- 底本
- Demosthenes. Orationes, Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg033.humanitext-grc2:9-15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
由于阿帕图里奥斯企图将船只和奴隶运出雅典逃走,发言人为自己和帕尔农介入干预并收回了资金,从而彻底结清了他们之间的契约。此后,为了解决帕尔农与阿帕图里奥斯之间产生的新纠纷,双方同意提交私人仲裁。
τὸν μὲν τρόπον τοῦτον1 ἀπήλλαξεν τοὺς χρήστας Ἀπατούριος οὑτοσί. οὐ πολλῷ δὲ χρόνῳ μετὰ ταῦτα τῆς τραπέζης ἀνασκευασθείσης, καὶ τοῦ Ἡρακλείδου κατʼ ἀρχὰς κεκρυμμένου, ἐπιβουλεύει οὑτοσὶ τούς τε παῖδας ἐκπέμψαι Ἀθήνηθεν καὶ τὴν ναῦν ἐξορμίσαι ἐκ τοῦ λιμένος. ὅθεν ἐμοὶ πρὸς τοῦτον ἡ πρώτη διαφορὰ ἐγένετο. αἰσθόμενος γὰρ ὁ Παρμένων ἐξαγομένων τῶν παίδων ἐπιλαμβάνεται καὶ τὴν ναῦν κατεκώλυσεν αὐτὸν ἐξορμίζειν, καὶ μεταπεμψάμενος ἐμὲ λέγει τὸ πρᾶγμα.
就这样,这个阿帕图里奥斯摆脱了债权人。此后不久,当银行破产、赫拉克莱德斯起初隐匿起来时,此人图谋将奴隶们送出雅典,并将船只驶出港口。由此,我与他之间产生了第一次不和。因为帕尔农察觉到奴隶们正被带走,便上前阻拦,并阻止他将船只驶出,随后派人召我去,将此事告诉了我。
ὡς δʼ ἤκουσα, τοῦτον μὲν ἀνοσιώτατον ἡγησάμην εἶναι τῷ ἐπιχειρήματι, ἐσκοπούμην δὲ ὅπως αὐτός τε ἀπολυθήσομαι τῆς ἐγγύης τῆς ἐπὶ τὴν τράπεζαν, καὶ ὁ ξένος μὴ ἀπολεῖ ἃ διʼ ἐμοῦ τούτῳ ἐδάνεισεν. καταστήσας δὲ φύλακας τῆς νεὼς διηγησάμην τοῖς ἐγγυηταῖς τῆς τραπέζης τὴν πρᾶξιν, καὶ παρέδωκα τὸ ἐνέχυρον, εἰπὼν αὐτοῖς ὅτι δέκα μναῖ ἐνείησαν τῷ ξένῳ ἐν τῇ νηί. ταῦτα δὲ πράξας κατηγγύησα τοὺς παῖδας, ἵνʼ εἴ τις ἔνδεια γίγνοιτο, τὰ ἐλλείποντα ἐκ τῶν παίδων εἴη.
我听闻此事后,认为他的这种企图极其不敬,便思虑如何使我自己免除对银行的担保责任,并使那位外邦人不至于失去通过我借给此人的资金。在对船只安插看守后,我向银行的保证人们详细说明了这一行为,并将抵当物移交给了他们,告诉他们船里有属于那位外邦人的十个米纳。做完这些后,我扣押了奴隶们,以便一旦出现任何不足,可以用奴隶来弥补缺额。
καὶ ἐγὼ μὲν ἐπειδὴ ἔλαβον τοῦτον ἀδικοῦντα, διωρθωσάμην ὑπὲρ ἐμαυτοῦ καὶ τοῦ ξένου· ὁ δʼ ὥσπερ ἀδικούμενος, ἀλλʼ οὐκ ἀδικῶν ἐμέμφετό μοι, καὶ ἠρώτα εἰ οὐχ ἱκανόν μοι εἴη αὐτῷ ἀπολυθῆναι τῆς ἐγγύης τῆς πρὸς τὴν τράπεζαν, ἀλλὰ καὶ ὑπὲρ τοῦ ἀργυρίου τοῦ Παρμένοντος τὴν ναῦν κατεγγυῶ2 καὶ τοὺς παῖδας, καὶ ὑπὲρ ἀνθρώπου φυγάδος ἀπεχθανοίμην αὑτῷ.
当我因抓住他行不义而为我自己和那位外邦人纠正事态时,他却像个受害者而不是加害者一样责怪我,问我免除对银行的担保难道还不够,竟然还要为了帕尔农的钱扣押船只和奴隶,并且为了一个流亡者而与他结怨。
ἐγὼ δὲ τὸν πιστεύοντα ἐμαυτῷ τοσούτῳ ἔφην ἧττον ἂν περιιδεῖν,3 ὅσῳ φυγὰς ὢν καὶ ἀτυχῶν ἠδικεῖτο ὑπὸ τούτου. πάντα δὲ ποιήσας καὶ εἰς πᾶσαν ἀπέχθειαν τούτῳ ἐλθών, μόλις εἰσέπραξα τὸ ἀργύριον, πραθείσης τῆς νεὼς τετταράκοντα μνῶν, ὅσουπερ ἡ θέσις ἦν. ἀποδοθεισῶν δὲ τῶν τριάκοντα μνῶν ἐπὶ τὴν τράπεζαν καὶ τῶν δέκα μνῶν τῷ Παρμένοντι, ἐναντίον πολλῶν μαρτύρων τάς τε συγγραφὰς ἀνειλόμεθα, καθʼ ἃς ἐδανείσθη τὰ χρήματα, καὶ τῶν συναλλαγμάτων ἀφεῖμεν καὶ ἀπηλλάξαμεν ἀλλήλους, ὥστε μήτε τούτῳ πρὸς ἐμὲ μήτʼ ἐμοὶ πρὸς τοῦτον πρᾶγμα εἶναι μηδέν. καὶ ὡς ἀληθῆ λέγω, ἀκούσατε τῶν μαρτυριῶν. ΜΑΡΤΥΡΙΑΙ.
但我回答说,我越是不可能抛弃一个信任我的人,尤其是他作为一个流亡和不幸的人,正在遭受此人的不公对待。在尽了一切努力并与他彻底结怨之后,在船只以四十米纳(正是抵押时的金额)售出后,我才艰难地收回了资金。当三十米纳归还给银行、十米纳归还给帕尔农后,在众多证人面前,我们取消了借款的契约,并免除和解了彼此之间由交易产生的所有债务,使得他对我、我对他也互不相干。为了证明我说的是实话,请听证言。 证言。
μετὰ ταῦτα τοίνυν ἐμοὶ μὲν οὔτε μεῖζον οὔτε ἔλαττον πρὸς αὐτὸν συμβόλαιον γέγονεν· ὁ δὲ Παρμένων ἐδικάζετο τούτῳ τῶν τε πληγῶν ὧν ἔλαβεν ὑπὸ τούτου, ὅτε τῶν παίδων ἐξαγομένων ἐπελάβετο, καὶ ὅτι τοῦ εἰς Σικελίαν πλοῦ διὰ τοῦτον κατεκωλύθη. ἐνεστηκυίας δὲ τῆς δίκης δίδωσιν ὁ Παρμένων ὅρκον τούτῳ περί τινων ἐγκλημάτων, καὶ οὗτος ἐδέξατο, ἐπιδιαθέμενος4 ἀργύριον, ἐὰν μὴ ὀμόσῃ τὸν ὅρκον. καὶ ὅτι ἀληθῆ λέγω, λαβέ μοι τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ.
在此之后,我和他之间没有发生任何大大小小的契约。但帕尔农因在奴隶被带走而上前阻拦时遭受此人的殴打,以及由于此人而被阻止前往西西里的航行,而对此人提起诉讼。在诉讼进行期间,帕尔农对此人的某些控诉提出宣誓挑战,此人接受了挑战,并存放了一笔资金,作为若不宣誓则予以没收的惩罚。为了证明我说的是实话,请为我取来证言。 证言。
δεξάμενος τοίνυν τὸν ὅρκον, εἰδὼς ὅτι πολλοὶ αὑτῷ συνείσονται ἐπιορκήσαντι, ἐπὶ μὲν τὸ ὀμόσαι οὐκ ἀπήντα, ὡς δὲ δίκῃ λύσων τὸν ὅρκον προσκαλεῖται τὸν Παρμένοντα. ἐνεστηκυιῶν δʼ αὐτοῖς τῶν δικῶν πεισθέντες ὑπὸ τῶν παρόντων εἰς ἐπιτροπὴν ἔρχονται, καὶ γράψαντες συνθήκας ἐπιτρέπουσιν ἑνὶ μὲν διαιτητῇ κοινῷ Φωκρίτῳ πολίτῃ αὑτῶν, ἕνα δʼ ἑκάτερος παρεκαθίσατο, οὗτος μὲν Ἀριστοκλέα Ὀῆθεν, ὁ δὲ Παρμένων ἐμέ.
既然接受了宣誓,因知道许多人会知道他伪誓,他并没有出面宣誓,反而传唤帕尔农,企图通过诉讼来免除誓言。在他们的诉讼进行期间,经在场众人的劝说,他们同意进行仲裁,在写下协议后,他们将事情委托给一位共同的仲裁人,即他们的同胞福克里托斯,且双方各请了一位协助人坐在身旁,此人请了欧俄区的阿里斯托克莱斯,帕尔农请了我。
καὶ συνέθεντο ἐν ταῖς συνθήκαις, εἰ μὲν τρεῖς ὄντες ὁμογνώμονες γενοίμεθα, ταῦτα κύρια εἶναι αὑτοῖς, εἰ δὲ μή, οἷς5 οἱ δύο γνοίησαν, τούτοις ἐπάναγκες εἶναι ἐμμένειν. συνθέμενοι δὲ ταῦτα, ἐγγυητὰς τούτων ἀλλήλοις κατέστησαν, οὗτος μὲν ἐκείνῳ τὸν Ἀριστοκλέα, ὁ δὲ Παρμένων τούτῳ Ἄρχιππον Μυρρινούσιον. καὶ τὸ μὲν πρῶτον ἐτίθεντο τὰς συνθήκας παρὰ τῷ Φωκρίτῳ, εἶτα κελεύσαντος τοῦ Φωκρίτου παρʼ ἄλλῳ τινὶ θέσθαι, τίθενται παρὰ τῷ Ἀριστοκλεῖ. καὶ ὡς ἀληθῆ λέγω, ἀκούσατε τῶν μαρτυριῶν. ΜΑΡΤΥΡΙΑΙ.
他们在协议中约定,如果作为三人的我们意见一致,则该决定对他们有效;若不一致,则他们必须服从我们其中两人所做出的决定。达成协议后,他们就这些条件互设了保证人,此人给帕尔农提供了阿里斯托克莱斯,帕尔农给此人提供了米里努斯区的阿尔基波斯。起初,他们将协议存放在福克里托斯处,后来在福克里托斯要求存放在他人处之后,他们将其存放在阿里斯托克莱斯处。为了证明我说的是实话,请听证言。 证言。
- 9τὸν μὲν τρόπον τοῦτον
方式状语的副词性宾格,意为“以这种方式”或“就这样”。
- 11ἀλλὰ καὶ ... κατεγγυῶ
在由动词 ἠρώτα(询问)引导的间接疑问/间接引语从句中,前半句使用间接引语的希求法(εἴη),而后半句在 ἀλλὰ καί 之后保留了直说法的现在时(κατεγγυῶ),生动地呈现了指控者直接而紧迫的口吻。
- 12ἂν περιιδεῖν
依赖于动词 ἔφην(我说)的不定词短语。这代表了直接引语中的 ἂν περιίδοιμι(表示潜在的 ἄν + 希求法)或 ἂν περιεῖδον(表示违背事实的 ἄν + 直说法过去时)在间接引语中转化为 ἂν + 第二不定过去时不定词的形式,表示“我绝不会袖手旁观/抛弃”。
- 13ἐπιδιαθέμενος
动词 ἐπιδιατίθεμαι 的不定过去时分词中动态。这是一个雅典法律术语,指在进行宣誓挑战时,存入一笔“追加的押金或罚金”,作为若未能履行誓言则被没收的惩罚。
- 15οἷς
关系代词的格同化(引力)。本来应为 τούτοις ἃ οἱ δύο γνοίησαν(“顺从两人所决定的那些事”),但关系代词 ἃ 被其先行词的与格(由动词 ἐμμένειν 支配的隐含词 τούτοις)所同化,因而变成了与格的 οἷς。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
