← 狄摩西尼

控诉法尼普斯

§20-26

贫富对比与费尼普斯逃避公共义务

诉讼人对比了自己与费尼普斯的经济状况,指责其继承两份财产却长期逃避公共义务,并请求陪审团惩罚这种逃避公益的富人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20

καὶ τί λέγεις ἔτι καὶ βοᾷς; πόλλʼ ἐκ τῶν ἔργων τῶν ἀργυρείων ἐγώ, Φαίνιππε, πρότερον αὐτὸς τῷ ἐμαυτοῦ σώματι πονῶν καὶ ἐργαζόμενος συνελεξάμην· ὁμολογῶ. νυνὶ δὲ πλὴν ὀλίγων ἅπαντʼ ἀπολώλεκα. σὺ δʼ ἐκ τῆς ἐσχατιᾶς νῦν πωλῶν τὰς κριθὰς ὀκτωκαιδεκαδράχμους καὶ τὸν οἶνον δωδεκάδραχμον πλουτεῖς εἰκότως, ἐπειδὰν ποιῇς1 σίτου μὲν μεδίμνους πλέον ἢ χιλίους, οἴνου δὲ μετρήτας ὑπὲρ ὀκτακοσίους.

那么你为什么还在争辩和叫嚷呢?费尼普斯啊,我承认,以前我自己身体力行、辛勤劳作,确实从银山事业中积攒了许多财富。但现在,除了极少的一部分,我已失去了一切。而你呢,如今从你的领地卖出大麦每麦斗十八德拉克马,葡萄酒每计量桶十二德拉克马,自然富裕得很,因为你生产了一千多麦斗的粮食和八百多计量桶的葡萄酒。

§21

ἔτʼ οὖν τὴν αὐτὴν ἡμᾶς τάξιν ἔχειν δεῖ, μὴ τῆς αὐτῆς τύχης ἡμῖν παρακολουθούσης2 νῦν τε καὶ πρότερον; μηδαμῶς· οὐ γὰρ δίκαιον. ἀλλὰ διάδεξαι καὶ σὺ καὶ μετάλαβε μικρὸν χρόνον τῆς τοῦ λῃτουργοῦντος τάξεως, ἐπειδὴ οἱ μὲν ἐν τοῖς ἔργοις ἠτυχήκασιν, ὑμεῖς δʼ οἱ γεωργοῦντες εὐπορεῖτε μᾶλλον ἢ προσῆκεν. ἱκανὸν γὰρ χρόνον δύʼ οὐσίας καρπούμενος διατελεῖς, τὴν μὲν τοῦ φύσει πατρὸς Καλλίππου, τὴν δὲ τοῦ ποιησαμένου σε, Φιλοστράτου τοῦ ῥήτορος, καὶ οὐδὲν πώποτε τουτοισὶ πεποίηκας.

那么,在现在和过去我们未能伴随同样命运的情况下,我们难道还应该保持同样的地位吗?绝不应该,因为这不公正。相反,你也该来轮流承担,在短时间内分担一下履行公共义务者的地位,因为从事矿业的人遭遇了不幸,而你们从事农业的人却富裕得不合常理。因为你已经有足够长的时间一直在享受两份财产的收益,一份是生父卡里普斯的,另一份是收养你的辩论家菲洛斯特拉托斯的,而你却从未为这里的公民们做过任何事。

§22

καίτοι ὁ μὲν ἐμὸς πατὴρ πέντε καὶ τετταράκοντα μνῶν μόνων ἑκατέρῳ, ἐμοὶ καὶ τῷ ἀδελφῷ, τὴν οὐσίαν κατέλιπεν, ἀφʼ ἧς ζῆν οὐ ῥᾴδιόν ἐστιν· οἱ δὲ σοὶ πατέρες τοσούτων ἦσαν κύριοι χρημάτων, ὥσθʼ ἑκατέρου τρίπους ἀνάκειται, νικησάντων αὐτῶν Διονύσια χορηγούντων. καὶ οὐ φθονῶ· δεῖ γὰρ τοὺς εὐπόρους χρησίμους αὑτοὺς παρέχειν τοῖς πολίταις. σὺ τοίνυν δεῖξον χαλκοῦν ἕνα μόνον εἰς τὴν πόλιν ἀνηλωκώς, ὁ τὰς δύο λῃτουργούσας οὐσίας παρειληφώς.3

然而,我的父亲只留给我们——我和我兄弟——每人仅四十五米纳的财产,靠这笔财产生活并不容易;而你的两位父亲拥有的财富如此之多,以至于他们每人都曾作为歌队赞助人夺冠,并因此各献纳了一个三脚祭器。我并不嫉妒,因为富人应当让自己对公民有用。那么,你这个继承了两份要承担公共义务的财产的人,请指给我看你曾为城邦花费过哪怕一个铜板。

§23

ἀλλʼ οὐ δείξεις· ἀποκρύπτεσθαι γὰρ καὶ διαδύεσθαι καὶ πάντα ποιεῖν ἐξ ὧν μὴ λῃτουργήσεις τουτοισὶ μεμάθηκας. ἀλλʼ ἐγὼ δείξω πόλλʼ ἀνηλωκώς, ὁ τὴν μικρὰν οὐσίαν παραλαβὼν παρὰ τοῦ πατρός. πρῶτον δέ μοι τὸν νόμον ἐκεῖνον ἀνάγνωθι τὸν οὐκ ἐῶντα τῶν ἐν τοῖς ἔργοις οὐδὲν ἀποφαίνειν καὶ τὴν πρόκλησιν, ἔπειτα τὰς μαρτυρίας ὡς δύʼ οἴκων λῃτουργούντων οὑτοσὶ Φαίνιππος κεκληρονόμηκεν. ΝΟΜΟΣ. ΠΡΟΚΛΗΣΙΣ. ΜΑΡΤΥΡΙΑΙ.

但你指不出来。因为你已经学会了隐藏财产、逃避责任,并想方设法不对这里的公民们履行公共义务。但我会指给你看,我这个从父亲那里继承微薄财产的人,却花费了许多。不过,请先为我朗读那项不准申报任何矿山事业资产的法律,以及挑战书,接着朗读证明这个费尼普斯继承了两个要承担公共义务之家庭的证词。 法律。挑战书。证言。

§24

ἓν μόνον ἄν τις ἔχοι δεῖξαι τουτονὶ Φαίνιππον πεφιλοτιμημένον εἰς ὑμᾶς, ἄνδρες δικασταί· ἱπποτρόφος ἀγαθός ἐστιν καὶ φιλότιμος, ἅτε νέος καὶ πλούσιος καὶ ἰσχυρὸς ὤν. τί τούτου μέγα σημεῖον; ἀποδόμενος τὸν πολεμιστήριον ἵππον καταβέβηκεν ἀπὸ τῶν ἵππων, καὶ ἀντʼ ἐκείνου ὄχημʼ αὑτῷ τηλικοῦτος ὢν ἐώνηται, ἵνα μὴ πεζῇ πορεύηται· τοσαύτης οὗτος τρυφῆς ἐστι μεστός. καὶ τοῦτʼ ἀπογέγραφέν μοι, τῶν δὲ κριθῶν καὶ τοῦ οἴνου καὶ τῶν ἄλλων τῶν ἐκ τῆς ἐσχατιᾶς γιγνομένων οὐδὲ τὸ δέκατον μέρος.

诸位陪审员,如果说这个费尼普斯有什么对你们表现出热心公益的地方,大概只有一件事:他是一个优秀且热心的马匹饲养者,毕竟他年轻、富有且强壮。关于这一点有什么重大证据呢?他卖掉了战马,不再骑马,而是以这样的年纪,为了不步行,为自己买了一辆马车。他是如此充满奢靡。他向我申报了这辆马车,但对于大麦、葡萄酒以及那个领地出产的其他东西,却连十分之一都没有申报。

§25

ἄξιον ἀφεῖναι νῦν αὐτόν ἐστιν, ἐπειδὴ χρήσιμος καὶ φιλότιμος καὶ τῇ οὐσίᾳ καὶ τῷ σώματι; πολλοῦ γε καὶ δεῖ. καλῶν γὰρ κἀγαθῶν ἐστι δικαστῶν4 τοὺς μὲν τῶν πολιτῶν ἐθελοντάς, ὅταν εὐπορῶσι, λῃτουργοῦντας καὶ ἐν τοῖς τριακοσίοις ὄντας ἀναπαύειν, ὅταν τούτου δεόμενοι τυγχάνωσιν, τοὺς δὲ νομίζοντας ἀπολλύειν, ὅταν εἰς τὸ κοινόν τι δαπανήσωσιν, ἄγειν εἰς τοὺς προεισφέροντας καὶ μὴ ἐπιτρέπειν δραπετεύειν. λέγε πρῶτον μὲν τὴν μαρτυρίαν, ἔπειτα τὴν ἀπόφασιν αὐτοῦ. ΜΑΡΤΥΡΙΑ. ΑΠΟΦΑΣΙΣ.

现在,因为他在财产和身体上对国家有用且有公益心,就理应放免他吗?差得远呢!因为体面高尚的陪审员的职责是:一方面,对于那些在富裕时自愿履行公共义务并名列“三百人会”的市民,在他们需要时给予修整;另一方面,对于那些认为为公益付出就是损失财产的人,要把他们拉入预付捐税者的队伍,决不容许他们逃避。请先朗读证词,然后朗读他的财产申报。 证言。申报书。

§26

ἔα ταῦτα. καίτοι πολλὰ τῶν ἔνδοθεν ἐκφορήσας, ὦ ἄνδρες δικασταί, Φαίνιππος, ἀνοίξας τὰ παρασεσημασμένα τῶν οἰκημάτων, ὡς ὑμῖν μεμαρτύρηται, καὶ καταλιπὼν ὅσα ἔδοξεν αὐτῷ, δευτέρῳ μηνὶ5 τὴν ἀπόφασιν ἔδωκέ μοι τῆς οὐσίας. ἀλλʼ ὅμως ἔα ταῦτα. λέγε δʼ ἐντευθενί ἐπὶ τούτοις τάδε ὀφείλω. ΑΠΟΦΑΣΙΣ.

这些且不提。然而,诸位陪审员,费尼普斯正如向你们证实的那样,从里面搬走了许多东西,打开了被封存的屋子,只留下他自己愿意留下的东西,直到第二个月才把财产申报书交给我。但无论如何,这些且不提。请读这里的字句: “在这些财产之外,我还欠下以下债务:” 申报书。

语法注5 条
  1. 20ἐπειδὰν ποιῇς

    连词 ἐπειδάν(ἐπειδή + ἄν)接虚拟语气通常表示一般性时间或条件(每当……时),但在本句语境中,它带有强烈的因果语气,用以说明对手致富的客观事实依据。

  2. 21μὴ τῆς αὐτῆς τύχης ἡμῖν παρακολουθούσης

    带有否定词 μὴ 的属格绝对结构。此处使用 μή 而非 οὐ,表明该分词短语具有条件语气(“如果在同等命运不相随的情况下”)。

  3. 22ὁ τὰς δύο λῃτουργούσας οὐσίας παρειληφώς

    主格带冠词分词短语,在此起呼格或同格作用,指向前面单数第二人称命令式 δεῖξον 的主语(“你这个继承了……的人”)。在紧接着的 §23 中,类似的主格分词(ὁ... παραλαβών)也作为“我”的同格出现。

  4. 25καλῶν γὰρ κἀγαθῶν ἐστι δικαστῶν

    属格 δικαστῶν 作为系动词(ἐστί)的表语,表示“属于……的职责/品质”(“这乃是高尚且正直的陪审员的职责”),后面接不定式 ἀναπάυειν 与 ἄγειν 来说明具体职责。

  5. 26δευτέρῳ μηνὶ

    表示时间的与格,指从基准点(协议达成之日或法定期限)算起的“第二个月”,用以强调对方提交财产申报书的严重拖延。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0014.tlg042.humanitext-grc2:20-26