- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.108.1-1.108.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-30
阿斯提阿格斯梦见曼丹妮身上长出的葡萄藤遮蔽了亚洲,因恐惧而命令忠臣哈尔帕哥斯杀死新生儿居鲁士。
συνοικεούσης δὲ τῷ Καμβύσῃ τῆς Μανδάνης, ὁ Ἀστυάγης τῷ πρώτῳ ἔτεϊ εἶδε ἄλλην ὄψιν, ἐδόκεε δέ οἱ ἐκ τῶν αἰδοίων τῆς θυγατρὸς ταύτης φῦναι ἄμπελον, τὴν δὲ ἄμπελον ἐπισχεῖν τὴν Ἀσίην πᾶσαν.
在曼丹妮与康比塞斯共同生活的头一年,阿斯提阿格斯又梦见了另一个异象:他梦见从他这个女儿的私处长出了一株葡萄藤,而这株葡萄藤遮蔽了整个亚洲。
ἰδὼν δὲ τοῦτο καὶ ὑπερθέμενος τοῖσι ὀνειροπόλοισι, μετεπέμψατο ἐκ τῶν Περσέων τὴν θυγατέρα ἐπίτεκα ἐοῦσαν, ἀπικομένην δὲ ἐφύλασσε βουλόμενος τὸ γενόμενον ἐξ αὐτῆς διαφθεῖραι· ἐκ γάρ οἱ τῆς ὄψιος οἱ τῶν Μάγων ὀνειροπόλοι ἐσήμαινον ὅτι μέλλοι ὁ τῆς θυγατρὸς αὐτοῦ γόνος βασιλεύσειν ἀντὶ ἐκείνου.
他看见这个异象并将其倾诉给释梦者后,便从波斯召回了即将临产的女儿。当她到达后,他便将她置于监视之下,企图毁灭她将生下的孩子。因为玛戈僧中的释梦者根据这个梦向他预示,他女儿的后代将代替他成为国王。
ταῦτα δὴ ὦν φυλασσόμενος ὁ Ἀστυάγης, ὡς ἐγένετο ὁ Κῦρος, καλέσας Ἅρπαγον ἄνδρα οἰκήιον καὶ πιστότατόν τε Μήδων καὶ πάντων ἐπίτροπον τῶν ἑωυτοῦ, ἔλεγὲ οἱ τοιάδε.
因此,阿斯提阿格斯为了防范这些事情,在居鲁士出生后,便召来了哈尔帕哥斯——此人是他的亲信,不仅在米底人中最忠诚,而且是他一切事务的管理人——并对他说了以下的话:
Ἅρπαγε, πρῆγμα τὸ ἄν τοι προσθέω,1 μηδαμῶς παραχρήσῃ, μηδὲ ἐμέ τε παραβάλῃ καὶ ἄλλους ἑλόμενος ἐξ ὑστέρης σοὶ αὐτῷ περιπέσῃς· λάβε τὸν Μανδάνη ἔτεκε παῖδα,2 φέρων δὲ ἐς σεωυτοῦ ἀπόκτεινον, μετὰ δὲ θάψον τρόπῳ ὅτεῳ αὐτὸς βούλεαι.
“哈尔帕哥斯,我将要托付给你的任务,你绝不可疏忽,也不可背叛我而选择他人,以免日后给你自己招来灾祸。把曼丹妮所生的那个孩子带走,带回你自己的家里杀掉,然后用你本人认为合适的任何方式将他埋葬。”
ὁ δὲ ἀμείβεται ὦ βασιλεῦ, οὔτε ἄλλοτε κω παρεῖδες ἀνδρὶ τῷδε3 ἄχαρι οὐδέν, φυλασσόμεθα4 δὲ ἐς σὲ καὶ ἐς τὸν μετέπειτα χρόνον μηδὲν ἐξαμαρτεῖν. ἀλλʼ εἲ τοι φίλον τοῦτο οὕτω γίνεσθαι, χρὴ δὴ τό γε ἐμὸν ὑπηρετέεσθαι ἐπιτηδέως.
他回答说: “王啊,您以前从未在这个人身上发现过任何不忠之处,我们也正小心防范,无论现在还是将来都不对您犯下任何过错。但如果您的意愿是要如此行事,那么我的职责自当尽忠职守地去执行。”
- 1.108.4πρῆγμα τὸ ἄν τοι προσθέω
关系代词(此处使用爱奥尼亚方言中与指示代词同形的用法)与 ἄν 及虚拟语气(προσθέω)结合,表示未来不确定的普遍情况(“我将托付给你的任务”)。προσθέω 是 προστίθημι 的第一人称单数不定过去时主动虚拟语气。
- 1.108.4τὸν Μανδάνη ἔτεκε παῖδα
此处或是省略了关系代词 ὅν,或是先行词 παῖδα 被吸引到关系从句(Мανδάνη ἔτεκε)中形成了不规则语序(相当于 τὸν παῖδα ὃν Μανδάνη ἔτεκε)。意为“曼丹妮所生的那个孩子”。
- 1.108.5ἀνδρὶ τῷδε
指示代词 ὅδε(这)在此处代替第一人称代词 ἐμοί(我)使用,这是古典希腊语(尤其是诗歌和高雅散文)中的典型用法。意为“在这个人身上(在我身上)”。
- 1.108.5φυλασσόμεθα
虽然形式上是第一人称复数,但仅指说话者哈尔帕哥斯一人(即“威严复数”或单纯替代第一人称单数)。它与前文的 ἀνδρὶ τῷδε 相呼应,用以向君主表达恭顺与体面。
