← 狄摩西尼

控诉莱奥哈雷斯

§17-25

跨越三代的非法收养与男系的继承权

发言人揭露了作为女系远亲的对手如何通过连续三代非法维持收养关系来不当占有阿基阿德斯的财产,并指出在最后一个养子无嗣去世后,作为男系最近亲属的己方理应享有继承权。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17

τὸ γὰρ ἐξ ἀρχῆς, ὦ ἄνδρες δικασταί, ἐκδιδόασιν τὴν ἀδελφὴν τὴν ἑαυτῶν ὁ Μειδυλίδης καὶ ὁ Ἀρχιάδης Λεωστράτῳ Ἐλευσινίῳ· μετὰ δὲ ταῦτα ἐκ θυγατρὸς τῆς ἐκδοθείσης ἀδελφῆς ταύτης αὐτῶν γίγνεται Λεωκράτης ὁ πατὴρ Λεωστράτου τουτουί, σκέψασθε ὡς πολλοστὸς εἰς τὴν τοῦ Ἀρχιάδου συγγένειαν προσήκων, ὑπὲρ οὗ1 τὴν διαμαρτυρίαν πεποίηται. τούτων δʼ οὕτως ἐχόντων ὁ μὲν Ἀρχιάδης οὐκ ἐγάμει, ὁ δὲ Μειδυλίδης ὁ ἀδελφὸς αὐτοῦ, πάππος δὲ τουτουὶ ἔγημε.

裁判官们,起初,梅迪利德斯和阿基阿德斯把他们的姐妹嫁给了埃莱夫西斯区的莱奥斯特拉托斯;在此之后,从这位被出嫁的姐妹的女儿那里,生下了这里的莱奥斯特拉托斯的父亲莱奥克拉特斯。请看,在莱奥斯特拉托斯为其提出异议申诉的阿基阿德斯的亲属关系中,他是多么疏远的亲戚啊。在这种情况下,阿基阿德斯没有结婚,而他的兄弟、这里的这位的祖父梅迪利德斯则结婚了。

§18

καὶ οὐδέπω τὴν οὐσίαν ἐνέμοντο, ἀλλʼ ἑκάτερος ἔχων τὰ ἱκανὰ ὁ μὲν Μειδυλίδης ἐν τῷ ἄστει διέμενεν, ὁ δὲ Ἀρχιάδης ἐν Σαλαμῖνι ᾤκει. οὐ πολλῷ δὲ χρόνῳ ὕστερον ἀποδημίας τινὸς εἰς τὴν ὑπερορίαν συμβάσης τῷ Μειδυλίδῃ τῷ πάππῳ τῷ τοῦ πατρός, ἠρρώστησεν ὁ Ἀρχιάδης, καὶ τελευτᾷ τὸν βίον ἀπόντος τοῦ Μειδυλίδου ἄγαμος ὤν. τί τούτου σημεῖον; λουτροφόρος ἐφέστηκεν ἐπὶ τῷ τοῦ Ἀρχιάδου τάφῳ.

他们当时还没有分割财产,而是各自拥有足够的财物,梅迪利德斯留在城里,而阿基阿德斯住在萨拉米斯。此后不久,当我的父亲的祖父梅迪利德斯因事出国前往境外时,阿基阿德斯生了病,并在梅迪利德斯不在国内期间,未婚去世。这有什么证据呢?在阿基阿德斯的墓上,立着一个捧水瓶的少女像(lutrophoros)。

§19

ἐν δὲ τούτῳ τῷ καιρῷ ἔχων τὴν τῆς συγγενείας τῆς πρὸς γυναικῶν πρόφασιν Λεωκράτης ὁ τουτουὶ πατὴρ Λεωστράτου εἰσποιεῖ αὑτὸν υἱὸν τῷ Ἀρχιάδῃ, καὶ ἐνεβάτευσεν οὕτως εἰς τὴν οὐσίαν ὡς ὑπʼ ἐκείνου ζῶντος ἔτι εἰσποιηθείς. ἀφικόμενος δὲ ὁ Μειδυλίδης ἠγανάκτει τε τῷ γεγενημένῳ καὶ οἷος ἦν2 ἐπεξιέναι τῷ Λεωκράτει· πειθόντων δὲ τῶν οἰκείων καὶ δεομένων ἐᾶν ἐν τῷ οἴκῳ εἶναι τὸν Λεωκράτην υἱὸν εἰσποιητὸν τῷ Ἀρχιάδῃ, συνεχώρησεν ὁ Μειδυλίδης, οὐχ ἡττηθεὶς ἐν δικαστηρίῳ, ἀλλὰ τὸ μὲν ὅλον ὑπὸ τούτων ἀπατηθείς, ἔπειτα μέντοι καὶ τοῖς οἰκείοις πειθόμενος.

在这一关键时刻,这里的莱奥斯特拉托斯的父亲莱奥克拉特斯,利用女系亲属关系作为借口,将自己立为阿基阿德斯的养子,并以阿基阿德斯生前他就已被收养的名义,占有了这份财产。但是,梅迪利德斯回来后,对所发生的事情极为愤怒,并准备起诉莱奥克拉特斯。然而,在亲属们的说服和恳求下,希望他允许莱奥克拉特斯作为阿基阿德斯的养子留在这个家族中,梅迪利德斯妥协了,这并不是因为他在法庭上败诉,而是因为他整体上被这些人欺骗,而且也听从了亲属们的劝说。

§20

καὶ ὁ μὲν Μειδυλίδης ταῦτα πράξας τελευτᾷ τὸν βίον, ὁ δὲ Λεωκράτης εἶχεν τὴν τοῦ Ἀρχιάδου οὐσίαν καὶ ἐκληρονόμει πολλὰ ἔτη ὡς ἂν ἐκείνου υἱὸς ποιητός· ἡμεῖς δὲ παρὰ τὸ τὸν Μειδυλίδην ταῦτα συγχωρῆσαι3 ἡσυχίαν εἴχομεν. χρόνῳ δʼ ὕστερον οὐ πολλῷ—τοῖς γὰρ μετὰ ταῦτα λόγοις ἤδη σφόδρα τὸν νοῦν προσέχετε, ὦ ἄνδρες δικασταί·

梅迪利德斯在这样处理之后便去世了,而莱奥克拉特斯则拥有阿基阿德斯的财产,并作为他的养子继承了许多年;而我们因为梅迪利德斯同意了此事,所以一直保持沉默。此后不久——裁判官们,对于这之后的陈述,请你们现在务必高度集中注意力——

§21

ὁ γὰρ Λεωκράτης ὁ εἰσποιητὸς γενόμενος τῷ Ἀρχιάδῃ, ἐγκαταλιπὼν τουτονὶ Λεώστρατον ἐν τῷ οἴκῳ υἱὸν γνήσιον, ἐπανῆλθεν αὐτὸς εἰς τοὺς Ἐλευσινίους, ὅθεν ἦν τὸ ἐξ ἀρχῆς. καὶ οὐδʼ ἐνταῦθα οὐδέπω ἡμεῖς οὐδὲν τῶν πραγμάτων τῶν περὶ τὸν κλῆρον ἐκινοῦμεν, ἀλλʼ ἐμένομεν ἐπὶ τῶν αὐτῶν.

因为,成为阿基阿德斯养子的那个莱奥克拉特斯,在把这里的莱奥斯特拉托斯作为亲生儿子留在该家族之后,自己回到了他起初所属的埃莱夫西斯居民之中。即便在那个时候,我们也没有对这份遗产提起任何诉讼,而是保持原状。

§22

πάλιν τοίνυν Λεώστρατος αὐτὸς οὑτοσί, εἰσποιητὸς ὢν υἱὸς καὶ ἐγκαταλειφθεὶς ἐν τῷ τοῦ Ἀρχιάδου οἴκῳ, ἐπανέρχεται, ὥσπερ ὁ πατὴρ αὐτοῦ, ἐπὶ τοὺς Ἐλευσινίους, ἐγκαταλιπὼν υἱὸν γνήσιον καὶ διὰ τριῶν σωμάτων4 κυρίαν τὴν ἐξ ἀρχῆς ποίησιν παρὰ τοὺς νόμους καταστήσας.

此外,这里的莱奥斯特拉托斯本人,作为养子被留在阿基阿德斯的家族中,也像他的父亲一样,在留下一个亲生儿子之后,又回到了埃莱夫西斯人那里,从而违背法律,通过三代人使最初的收养关系得以确立。

§23

πῶς γὰρ οὐ παρὰ τοὺς νόμους, ὁπότʼ εἰσποιητὸς αὐτὸς ὢν εἰσποιητοὺς υἱοὺς ἐγκαταλείπων ἐπανῄει; καὶ τοῦτο διατετέλεκε ποιῶν μέχρι ταύτης τῆς ἡμέρας, καὶ διὰ τούτου τοῦ τρόπου τὴν κληρονομίαν ἡμῶν ἀποστερήσειν οἴονται, ἐνεργαζόμενοι μὲν καὶ ἐμπαιδοτροφούμενοι τῇ τοῦ Ἀρχιάδου οὐσίᾳ, ἐπανιόντες δὲ ἐπὶ τὴν πατρῴαν οὐσίαν ἐκεῖθεν ἀεί, κἀκείνην μὲν ἀκέραιον φυλάττοντες, ταύτην δʼ ἀναλίσκοντες.

因为,他自己本是养子,却在留下作为养子的儿子后离去,这怎能不违背法律呢?他们直到今天一直在这样做,并想通过这种方式剥夺我们的继承权,他们利用阿基阿德斯的财产进行生产并抚养孩子,却总是从那里回到他们父辈的财产中,保护那一边的财产完整无缺,却把这一边的财产挥霍殆尽。

§24

ἀλλʼ ὅμως τούτων τοιούτων ὄντων, ὅπερ εἶπον, ἡμεῖς ὑπεμένομεν ἅπαντα. μέχρι τίνος; ἕως ὁ Λεωκράτης ὁ ὑπὸ Λεωστράτου ἐν τῷ οἴκῳ τῷ Ἀρχιάδου ἐγκαταλειφθεὶς υἱὸς τετελεύτηκεν ἄπαις. τούτου δὲ ἄπαιδος τετελευτηκότος, ἀξιοῦμεν ἡμεῖς οἱ γένει ἐγγυτάτω ὄντες Ἀρχιάδῃ κληρονομεῖν τῆς οὐσίας, καὶ μὴ τῷ τετελευτηκότι τῷ αὐτῷ εἰσποιητῷ ὄντι υἱὸν εἰσποιεῖν ἐπʼ ἀποστερήσει τῶν ἡμετέρων.

然而,尽管情况如此,正如我所说,我们还是忍受了这一切。直到什么时候呢?直到由莱奥斯特拉托斯留在阿基阿德斯家中的儿子莱奥克拉特斯无子去世。由于他无子去世,我们在血统上作为阿基阿德斯最近的亲属,要求继承这笔财产,而不应给那个本身也是养子的死者再立养子,从而剥夺我们的权利。

§25

εἰ μὲν γὰρ αὐτὸς ζῶν ἐποιήσατο, καίπερ ὄντος παρὰ τὸν νόμον τοῦ ἔργου, οὐκ ἀντιλέγομεν· ἐπειδὴ δὲ οὔτε γόνῳ ἦν αὐτῷ υἱὸς οὐδεὶς οὔτʼ ἐποιήσατο ζῶν, ὁ δὲ νόμος τοῖς ἐγγύτατα γένους τὰς κληρονομίας ἀποδίδωσι, πῶς οὐ δίκαιοί ἐσμεν ἡμεῖς τούτων μὴ ἀποστερηθῆναι κατʼ ἀμφότερα;

因为如果他自己在生前收养了儿子,尽管这种行为违反了法律,我们也不会反对。然而,既然他既没有亲生儿子,也没有在生前收养过儿子,而法律又规定将遗产分配给最近的亲属,那么无论从哪一方面来看,我们不被剥夺这些财产难道不是理所当然的吗?

语法注4 条
  1. 17ὑπὲρ οὗ

    关系代词 οὗ 的先行词是前文的 Ἀρχιάδου。与介词 ὑπέρ(代表、以……的名义)连用,表示该异议申诉是代表阿基阿德斯(或为了争夺其遗产)而提出的。

  2. 19οἷος ἦν

    关系形容词 οἷος 与动词 'to be' 连用,后接不定式(此处为指代起诉的 ἐπεξιέναι),表示主语的倾向、准备或意图(即“他正准备起诉”或“他大有诉诸法律之势”)。

  3. 20παρὰ τὸ τὸν Μειδυλίδην ταῦτα συγχωρῆσαι

    介词 παρά 加上带冠词不定式的宾格。在这里它不表示其通常的“违反”之意,而是表示原因或理由(“由于梅迪利德斯同意了这些事”)。

  4. 22διὰ τριῶν σωμάτων

    字面意思是“通过三个身体(世代)”。这是一个法律习惯表达,指收养关系通过留下一位亲生儿子作为继承人的方式,在连续三代人(莱奥克拉特斯、莱奥斯特拉托斯以及后来的莱奥克拉特斯)中得以延续。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(2 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0014.tlg044.humanitext-grc2:17-25