← 狄摩西尼

控诉狄奥尼索多鲁斯

§28-36

罗得岛免息真相与依约偿还本息的义务

申诉人阐明了在罗得岛减免利息对于其他债权人而言是一笔有利可图的交易,并指出被告的辩词歪曲了契约。他强调,既然船只目前仍在安全航行,本金与利息便同样具有偿还义务,并要求再次宣读契约条款。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28

εἰ δέ τινες ἀφείκασίν τί σοι καὶ συγκεχωρήκασιν τοὺς εἰς Ῥόδον τόκους ὁτῳδήποτε τρόπῳ πεισθέντες, διὰ ταῦτα οὐδὲν ἀδικεῖς ἡμᾶς, οὓς παρασυγγεγράφηκας εἰς Ῥόδον καταγαγὼν τὴν ναῦν;1 οὐκ οἴομαί γε· οὐ γὰρ τὰ ὑφʼ ἑτέρων συγκεχωρημένα δικάζουσιν οὗτοι νῦν, ἀλλὰ τὰ ὑπʼ αὐτοῦ σοῦ πρὸς ἡμᾶς συγγεγραμμένα. ἐπεὶ ὅτι γε καὶ τὸ περὶ τὴν ἄφεσιν τῶν τόκων, εἰ ἄρα γέγονεν ὡς οὗτοι λέγουσιν, μετὰ τοῦ συμφέροντος τοῦ τῶν δανειστῶν γέγονε,2 πᾶσιν ὑμῖν φανερόν ἐστιν.

但是,如果有些人在以任何方式被说服之后,向你放弃了他们的部分权益,并同意接受到罗得岛为止的利息,难道由于这个原因,你就没有对我们犯下任何不公吗?我们可是因为你把船开进罗得岛而沦为你违反契约的受害者啊!我可不这么认为。因为法官们现在并不是在审判他人所作出的让步,而是在审判你自己与我们签订的契约条款。此外,即使这笔利息的免除确实如这些人所声称的那样发生了,它也是伴随着债权人自身的利益而发生的,这对于你们所有人都是显而易见的。

§29

οἱ γὰρ ἐκ τῆς Αἰγύπτου δανείσαντες τούτοις ἑτερόπλουν τἀργύριον εἰς Ἀθήνας, ὡς ἀφίκοντο εἰς τὴν Ῥόδον καὶ τὴν ναῦν ἐκεῖσε οὗτοι κατεκόμισαν, οὐδὲν οἶμαι διέφερεν αὐτοῖς ἀφεμένοις τῶν τόκων καὶ κομισαμένοις τὸ δάνειον ἐν τῇ Ῥόδῳ πάλιν ἐνεργὸν ποιεῖν3 εἰς τὴν Αἴγυπτον, ἀλλʼ ἐλυσιτέλει πολλῷ μᾶλλον τοῦτʼ ἢ δεῦρʼ ἐπαναπλεῖν.

因为那些为了从埃及到雅典的单程航行而借钱给这些人的人,当他们到达罗得岛且这些人将船开进那里的港口时,我想,如果他们免除利息并在罗得岛收回本金、然后再次将其投入到前往埃及的航行中,这对他们来说并无分别,相反,这比重新航行回这里要划算得多。

§30

ἐκεῖσε μέν γε ἀεὶ ὡραῖος ὁ πλοῦς, καὶ δὶς ἢ τρὶς ὑπῆρχεν αὐτοῖς ἐργάσασθαι τῷ αὐτῷ ἀργυρίῳ· ἐνταῦθα δʼ ἐπιδημήσαντας παραχειμάζειν ἔδει καὶ περιμένειν τὴν ὡραίαν. ὥστʼ ἐκεῖνοι μὲν οἱ δανεισταὶ προσκεκερδήκασιν καὶ οὐκ ἀφείκασι τούτοις οὐδέν· ἡμῖν δʼ οὐχ ὅπως4 περὶ τοῦ τόκου ὁ λόγος ἐστίν, ἀλλʼ οὐδὲ τἀρχαῖα ἀπολαβεῖν δυνάμεθα.

因为前往那里的航行总是应时的,他们可以用同一笔资金做两三次生意;而如果留在这里,他们就必须在这里过冬并等待适航季节。因此,那些债权人实际上获得了额外的利润,并没有向这些人放弃任何东西;而对于我们来说,不仅我们无法谈论利息,甚至连本金都无法收回。

§31

μὴ οὖν ἀποδέχεσθε τούτου φενακίζοντος ὑμᾶς καὶ τὰ πρὸς τοὺς ἄλλους δανειστὰς πεπραγμένα παραβάλλοντος, ἀλλʼ ἐπὶ τὴν συγγραφὴν ἀνάγετʼ αὐτὸν καὶ τὰ ἐκ τῆς συγγραφῆς δίκαια. ἔστι γὰρ ἐμοί τε λοιπὸν διδάξαι ὑμᾶς τοῦτο, καὶ οὗτος ἰσχυρίζεται τῷ αὐτῷ τούτῳ, φάσκων τὴν συγγραφὴν κελεύειν σωθείσης τῆς νεὼς ἀποδιδόναι τὸ δάνειον.

因此,不要允许这个人欺骗你们,并将与其他债权人达成的交易进行比较,而要把他拉回到契约以及源自契约的正当权利上来。因为剩下要由我向你们阐明的就是这一点,而他自己也正是依赖这同一条,声称契约规定在船只安全保全的情况下偿还贷款。

§32

καὶ ἡμεῖς ταῦτα οὕτω φαμὲν δεῖν ἔχειν. ἡδέως δʼ ἂν πυθοίμην αὐτοῦ σοῦ, πότερον ὡς ὑπὲρ διεφθαρμένης τῆς νεὼς διαλέγει, ἢ ὡς ὑπὲρ σεσῳσμένης. εἰ μὲν γὰρ διέφθαρται ἡ ναῦς καὶ ἀπόλωλεν, τί περὶ τῶν τόκων διαφέρει καὶ ἀξιοῖς ἡμᾶς κομίζεσθαι τοὺς εἰς Ῥόδον τόκους; οὔτε γὰρ τοὺς τόκους οὔτε τἀρχαῖα προσήκει ἡμᾶς ἀπολαβεῖν. εἰ δʼ ἐστὶν ἡ ναῦς σῶς καὶ μὴ διέφθαρται, διὰ τί ἡμῖν οὐκ ἀποδίδως τὰ χρήματα ἃ συνεγράψω;

我们也同意情况应当如此。但我很想亲口问问你,你是在船只已毁坏的假设下发言,还是在船只已安全保全的假设下发言?因为如果船只已经毁坏并损失了,为什么利息还成了问题,而你又要求我们接受到罗得岛为止的利息呢?因为在那种情况下,我们既不应该得到利息,也不应该得到本金。但如果船只完好且没有毁坏,你为什么不向我们偿还你签约借入的资金呢?

§33

πόθεν οὖν ἀκριβέστατα ἂν μάθοιτε, ἄνδρες Ἀθηναῖοι, ὅτι σέσῳσται ἡ ναῦς; μάλιστα μὲν ἐξ αὐτοῦ τοῦ εἶναι τὴν ναῦν ἐν πλῷ, οὐχ ἧττον δὲ καὶ ἐξ ὧν αὐτοὶ οὗτοι λέγουσιν. ἀξιοῦσιν γὰρ ἡμᾶς τά τε ἀρχαῖα ἀπολαβεῖν καὶ μέρος τι τῶν τόκων, ὡς σεσῳσμένης μὲν τῆς νεώς, οὐ πεπλευκυίας δὲ πάντα τὸν πλοῦν.

那么,雅典人啊,你们能从什么地方最准确地得知船只安全保全了呢?最主要是从该船目前正在航行这一事实本身,但同样也从这些人自己所说的话中得知。因为他们要求我们收回本金和一部分利息,理由是船只安全保全了,只是没有走完整个航程。

§34

σκοπεῖτε δέ, ὦ ἄνδρες Ἀθηναῖοι, πότερον ἡμεῖς τοῖς ἐκ τῆς συγγραφῆς δικαίοις χρώμεθα ἢ οὗτοι, οἳ οὔτε εἰς τὸ συγκείμενον ἐμπόριον πεπλεύκασιν, ἀλλʼ εἰς Ῥόδον καὶ Αἴγυπτον, σωθείσης τε τῆς νεὼς καὶ οὐ διεφθαρμένης5 ἄφεσιν οἴονται δεῖν εὑρίσκεσθαι τῶν τόκων παρασυγγεγραφηκότες, καὶ αὐτοὶ μὲν πολλὰ χρήματα εἰργασμένοι παρὰ τὴν σιτηγίαν τὴν εἰς Ῥόδον, τὰ δʼ ἡμέτερα χρήματα ἔχοντες καὶ καρπούμενοι δεύτερον ἔτος τουτί.

雅典人啊,请考虑一下,是我们遵循了契约的正当权利,还是这些人?他们没有航行到约定的商港,而是去了罗得岛和埃及,然而,在船只安全保全且没有毁坏的情况下,在违反了契约之后,他们却认为自己应当获得利息的减免;他们自己通过向罗得岛运输粮食赚取了大量资金,却占着我们的钱,并在今年这第二年里继续享受其收益。

§35

καινότατον δʼ ἐστὶ πάντων τὸ γιγνόμενον·6 τὸ μὲν γὰρ δάνειον τὸ ἀρχαῖον ἀποδιδόασιν ἡμῖν ὡς σεσῳσμένης τῆς νεώς, τοὺς τόκους δʼ ἀποστερῆσαι οἴονται δεῖν ὡς διεφθαρμένης. καίτοι ἡ συγγραφὴ οὐχ ἕτερα μὲν λέγει περὶ τῶν τόκων, ἕτερα δὲ περὶ τοῦ ἀρχαίου δανείσματος;

而所有事情中最不可思议的是正在发生的一幕:他们以船只安全保全为前提偿还我们的本金,却又以船只毁坏为前提,认为应当剥夺我们的利息。然而,难道契约对利息作了一套规定,对本金借款又作了另一套规定吗?

§36

ἀλλὰ τὰ δίκαια ταὐτὰ περὶ ἀμφοῖν ἐστιν καὶ ἡ πρᾶξις ἡ αὐτή. ἀνάγνωθι δέ μοι πάλιν τὴν συγγραφήν. ΣΥΓΓΡΑΦΗ Ἀθήνηθεν εἰς Αἴγυπτον καὶ ἐξ Αἰγύπτου Ἀθήναζε. ἀκούετε, ὦ ἄνδρες Ἀθηναῖοι· Ἀθήνηθεν, φησίν, εἰς Αἴγυπτον καὶ ἐξ Αἰγύπτου Ἀθήναζε. λέγε τὰ λοιπά. ΣΥΓΓΡΑΦΗ σωθείσης δὲ τῆς νεὼς εἰς Πειραιᾶ

不,关于这两者的权利是相同的,追讨方式也是一样的。请再为我读一遍契约。 契约 自雅典至埃及,及自埃及至雅典。 你们听到了,雅典人啊: “自雅典,”它说,“至埃及,及自埃及至雅典。” 读剩下的部分。 契约 若船只安全保全至比雷埃夫斯

语法注6 条
  1. 28οὓς παρασυγγεγράφηκας εἰς Ῥόδον καταγαγὼν τὴν ναῦν

    关系代词 οὓς 的先行词是前方的 ἡμᾶς。动词 παρασυγγράφω(对某人违反契约)接宾格,在此处意为“(你)对其违反了契约”。分词短语 εἰς Ῥόδον καταγαγὼν τὴν ναῦν(通过将船开进罗得岛)表示手段。

  2. 28μετὰ τοῦ συμφέροντος τοῦ τῶν δανειστῶν γέγονε

    短语 μετὰ τοῦ συμφέροντος... γέγονε 字面意思是“伴随着(债权人的)利益而发生”,即“以符合债权人利益的方式进行”。句式 γενέσθαι μετά τινος 表示某事在伴随或关联于某物的情况下发生。

  3. 29οὐδὲν οἶμαι διέφερεν αὐτοῖς ἀφεμένοις τῶν τόκων καὶ κομισαμένοις τὸ δάνειον ἐν τῇ Ῥόδῳ πάλιν ἐνεργὸν ποιεῖν

    无人称动词 διέφερεν 的主语是后文的不定式短语 πάλιν ἐνεργὸν ποιεῖν(再次投下资金)。与格代词 αὐτοῖς 与过去时分词 ἀφεμένοις(免除)及 κομισαμένοις(收回)一致,并作为该不定式的逻辑主语。整句结构为:“对于他们来说,免除利息、在罗得岛收回贷款并将其再次投入运营,并无任何差别。”

  4. 30οὐχ ὅπως

    短语 οὐχ ὅπως 与后文的 ἀλλʼ οὐδέ 连用构成相关结构,表示“不仅不……甚至连……也不……”或“非但谈不上……甚至连……也不能……”。在此处意为“我们不仅无法就利息进行争论,甚至连本金都无法收回”。

  5. 34σωθείσης τε τῆς νεὼς καὶ οὐ διεφθαρμένης

    属格独立结构。分词 σωθείσης 和 οὐ διεφθαρμένης 可以表示让步(“尽管船只已安全保全且没有毁坏”),在此处描述了他们声称应当免除利息时所处的事实背景(“在船只安全保全且未毁坏的前提下”)。

  6. 35καινότατον δʼ ἐστὶ πάντων τὸ γιγνόμενον

    单词 καινότατον 是形容词 καινός(新奇的、奇妙的、前所未有的)的中性最高级名词性用法。句子的主语是带冠词的分词 τὸ γιγνόμενον(发生的事情),整句意为“在所有发生的事情中最不可思议(最奇特)的是这个”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 1 处
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0014.tlg056.humanitext-grc2:28-36