶναι ἐς τοῦτο ἐπιτηδεότατος.
阿斯提阿格斯听了这些话,又见到了这孩子的伤痕,为了向阿尔提姆巴雷斯表示敬意,并想为这孩子复仇,便召来了牧牛人和他的儿子。当两人都来到时,阿斯提阿格斯看着居鲁士说道:“你既然是这样一个人的儿子,怎敢对在我身边地位最高的一位人物的儿子,施加如此的侮辱?” 居鲁士回答道: “主人,我对他做这些事是合乎情理的。因为村里的孩子们(他也是其中之一)在游戏时,立我为他们的国王,因为在他们看来,我是最适合这个职位的。
οἱ μέν νυν ἄλλοι παῖδες τὰ ἐπιτασσόμενα ἐπετέλεον, οὗτος δὲ ἀνηκούστεέ τε καὶ λόγον εἶχε οὐδένα, ἐς ὃ ἔλαβε τὴν δίκην.5 εἰ ὦν δὴ τοῦδε εἵνεκα ἄξιός τευ κακοῦ εἰμί, ὅδε τοὶ πάρειμι.
其他孩子都执行了指派给他们的任务,唯独此人不听命令,毫不理会,直到最后受到了惩罚。如果说我因此应该受到什么惩罚的话,瞧,我现在就在您面前。”
- 1.115.1θέλων τιμωρῆσαι τῷ παιδὶ
动词 τιμωρέω 接与格(τῷ παιδὶ)时,意为“为(某人)复仇”或“帮助(某人)”;若接宾格,则意为“惩罚(某人)”。此处使用与格,表示“想要为这孩子复仇(讨回公道)”。
- 1.115.2τοῦδε τοιούτου ἐόντος
指示代词 τοῦδε 指代站在一旁的牧牛人。分词短语 τοιούτου ἐόντος 是属格独立结构(“既然他是这样一个身份的人”),强调了牧牛人卑贱的社会地位。
- 1.115.2τὸν τοῦδε παῖδα ἐόντος πρώτου παρʼ ἐμοὶ
复杂的修饰结构。定冠词 τὸν 修饰宾格的 παῖδα(“儿子”),但在其间嵌入了属格的 τοῦδε(“这位”,即阿尔提姆巴雷斯)。分词短语 ἐόντος πρώτου παρʼ ἐμοὶ(“在我身边地位最高的人”)是与 τοῦδε 一致的属格,用于修饰阿尔提姆巴雷斯,而非修饰他的儿子。
- 1.115.2ἐγὼ ταῦτα τοῦτον ἐποίησα
动词 ποιέω 此处带双宾格,分别是指代事情的 ταῦτα(“这些事”)和指代人的 τοῦτον(“他”),意为“我对他做了这些事”。
- 1.115.3ἐς ὃ ἔλαβὲ τὴν δίκην
短语 ἐς ὅ 意为“直到……”。δίκην λαμβάνω(字面意为“取得惩罚”)在此处作被动理解,意为“直到他受到了惩罚”(以被鞭打的男孩为主语)。虽然也可以将居鲁士作为主语,理解为“直到(我)对他执行了惩罚”,但从上下文来看,将其理解为该男孩最终承受了不顺从的后果(即“受到惩罚”)更为自然。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 原文 1 处
