- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg042.humanitext-grc2:6-12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
说话人揭露了费尼普斯在其领地上关于大麦和木材处置的不法行为并提交了证词。随后,他谴责费尼普斯违背了两项法律,在请求推迟后仍未履行和解会面和提交财产清单的承诺。
ἔπειτα παρεσημηνάμην τὰ οἰκήματα, καὶ τοῦτον ἐκέλευον εἰς τἀμὰ βαδίζειν. μετὰ δὲ ταῦτα ἠρόμην ὅπου ὁ σῖτος εἴη ὁ ἀπηλοημένος· ἦσαν γὰρ νὴ τοὺς θεοὺς καὶ τὰς θεάς, ἄνδρες δικασταί, δύο ἅλως αὐτόθι, μικροῦ πλέθρου ἑκατέρα. ὁ δὲ ἀπεκρίνατό μοι, ὅτι ὁ μὲν πεπραμένος εἴη τοῦ σίτου, ὁ δʼ ἔνδον ἀποκείμενος.
然后我封存了那些房屋,并要求他去我的财产处。此后,我询问脱粒的大麦在哪里;因为诸位陪审员,凭着众神与女神起誓,那里有两个脱粒场,每一个的大小都将近一普勒特隆。他回答我说,一部分大麦已经卖掉了,其余的存放在里面。
τέλος δέ, ἵνα μὴ μακρολογῶ, καταστήσας φυλάττειν ἔνδον τινάς, καὶ νὴ Δίʼ ἀπειπὼν καὶ κωλύσας τοὺς ὀνηλάτας μὴ ἐξάγειν1 τὴν ὕλην ἐκ τῆς ἐσχατιᾶς (πρὸς γὰρ τῇ ἄλλῃ οὐσίᾳ τῇ Φαινίππου, ὦ ἄνδρες δικασταί, καὶ αὕτη πρόσοδος μεγάλη ἐστὶν αὐτῷ· ἓξ ὄνοι διʼ ἐνιαυτοῦ ὑλαγωγοῦσιν, καὶ λαμβάνει οὗτος πλέον ἢ δώδεκα δραχμὰς τῆς ἡμέρας) τούτοις ἀπειπών, ὥσπερ λέγω, τῆς ὕλης μὴ ἅπτεσθαι, καὶ ἐπαγγείλας ἐπὶ τὰ ἱερὰ Φαινίππῳ κατὰ τὸν νόμον ἀπαντᾶν, ᾠχόμην ἀπιὼν εἰς ἄστυ.
最后,为了长话短说,我安排了人在里面看守,并且凭宙斯起誓,禁止并阻止了那些赶驴人从领地运走木材(因为诸位陪审员,除了费尼普斯的其他财产之外,这也是他的一大收入来源:六头驴子全年度都在运送木材,他每天能赚取十二多德拉克马),正像我所说的,我禁止他们动用这些木材,并依法传唤费尼普斯在神庙前会合,随后我便动身返回城里。
πρῶτον μὲν οὖν τῶν εἰρημένων τὰς μαρτυρίας ὑμῖν παρέξομαι, ἔπειτα καὶ περὶ τῶν ἄλλων ἀκούσεσθε πάσας τὰς ἀληθείας· τουτονὶ γάρ, ὦ ἄνδρες δικασταί, Φαίνιππον εὑρήσετʼ εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας ἀρξάμενον τοῦ μηδὲν δίκαιον ποιεῖν. παρεσημηνάμην τὰ οἰκήματα, τοῦ νόμου μοι δεδωκότος· οὗτος ἀνέῳξεν. καὶ τὸ μὲν ἀφελεῖν τὸ σημεῖον ὁμολογεῖ, τὸ δʼ ἀνοῖξαι τὴν θύραν οὐχ ὁμολογεῖ, ὥσπερ ἄλλου τινὸς ἕνεκα τὰ σημεῖα ἀφαιροῦντας2 ἢ τοῦ τὰς θύρας ἀνοῖξαι.
因此,首先,我将向你们提供关于上述陈述的证词,然后你们将听到关于其余事情的全部真相。因为诸位陪审员,你们会发现这位费尼普斯从第一天开始就根本不按公义行事。我依法封存了那些房屋;他却启开了它们。他承认去除了封印,但不承认打开了门,仿佛人们去除封印是为了除了开门以外的其他什么目的似的。
ἔπειτʼ ἀπεῖπον τὴν ὕλην μὴ ἐξάγειν· ἐξῆγεν οὗτος ἁπάσας τὰς ἡμέρας, πλὴν ἐκείνης ἐν ᾗ ἐγὼ ἀπεῖπον. χρέως οὐδʼ ὁτιοῦν ὠφείλετʼ ἐπὶ τῇ ἐσχατιᾷ· νῦν οὗτος ἀποφαίνει πολλά. ἁπλῶς ποιεῖ ὅ τι ἂν βούληται, οὐχ ὅ τι οἱ νόμοι κελεύουσιν. λέγε τὰς μαρτυρίας, πρῶτον μὲν τὰς περὶ τοῦ μετάλλου, ἔπειτα καὶ τὰς ἄλλας. ΜΑΡΤΥΡΙΑΙ. ἃ μὲν τοίνυν εὐθὺς τῇ πρώτῃ ἡμέρᾳ μετὰ τὰς ἀντιδόσεις ἤρξατό με Φαίνιππος ἀδικεῖν, ἀκηκόατε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἐμοῦ καὶ τῶν μαρτύρων. τὰ δὲ μετὰ ταῦτα γεγενημένα οὐκέτι εἰς ἐμὲ μόνον αὐτῷ ἡμάρτηται, ἀλλὰ καὶ εἰς τοὺς νόμους, ὑπὲρ ὧν ὑμῖν ἅπασι σπουδαστέον ἐστίν.
接下来,我禁止他们运走木材;除了我禁止的那一天外,他每天都把木材运走。领地上本不欠任何债务;现在他却申报了许多债。简而言之,他只做自己想做的事,而不是法律命令的事。请读证词,首先是关于矿山的,然后是其他的。 证言那么,关于费尼普斯在财产交换后的第一天便立即开始对我行不义之事,雅典的众位先生,你们已经从我和证人那里听到了。但在那之后发生的事情,他所犯下的过错不再仅仅是对我个人,也是对法律的,而为了法律,你们大家必须竭力维护。
ὀμόσας γὰρ τῇ ἑνδεκάτῃ τοῦ βοηδρομιῶνος μηνὸς ἀποφανεῖν ὀρθῶς καὶ δικαίως τὴν οὐσίαν, καὶ τοῦ νόμου διαρρήδην λέγοντος τριῶν ἡμερῶν ἀφʼ ἧς ἂν ὀμόσῃ διδόναι τὴν ἀπόφασιν, ἐδεῖτό μου προσελθὼν πρόσθε τῶν δικαστηρίων μετὰ Πολυεύκτου τοῦ Κριωέως καὶ ἑτέρων τινῶν, πρῶτον μὲν περὶ διαλύσεως συνελθεῖν αὑτῷ· πάντα γάρ μοι τὰ δίκαια ποιήσειν· ἔπειτα τὴν ἀπόφασιν τῆς οὐσίας ἀναβαλέσθαι μὴ πολλὰς ἡμέρας· οὐ γὰρ ἀγνοεῖν μου τὰ πράγματα.
因为他虽然在博埃德罗米昂月十一日宣誓要正确且公正地申报财产,且法律明确规定在宣誓之日起三天内提交财产清单,但他还是在法庭前找到我,在克里奥阿区的波吕厄克托斯和其他几个人的陪同下,恳求我,首先,与他会面达成和解,因为他声称会对我履行一切公义;其次,将他财产清单的提交推迟几天,因为他说他并不是不了解我的处境。
ἡγησάμενος δʼ ἐγὼ καὶ μετρίου καὶ ἀπράγμονος εἶναι πολίτου3 μὴ εὐθὺς ἐπὶ κεφαλὴν εἰς τὸ δικαστήριον βαδίζειν, ἐπείσθην (τί γὰρ δεῖ μακρολογεῖν;) τὴν μὲν σύνοδον τὴν περὶ τῶν διαλύσεων τῇ ὀγδόῃ φθίνοντος τοῦ βοηδρομιῶνος μηνὸς ὁμολογῆσαι ποιήσασθαι, τὴν δὲ ἀπόφασιν τῆς οὐσίας τῇ ἕκτῃ φθίνοντος. τυχὼν δὲ τούτων ἀμφοτέρων παρʼ ἐμοῦ Φαίνιππος οὐδʼ εἰς ἑτέραν τῶν ἡμερῶν ἀπήντησεν· ἀλλʼ ἀνθʼ ἑνὸς δύο νόμους ἥκει πρὸς ὑμᾶς παραβεβηκώς, ἕνα μὲν τὸν κελεύοντα τριῶν ἡμερῶν ἀφʼ ἧς ἂν ὀμόσῃ τὴν οὐσίαν ἀποφαίνειν, ἕτερον δὲ τὸν κελεύοντα κυρίας εἶναι τὰς πρὸς ἀλλήλους ὁμολογίας, ἃς ἂν ἐναντίον ποιήσωνται μαρτύρων.
我认为,不立即一头扎进法庭才是一个温和且安分守己的公民的本分,于是我同意了(何必长篇大论呢?),约定在博埃德罗米昂月下旬第八天举行关于和解的会面,在下旬第六天提交财产清单。但费尼普斯从我这里得到了这两项宽限,却在这两天里哪天都没有露面。相反,他来到你们面前,违背的不是一项,而是两项法律:一是命令在宣誓后三天内申报财产的法律,二是命令在证人面前达成的相互协定应当具有法律效力的法律。
- 7κωλύσας τοὺς ὀνηλάτας μὴ ἐξάγειν
表示阻碍、禁止的动词 κωλύω(以及前文的 ἀπειπών)后面接不定式时,常带有冗余的否定词 μή。在翻译时,该 μή 不需要译为双重否定,其意为“阻止/禁止做[某事]”。
- 8ὥσπερ ἄλλου τινὸς ἕνεκα τὰ σημεῖα ἀφαιροῦντας
阳性复数宾格分词 ἀφαιροῦντας 假设了一个泛指的“人们”作为其逻辑主语。这种结构类似于省略了主语的“宾格加不定式”句式,意为“仿佛人们去除封印”。
- 12μετρίου καὶ ἀπράγμονος εἶναι πολίτου
属格短语 μετρίου καὶ ἀπράγμονος ... πολίτου 用作动词 εἶναι 的表语,表示性质、特征或本分(所有/属性属格),意为“是一个温和且安分守己的公民的本分”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
