← 狄摩西尼

控诉奥林匹奥多鲁斯

§25-32

成功收回遗产与奥林匹奥多罗斯的独吞

由于对手提出反宣誓,发言人与奥林匹奥多罗斯暂时失去了科蒙的遗产。奥林匹奥多罗斯回国后,他们重新策划,决定分别提起申索并最终赢得诉讼,但奥林匹奥多罗斯在胜诉后违背誓言独吞了全部财产。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25

ἐπειδὴ δὲ ἐκάλει ὁ ἄρχων εἰς τὸ δικαστήριον ἅπαντας τοὺς ἀμφισβητοῦντας κατὰ τὸν νόμον, ὑπωμοσάμεθα1 ἡμεῖς τουτονὶ Ὀλυμπιόδωρον δημοσίᾳ ἀπεῖναι στρατευόμενον. ὑπομοθέντος δὲ τούτου ἀνθυπωμόσαντο οἱ ἀντίδικοι, καὶ διαβάλλοντες Ὀλυμπιόδωρον τουτονί, ὕστεροι ἡμῶν λέγοντες, ἔπεισαν τοὺς δικαστὰς ψηφίσασθαι τῆς δίκης ἕνεκα ἀπεῖναι τουτονὶ καὶ οὐ δημοσίᾳ.

当执政官依法召集所有申索人到法庭时,我们宣誓称这位奥林匹奥多罗斯因公服役而不在场。在提出这一宣誓后,对方提出了反宣誓,并诽谤这位奥林匹奥多罗斯,在他们于我们之后发言时,说服了裁判员们投票判定,这位奥林匹奥多罗斯是因为诉讼而不在场,而不是因为公务。

§26

ψηφισαμένων δὲ ταῦτα τῶν δικαστῶν διέγραψεν ὁ ἄρχων Πυθόδοτος κατὰ τὸν νόμον τὴν τουτουὶ Ὀλυμπιοδώρου ἀμφισβήτησιν. διαγραφείσης δὲ ταύτης, ἐξ ἀνάγκης καὶ ἐμοὶ ἦν ἐκλιπεῖν τὴν τοῦ ἡμικληρίου ἀμφισβήτησιν. γενομένων δὲ τούτων ἐπεδίκασεν ὁ ἄρχων τοῖς ἀντιδίκοις τοῖς ἡμετέροις τὸν κλῆρον τὸν Κόμωνος· ταῦτα γὰρ οἱ νόμοι αὐτὸν ἠνάγκαζον ποιεῖν.

当裁判员们投票作出这一决定后,执政官皮托多托斯依法驳回了这位奥林匹奥多罗斯的申索。由于该申索被驳回,我也不得不放弃对一半遗产的申索。这些事情发生后,执政官将科蒙的遗产判给了我们的对手;因为法律强迫他这样做。

§27

ἐπειδὴ δὲ ἐπεδικάσαντο, εὐθὺς εἰς Πειραιᾶ ἐλθόντες παρελάμβανον πάντα ὅσα ἡμῶν εἶχεν ἑκάτερος νειμάμενος ἐν τῇ μερίδι. κἀγὼ μὲν ἐπιδημῶν αὐτὸς παρέδωκα (ἀνάγκη γὰρ ἦν πείθεσθαι τοῖς νόμοις), τὰ δὲ Ὀλυμπιοδώρου, ἀποδημοῦντος τούτου, ἅπαντα ᾤχοντο λαβόντες, πλὴν τοῦ ἀργυρίου οὗ2 εἶχεν αὐτὸς παρὰ τοῦ ἀνθρώπου τοῦ οἰκέτου, ὃν ἐβασάνισεν· οὐ γὰρ εἶχον ὅπου ἐπιλάβοιντο τοῦ ἀργυρίου.

当他们获得判决后,立即前往比雷埃夫斯,接管了我们各自在分得的份额中占有的一切财产。而我因为在城里,便亲自交出了财产(因为不得不服从法律);但至于奥林匹奥多罗斯的财产,由于他不在国内,他们便将其全部拿走,除了他自己从那个受他拷问的仆人那里得到的银钱之外;因为他们不知道从哪里可以夺取那笔银钱。

§28

καὶ τὰ μὲν πραχθέντα ταῦτʼ ἦν ἐν τῇ ἀποδημίᾳ τῇ Ὀλυμπιοδώρου, καὶ τῆς κοινωνίας τῆς πρὸς τοῦτον ταῦτα ἐγὼ ἀπέλαυσα. ἐπειδὴ δὲ ἐπεδήμησεν οὗτος καὶ οἱ ἄλλοι στρατιῶται, ἠγανάκτει Ὀλυμπιόδωρος οὑτοσί, ὦ ἄνδρες δικασταί, ἐπὶ τοῖς συμβεβηκόσι, καὶ ἡγεῖτο δεινὰ πεπονθέναι. ἐπειδὴ δὲ μεστὸς ἐγένετο ἀγανακτῶν, ἐσκοποῦμεν πάλιν καὶ ἐβουλευόμεθα κοινῇ ἐγὼ καὶ Ὀλυμπιόδωρος οὑτοσί, ὅντινα τρόπον τούτων τι πάλιν κομιούμεθα.

在奥林匹奥多罗斯出国期间发生的事情就是这些,而我从与他的合伙关系中得到的就是这些结果。但当他和其他士兵回国后,审判员先生们,这位奥林匹奥多罗斯对发生的事情感到非常愤怒,认为自己遭受了不公正的对待。当他发泄完愤怒后,我和这位奥林匹奥多罗斯再次共同商议和策划,如何才能重新夺回这些财产中的一部分。

§29

καὶ ἐδόκει ἡμῖν βουλευομένοις προσκαλεῖσθαι τοὺς ἐπιδεδικασμένους κατὰ τὸν νόμον, καὶ ἐκ τῶν ὑπαρχόντων ἀσφαλέστατον εἶναι μὴ ἐν τῷ αὐτῷ ἡμᾶς ἀμφοτέρους τὸν κίνδυνον ποιεῖσθαι πρὸς τοὺς ἀμφισβητοῦντας, ἀλλὰ χωρὶς ἑκάτερον, καὶ τουτονὶ μὲν Ὀλυμπιόδωρον ὅλου τοῦ κλήρου λαχεῖν, ὥσπερ τὸ πρότερον, καὶ ἀγωνίζεσθαι καθʼ αὑτόν, ἐμὲ δὲ τοῦ ἡμικληρίου, ἐπειδὴ καὶ Κάλλιππος ὁ ἀδελφὸς ὁ ἐμὸς τοῦ ἡμικληρίου μόνον ἠμφεσβήτει, ὅπως, ἐὰν μὲν Ὀλυμπιόδωρος οὑτοσὶ ἐπιτύχῃ τοῦ ἀγῶνος, ἐγὼ κατὰ τὰς συνθήκας καὶ τοὺς ὅρκους πάλιν τὸ μέρος λάβοιμι3 παρὰ τούτου, ἐὰν δʼ ἄρα ἀποτύχῃ καὶ τὰ ἕτερα ψηφίσωνται οἱ δικασταί, οὗτος παρʼ ἐμοῦ καλῶς καὶ δικαίως ἀπολαμβάνοι, ὥσπερ ὠμόσαμεν ἀλλήλοις καὶ συνεθέμεθα. ἐπειδὴ δὲ ταῦτʼ ἐβουλευσάμεθα καὶ ἐδόκει ἀσφαλέστατʼ εἶναι καὶ ἐμοὶ καὶ Ὀλυμπιοδώρῳ, προσεκλήθησαν ἅπαντες οἱ ἔχοντες τὰ τοῦ Κόμωνος κατὰ τὸν νόμον. καί μοι ἀνάγνωθι τὸν νόμον, καθʼ ὃν ἡ πρόσκλησις ἐγένετο. ΝΟΜΟΣ. κατὰ τὸν νόμον τοῦτον, ὦ ἄνδρες δικασταί, ἡ πρόσκλησις ἐγένετο, καὶ τὰς ἀμφισβητήσεις ἀντεγραψάμεθα, ὃν τρόπον τουτῳὶ ἐδόκει Ὀλυμπιοδώρῳ. καὶ μετὰ ταῦτα ὁ ἄρχων ἀνέκρινε πᾶσιν ἡμῖν τοῖς ἀμφισβητοῦσιν, καὶ ἀνακρίνας εἰσήγαγεν εἰς τὸ δικαστήριον. καὶ οὑτοσὶ Ὀλυμπιόδωρος ἠγωνίζετο πρῶτος, καὶ ἔλεγεν ὅ τι ἐβούλετο, καὶ μαρτυρίας παρείχετο ἃς ἐδόκει τούτῳ· κἀγώ, ὦ ἄνδρες δικασταί, σιωπῇ ἐκαθήμην ἐπὶ τοῦ ἑτέρου βήματος. τοῦτον δὲ τὸν τρόπον κατασκευασθέντος τοῦ ἀγῶνος ἐνίκησεν ῥᾳδίως.

在我们商议时,我们认为应当依法传唤那些已被判定获得遗产的人,而且在目前的情况下,最稳妥的做法是我们两人不要在同一场诉讼中共同向争夺者冒险,而是各自独立进行;由这位奥林匹奥多罗斯像以前一样起诉申索全部遗产并独自争辩,而我则起诉申索一半遗产,因为我的兄弟卡利普斯也仅仅申索一半遗产,以便在这一诉讼中,如果这位奥林匹奥多罗斯胜诉,我便可以根据契约和誓言从他那里拿回我的份额;而如果万一他败诉,裁判员们作出了相反的判决,他也可以从我这里合理且公正地分得其份额,正如我们彼此宣誓并约定的那样。当我们商定好这些,且这在我和奥林匹奥多罗斯看来都是最稳妥的办法时,占有科蒙财产的所有人便都依法被传唤了。请为我宣读那条作为传唤依据的法律。 〔法律〕审判员先生们,正是根据这条法律进行了传唤,并且我们按照这位奥林匹奥多罗斯认为合适的方式提交了申索书。此后,执政官对我们所有申索人进行了预审,并在预审后将案件提交给法庭。这位奥林匹奥多罗斯首先进行辩论,发表了他想说的任何话,并出示了他认为合适的证词;而我,审判员先生们,则静静地坐在另一个发言台上。诉讼以这种方式准备后,他轻而易举地胜诉了。

§32

νικήσας δὲ καὶ διαπραξαμένων ἅπαντα ὅσα ἐβουλήθημεν ἐν τῷ δικαστηρίῳ, καὶ ἀπολαβὼν παρὰ τῶν πρότερον ἐπιδικασαμένων ὅσα ἦσαν ἐκεῖνοι παρʼ ἡμῶν εἰληφότες, ταῦτα δὴ πάντα ἔχων καὶ τὸ ἀργύριον ὃ ἔλαβεν παρὰ τοῦ ἀνθρώπου τοῦ βασανισθέντος, οὐδʼ ὁτιοῦν ἠθέληκεν τῶν δικαίων πρός με ποιῆσαι, ἀλλʼ ἔχει αὐτὸς ἅπαντα, ὀμωμοκὼς καὶ συνθήκας πρός με ποιησάμενος ἦ μὴν ἰσομοιρήσειν. καὶ αἱ συνθῆκαι αὗται ἔτι καὶ νῦν κεῖνται παρὰ τῷ Ἀνδροκλείδῃ, καὶ μεμαρτύρηκεν αὐτὸς πρὸς ὑμᾶς.

然而,在他胜诉并我们在法庭上实现了我们所希望的一切之后,并且从之前被判得遗产的人手里收回了他们从我们这拿走的全部财产之后,尽管他占有了所有这些,以及他从那个受拷问的人那里得到的银钱,他却不愿对我履行任何应尽的义务,而是独自占有一切,尽管他曾宣誓并与我签署契约,保证平分财产。直到今天,这份契约仍存放在安德罗克莱德斯那里,正如他本人向你们作证的那样。

语法注3 条
  1. 25ὑπωμοσάμεθα

    意为“宣誓申请延期”。它带有所属不定式 ἀπεῖναι(不在场),是雅典法律语境下的专业术语,指当事人宣誓证明某人因公不在场以求延期审判。

  2. 27οὗ

    关系代词吸引(attraction)的例子。由于受到先行词 τοῦ ἀργυρίου(属格)的影响,关系代词由原本作为及物动词 εἶχεν 的直接宾语应采用的宾格 ὅ 变为了属格 οὗ。

  3. 30λάβοιμι

    置于目的从句 ὅπως 中的希求语气。由于前句中的主句动词 ἐδόκει 为过去时(未完成过去时),由于时态呼应(斜格希求语气),此处使用希求语气 λάβοιμι(以及 ἀπολαμβάνοι)代替虚拟语气。条件从句中的 ἐπιτύχῃ 和 ἀποτύχῃ(ἐάν + 虚拟语气)仍保持原样,形成了混合条件结构。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0014.tlg048.humanitext-grc2:25-32