← 狄摩西尼

控诉埃乌布利德斯

§34-40

反驳对母亲身份的诽谤与母方血统的证明

被告指出,埃乌布利德斯在没有任何证据的情况下诽谤其母亲为外国人或奴隶,辩称她是一名贫穷的雅典公民,并通过详细陈述母亲的家族谱系来传唤证人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34

προσῆκεν1 δήπουθεν εἰδότας αὐτὴν πολλοὺς ἥτις ἐστὶ μαρτυρεῖν, καὶ μὴ μόνον ἀκοήν, ἀλλʼ εἰ μὲν ξένη ἦν, τὰ τέλη ἐξετάσαντας τὰ ἐν τῇ ἀγορᾷ, εἰ ξενικὰ ἐτέλει, καὶ ποδαπὴ ἦν ἐπιδεικνύντας· εἰ δὲ δούλη, μάλιστα μὲν τὸν πριάμενον, εἰ δὲ μή, τὸν ἀποδόμενον ἥκειν καταμαρτυροῦντα, εἰ δὲ μή, τῶν ἄλλων τινά, ἢ ὡς ἐδούλευσεν ἢ ὡς ἀφείθη ἐλευθέρα. νῦν δὲ τούτων μὲν ἀπέδειξεν οὐδέν, λελοιδόρηκεν δέ, ὡς ἐμοὶ δοκεῖ, οὐδὲν ὅ τι οὔ. τοῦτο γάρ ἐστιν ὁ συκοφάντης, αἰτιᾶσθαι μὲν πάντα, ἐξελέγξαι δὲ μηδέν.

想必,许多知道她是谁的人理当出庭作证,而不仅仅凭传闻;也就是说,如果她是外国人,他们理应审查市场里的税收,看她是否缴纳了外国人税,并指明她是哪国人;如果她是奴隶,最起码买下她的人,否则就是卖出她的人,理应出庭作不利于她的指证,再不然就是其他什么人,来证明她是如何做奴隶的,或者她是如何被释放获得自由的。然而实际上,此人对这些事情没有做出任何证明,在我看来,他只是把能骂的都骂了一遍。因为所谓诬告者就是这样,指责一切,却什么也无法证实。

§35

ἐπεὶ κἀκεῖνο περὶ τῆς μητρὸς εἴρηκεν, ὅτι ἐτίτθευσεν. ἡμεῖς δέ, ὅθʼ ἡ πόλις ἠτύχει καὶ πάντες κακῶς ἔπραττον, οὐκ ἀρνούμεθα τοῦτο γενέσθαι· ὃν δὲ τρόπον καὶ ὧν ἕνεκʼ ἐτίτθευσεν, ἐγὼ σαφῶς ὑμῖν ἐπιδείξω. μηδεὶς δʼ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, δυσχερῶς ὑπολάβῃ· καὶ γὰρ νῦν ἀστὰς γυναῖκας πολλὰς εὑρήσετε τιτθευούσας, ἃς ὑμῖν καὶ κατʼ ὄνομα, ἐὰν βούλησθε, ἐροῦμεν. εἰ δέ γε πλούσιοι ἦμεν, οὔτʼ ἂν τὰς ταινίας ἐπωλοῦμεν οὔτʼ ἂν ὅλως ἦμεν ἄποροι. ἀλλὰ τί ταῦτα κοινωνεῖ τῷ γένει;

此外,关于我的母亲,他还说了那件事,即她做过乳母。我们并不否认,在城邦遭遇不幸、人人处境悲惨的时候,曾发生过这样的事;但我将向你们清楚地表明,她是以何种方式、又因何种原因担任乳母的。雅典的诸位,你们当中谁也不要对此产生反感;因为即使在今天,你们也会发现许多公民女性在做乳母,如果你们愿意,我们甚至可以逐一说出她们的名字。但是,如果我们当时富有,我们既不会卖带子,也不会陷入完全贫困的境地。可是,这些事情与血统又有什么关系呢?

§36

ἐγὼ μὲν οὐδὲν οἶμαι. μηδαμῶς, ὦ ἄνδρες δικασταί, τοὺς πένητας ἀτιμάζετε (ἱκανὸν γὰρ αὐτοῖς τὸ πένεσθαι κακόν), μηδέ γε τοὺς ἐργάζεσθαι καὶ ζῆν ἐκ τοῦ δικαίου προαιρουμένους· ἀλλʼ ἀκούσαντες, ἐὰν ὑμῖν ἐπιδεικνύω2 τῆς μητρὸς τοὺς οἰκείους οἵους προσήκει εἶναι ἀνθρώποις ἐλευθέροις, ἃ καταιτιᾶται περὶ αὐτῆς, ταύτας τὰς διαβολὰς ἐξομνυμένους, καὶ μαρτυροῦντας αὐτὴν ἀστὴν οὖσαν εἰδέναι, οὓς ὑμεῖς φήσετε πιστοὺς εἶναι, δικαίαν ἡμῖν θέσθε τὴν ψῆφον.

我个人认为毫无关系。审判官诸位,请绝不要轻视穷人(因为贫穷对他们来说已经是足够不幸的事了),也不要轻视那些选择通过正当手段劳作和生活的人;相反,在听我说完之后,如果我向你们证明我母亲的亲属都是自由人理应拥有的体面之人,且他们宣誓否认此人对她做出的这些诽谤,并证明他们知道她是一名公民——这些人是你们也会认为值得信赖的——请为我们投下公正的一票。

§37

ἐμοὶ γὰρ ἦν πάππος, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς μητρὸς πατήρ, Δαμόστρατος Μελιτεύς. τούτῳ γίγνονται τέτταρες παῖδες, ἐκ μὲν ἧς τὸ πρῶτον ἔσχεν γυναικὸς θυγάτηρ καὶ υἱὸς ᾧ ὄνομʼ Ἀμυθέων, ἐκ δὲ τῆς ὕστερον, Χαιρεστράτης, ἡ μήτηρ ἡ ἐμὴ καὶ Τιμοκράτης. τούτοις δὲ γίγνονται παῖδες, τῷ μὲν Ἀμυθέωνι Δαμόστρατος, τοῦ πάππου τοὔνομʼ ἔχων, καὶ Καλλίστρατος καὶ Δεξίθεος. καὶ ὁ μὲν Ἀμυθέων ὁ τῆς μητρὸς ἀδελφὸς τῶν ἐν Σικελίᾳ στρατευσαμένων καὶ τελευτησάντων ἐστίν, καὶ τέθαπται ἐν τοῖς δημοσίοις μνήμασιν· καὶ ταῦτα μαρτυρήσεται.

雅典的诸位,我有一位外祖父,即我母亲的父亲,名叫梅利特区的达莫斯特拉托斯。他育有四个孩子:他与第一任妻子生了一个女儿和一个名叫阿缪提翁的儿子,与后一任妻子海蕾斯特拉特生了我的母亲以及提摩克拉特斯。这些人也育有子女:阿缪提翁生了继承祖父名字的达莫斯特拉托斯、卡利斯特拉托斯和德克西特奥斯。而我母亲的兄弟阿缪提翁,是那些参加西西里远征并牺牲的人之一,他被安葬在公墓中;这些事情也将得到证明。

§38

τῇ δʼ ἀδελφῇ αὐτοῦ συνοικησάσῃ Διοδώρῳ Ἁλαιεῖ υἱὸς γίγνεται Κτησίβιος. καὶ οὗτος μὲν ἐτελεύτησεν ἐν Ἀβύδῳ μετὰ Θρασυβούλου στρατευόμενος, ζῇ δὲ τούτων ὁ Δαμόστρατος ὁ τοῦ Ἀμυθέωνος, τῆς μητρὸς ἀδελφιδοῦς τῆς ἐμῆς. τῆς δὲ Χαιρεστράτης τῆς ἐμῆς τήθης τὴν ἀδελφὴν λαμβάνει Ἀπολλόδωρος Πλωθεύς· τούτων γίγνεται Ὀλύμπιχος, τοῦ δʼ Ὀλυμπίχου Ἀπολλόδωρος, καὶ οὗτος ζῇ. καί μοι κάλει αὐτούς. ΜΑΡΤΥΡΕΣ.

而与哈莱区的迪奥多罗斯结婚的他的姐妹生了一个儿子克特西比奥斯。此人在与色拉西布洛斯一同远征时,在阿比多斯牺牲。而在这些人中,阿缪提翁的儿子、我母亲的侄子达莫斯特拉托斯仍然在世。另外,普洛特亚区的人阿波罗多罗斯娶了我外祖母海蕾斯特拉特的姐妹;他们生了奥林匹科斯,奥林匹科斯生了阿波罗多罗斯,此人也还健在。请帮我把他们传唤上来。 [证人]

§39

τούτων μὲν τοίνυν ἀκηκόατε μαρτυρούντων καὶ διομνυμένων· τὸν δὲ καὶ κατʼ ἀμφότερʼ ἡμῖν συγγενῆ καλῶ, καὶ τοὺς υἱεῖς αὐτοῦ. τῷ γὰρ Τιμοκράτει τῷ τῆς μητρὸς ἀδελφῷ τῆς ἐμῆς τῷ ὁμοπατρίῳ καὶ ὁμομητρίῳ γίγνεται Εὐξίθεος, τοῦ δʼ Εὐξιθέου τρεῖς υἱεῖς· οὗτοι πάντες ζῶσιν. καί μοι κάλει τοὺς ἐπιδημοῦντας αὐτῶν. ΜΑΡΤΥΡΕΣ.

那么,你们已经听到这些人作证并郑重宣誓了;接下来,我也传唤在双亲两边都与我们有血缘关系的亲属,以及他的儿子们。因为我母亲同父同母的兄弟提摩克拉特斯生了埃乌克西特奥斯,埃乌克西特奥斯生了三个儿子;他们全都健在。请帮我把他们中留在城里的人传唤上来。 [证人]

§40

λαβὲ δή μοι καὶ τὰς τῶν φρατέρων τῶν συγγενῶν τῶν τῆς μητρὸς καὶ δημοτῶν μαρτυρίας, καὶ ὧν τὰ μνήματα ταὐτά. ΜΑΡΤΥΡΙΑΙ. τὰ μὲν τοίνυν τοῦ γένους τοῦ τῆς μητρὸς οὕτως ὑμῖν ἐπιδεικνύω, καὶ πρὸς ἀνδρῶν καὶ πρὸς γυναικῶν ἀστήν. τῇ δὲ μητρὶ τῇ ἐμῇ γίγνεται, ὦ ἄνδρες δικασταί, τὸ μὲν πρῶτον ἐκ Πρωτομάχου, ᾧ αὐτὴν ὁ Τιμοκράτης ὁμομήτριος καὶ ὁμοπάτριος ὢν ἀδελφὸς ἔδωκεν,3 θυγάτηρ, εἶτʼ ἐκ τοῦ πατρὸς τοῦ ἐμοῦ ἐγώ. ὃν δὲ τρόπον τῷ πατρὶ τῷ ἐμῷ συνῴκησεν, ταῦθʼ ὑμᾶς ἀκοῦσαι δεῖ· καὶ γὰρ ἃ περὶ τὸν Κλεινίαν αἰτιᾶται καὶ τὸ τιτθεῦσαι τὴν μητέρα καὶ ταῦτα πάντʼ ἐγὼ σαφῶς ὑμῖν διηγήσομαι.

也请帮我拿取我母亲亲属的胞族成员、同区民、以及共享同一墓地者的证言。 [证言]因此,我就这样向你们证明我母亲的血统,在男性和女性双方都是公民。审判官诸位,我的母亲首先与普罗托马科斯(由她同父同母的兄弟提摩克拉特斯将其许配给他)生了一个女儿,接着与我的父亲生下了我。至于她是如何与我父亲结合的,你们必须要听一听;因为无论是关于他对克莱尼亚斯的指责,还是关于我母亲担任乳母的事,这一切我都会向你们清楚地细说。

语法注3 条
  1. 34προσῆκεν

    依赖于无人称动词 προσῆκεν(理当……)的一系列“带对格的不定式”结构(μαρτυρεῖν、ἥκειν)。不定式的逻辑主语为对格名词(πολλούς、τὸν πριάμενον、τὸν ἀποδόμενον、τῶν ἄλλων τινά),并伴有与之相一致的对格分词(εἰδότας、ἐξετάσαντας、ἐπιδεικνύντας、καταμαρτυροῦντα)。

  2. 36ἐὰν ὑμῖν ἐπιδεικνύω

    在由 ἐάν 引导的条件从句中,直接宾语 τῆς μητρὸς τοὺς οἰκείους(母亲的亲属)被与之相一致的分词 ἐξομνυμένους(宣誓否认)和 μαρτυροῦντας(作证)所修饰,其间还嵌套了关系从句 οὓς ὑμεῖς φήσετε πιστοὺς εἶναι。全句的主动词是句末的命令式 θέσθε。

  3. 40ἔδωκεν

    动词 δίδωμι(给予)指的是古雅典婚姻法中将女子“许配/赠予”(ekdosis)给新郎的法律行为。通常由作为新娘监护人(kyrios)的最亲近男性亲属(此处为同父同母的兄弟提摩克拉特斯)履行这一职责。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 2 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0014.tlg057.humanitext-grc2:34-40