← 狄摩西尼

第三反腓力辞

§16-23

希腊全境面临的威胁与对往昔霸权的对比

德摩斯梯尼将腓力的行径定性为实际的开战而非维持和平,并敦促雅典迅速应对整个希腊面临的危机。他通过对比以往雅典及其他城邦的霸权时期,强烈谴责腓力的专横暴虐。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16

καίτοι ταῦτα πράττων τί ἐποίει; εἰρήνην μὲν γὰρ ὠμωμόκει. καὶ μηδεὶς εἴπῃ, τί δὲ ταῦτʼ ἐστίν, ἢ τί τούτων μέλει τῇ πόλει; εἰ μὲν γὰρ μικρὰ ταῦτα, ἢ μηδὲν ὑμῖν αὐτῶν ἔμελεν, ἄλλος ἂν εἴη λόγος οὗτος· τὸ δʼ εὐσεβὲς καὶ τὸ δίκαιον, ἄν τʼ ἐπὶ μικροῦ τις ἄν τʼ ἐπὶ μείζονος παραβαίνῃ, τὴν αὐτὴν ἔχει δύναμιν. φέρε δὴ νῦν, ἡνίκʼ εἰς Χερρόνησον, ἣν βασιλεὺς καὶ πάντες οἱ Ἕλληνες ὑμετέραν ἐγνώκασιν εἶναι, ξένους εἰσπέμπει καὶ βοηθεῖν ὁμολογεῖ καὶ ἐπιστέλλει ταῦτα, τί ποιεῖ;

然而他在做这些事时,是在做什么呢?因为他曾对和平起誓。请不要有人说:“这些事算什么,或者城邦何必在意这些呢?”因为如果这些是微不足道的小事,或者你们根本不在意,那将是另外一回事。但是虔敬与正义,无论人们是在小事上还是在大事上违反它们,都具有同样的分量。且看现在,当他向波斯国王和所有希腊人都承认属于你们的赫尔松尼苏斯派遣雇佣军,并承认予以援助、发出此类信件时,他是在做什么呢?

§17

φησὶ μὲν γὰρ οὐ πολεμεῖν, ἐγὼ δὲ τοσούτου δέω ταῦτα ποιοῦντʼ ἐκεῖνον ἄγειν ὁμολογεῖν τὴν πρὸς ὑμᾶς εἰρήνην, ὥστε1 καὶ Μεγάρων ἁπτόμενον κἀν Εὐβοίᾳ τυραννίδα κατασκευάζοντα καὶ νῦν ἐπὶ Θρᾴκην παριόντα καὶ τἀν Πελοποννήσῳ σκευωρούμενον καὶ πάνθʼ ὅσα πράττει μετὰ τῆς δυνάμεως ποιοῦντα, λύειν φημὶ τὴν εἰρήνην καὶ πολεμεῖν ὑμῖν, εἰ μὴ καὶ τοὺς τὰ μηχανήματʼ ἐφιστάντας εἰρήνην ἄγειν φήσετε, ἕως ἂν αὐτὰ τοῖς τείχεσιν ἤδη προσαγάγωσιν. ἀλλʼ οὐ φήσετε· ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος,2 οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ.

因为他固然声称没有进行战争,但我绝不承认他在做这些事时是和你们维持和平,相反,我断言,通过对麦加拉下手、在埃维亚建立独裁政权、如今又向色雷斯推进、在伯罗奔尼撒煽动阴谋,并且动用其军队进行他所做的一切,他是在破坏和平并对你们进行战争——除非你们也认为,那些架起攻城器械的人是在维持和平,直到他们把器械直接推到城墙下。但你们不会这样说的。因为凡是采取行动并准备那些可以用来俘获我的手段的人,此人就已经在对我进行战争,即使他尚未放箭或投枪。

§18

τίσιν οὖν ὑμεῖς κινδυνεύσαιτʼ ἄν, εἴ τι γένοιτο; τῷ τὸν Ἑλλήσποντον ἀλλοτριωθῆναι,3 τῷ Μεγάρων καὶ τῆς Εὐβοίας τὸν πολεμοῦνθʼ ὑμῖν γενέσθαι κύριον, τῷ Πελοποννησίους τἀκείνου φρονῆσαι. εἶτα τὸν τοῦτο τὸ μηχάνημʼ ἐπὶ τὴν πόλιν ἱστάντα, τοῦτον εἰρήνην ἄγειν ἐγὼ φῶ πρὸς ὑμᾶς;

那么,如果发生变故,你们将面临什么危险?面临赫勒斯朋被夺走,面临对你们进行战争的人掌控麦加拉和埃维亚,面临伯罗奔尼撒人倒向他。那么,我该说这个对城邦架起攻城器械的人,是在和你们维持和平吗?

§19

πολλοῦ γε καὶ δεῖ, ἀλλʼ ἀφʼ ἧς ἡμέρας ἀνεῖλε Φωκέας, ἀπὸ ταύτης ἔγωγʼ αὐτὸν πολεμεῖν ὁρίζομαι. ὑμᾶς δʼ, ἐὰν ἀμύνησθʼ ἤδη, σωφρονήσειν φημί, ἐὰν δʼ ἐάσητε, οὐδὲ τοῦθʼ ὅταν βούλησθε δυνήσεσθαι ποιῆσαι. καὶ τοσοῦτόν γʼ ἀφέστηκα τῶν ἄλλων, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν συμβουλευόντων, ὥστʼ οὐδὲ δοκεῖ μοι περὶ Χερρονήσου νῦν σκοπεῖν οὐδὲ Βυζαντίου, ἀλλʼ ἐπαμῦναι μὲν τούτοις, καὶ διατηρῆσαι μή τι πάθωσι, καὶ τοῖς οὖσιν ἐκεῖ νῦν στρατιώταις πάνθʼ ὅσων ἂν δέωνται ἀποστεῖλαι, βουλεύεσθαι μέντοι περὶ πάντων τῶν Ἑλλήνων ὡς ἐν κινδύνῳ μεγάλῳ καθεστώτων. βούλομαι δʼ εἰπεῖν πρὸς ὑμᾶς ἐξ ὧν ὑπὲρ τῶν πραγμάτων οὕτω φοβοῦμαι, ἵνʼ, εἰ μὲν ὀρθῶς λογίζομαι, μετάσχητε τῶν λογισμῶν καὶ πρόνοιάν τινʼ ὑμῶν γʼ αὐτῶν, εἰ μὴ καὶ τῶν ἄλλων ἄρα βούλεσθε, ποιήσησθε, ἂν δὲ ληρεῖν καὶ τετυφῶσθαι δοκῶ, μήτε νῦν μήτʼ αὖθις ὡς ὑγιαίνοντί μοι προσέχητε.

绝非如此!相反,从他灭亡福基斯人的那天起,我就认定他是在进行战争。我断言,如果你们现在进行自卫,你们将是明智的;但如果你们听之任之,那么当你们想要自卫时,甚至都无法做到了。雅典的公民们,我与其他的建言者们意见相左,以至于我认为现在甚至不该仅考虑赫尔松尼苏斯或拜占庭,而是应当援助他们,并保护他们免受伤害,向现在那里的士兵送去他们所需的一切,然而同时也要把所有希腊人视作处于巨大危险之中来进行谋划。我想向你们说明我为何对局势如此担忧,以便如果我的推论正确,你们可以分享我的想法,并为你们自己做些防备(如果你们不想为其他人防备的话);但如果我看起来是在胡言乱语、神志不清,那么无论现在还是以后,都请不要把我当作一个清醒的人来对待。

§21

ὅτι μὲν δὴ μέγας ἐκ μικροῦ καὶ ταπεινοῦ τὸ κατʼ ἀρχὰς Φίλιππος ηὔξηται, καὶ ἀπίστως καὶ στασιαστικῶς ἔχουσι πρὸς αὑτοὺς οἱ Ἕλληνες, καὶ ὅτι πολλῷ παραδοξότερον ἦν τοσοῦτον αὐτὸν ἐξ ἐκείνου γενέσθαι ἢ νῦν, ὅθʼ οὕτω πολλὰ προείληφε, καὶ τὰ λοιπὰ ὑφʼ αὑτῷ ποιήσασθαι, καὶ πάνθʼ ὅσα τοιαῦτʼ ἂν ἔχοιμι διεξελθεῖν, παραλείψω.

至于腓力如何从起初的微小卑微变得强大,希腊人如何彼此猜忌、陷入内讧,以及与现在他已经夺取了如此多东西、要把剩下的一切也据为己有相比,他当初从那样的起点变得如此伟大要令人意外得多,凡此种种我可以详述的事情,我都将予以省略。

§22

ἀλλʼ ὁρῶ συγκεχωρηκότας ἅπαντας ἀνθρώπους, ἀφʼ ὑμῶν ἀρξαμένους, αὐτῷ, ὑπὲρ οὗ τὸν ἄλλον ἅπαντα χρόνον πάντες οἱ πόλεμοι γεγόνασιν οἱ Ἑλληνικοί. τί οὖν ἐστι τοῦτο; τὸ ποιεῖν ὅ τι βούλεται, καὶ καθʼ ἕνʼ οὑτωσὶ περικόπτειν καὶ λωποδυτεῖν τῶν Ἑλλήνων, καὶ καταδουλοῦσθαι τὰς πόλεις ἐπιόντα.

但我看到所有人,从你们开始,都向他让步了那一特权,而这正是以往所有希腊战争所争夺的焦点。那么,这是什么呢?那就是为所欲为,以这种方式一个接一个地肢解和掠夺希腊人,并在进攻中奴役他们的城市。

§23

καίτοι προστάται μὲν ὑμεῖς ἑβδομήκοντʼ ἔτη καὶ τρία τῶν Ἑλλήνων ἐγένεσθε, προστάται δὲ τριάκονθʼ ἑνὸς δέοντα4 Λακεδαιμόνιοι· ἴσχυσαν δέ τι καὶ Θηβαῖοι τουτουσὶ τοὺς τελευταίους χρόνους μετὰ τὴν ἐν Λεύκτροις μάχην. ἀλλʼ ὅμως οὔθʼ ὑμῖν οὔτε Θηβαίοις οὔτε Λακεδαιμονίοις οὐδεπώποτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, συνεχωρήθη τοῦθʼ ὑπὸ τῶν Ἑλλήνων, ποιεῖν ὅ τι βούλοισθε, οὐδὲ πολλοῦ δεῖ·

然而,你们曾担任希腊人的领袖长达七十三年,拉刻代蒙人曾担任领袖二十九年,底比斯人在留克特拉战役后的最近一段时期也曾拥有过一些力量。但是,雅典的公民们,无论对你们、对底比斯人还是对拉刻代蒙人,希腊人都从未允许过这一点,即为所欲为,绝非如此;

语法注4 条
  1. 17ἐγὼ δὲ τοσούτου δέω ταῦτα ποιοῦντʼ ἐκεῖνον ἄγειν ὁμολογεῖν τὴν πρὸς ὑμᾶς εἰρήνην, ὥστε...

    使用动词 δέω 的第一人称单数惯用表达 τοσούτου δέω(我远不至于/我根本不承认),后接带宾格加不定式结构(ἐκεῖνον ἄγειν...)的 ὁμολογεῖν,进而引出表示结果的 ὥστε 从句。ὥστε 从句的主动词是 φημί(我断言),整体构成强烈的对比:“我非但不承认他在维持和平,反而断言……”。

  2. 17ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος

    主语是冠词加分词的结构 ὁ ... πράττων καὶ κατασκευαζόμενος(采取行动并准备的人),其中嵌套了关系从句 οἷς ἂν ἐγὼ ληφθείην。关系从句中的 ἄν 配合希求法(ληφθείην)表示潜在的可能性(“通过这些手段我可能会被捕获/陷害”),其先行词是关系代词 οἷς 所修饰并被吸收到后面的 ταῦτα。

  3. 18τῷ τὸν Ἑλλήσποντον ἀλλοτριωθῆναι

    这是带与格冠词的不定式结构(τῷ ... ἀλλοτριωθῆναι),作为对前一疑问句中疑问词 τίσιν(“因何/通过什么”:表示手段或原因的与格)的具体回答进行并列。不定式的逻辑主语是宾格的 τὸν Ἑλλήσποντον。

  4. 23τριάκονθʼ ἑνὸς δέοντα

    表达数字“29”的惯用方式。分词 δέοντα(源自 δέω,缺少)与 ἑνὸς(一)和 τριάκοντα(三十)结合,字面意思是“三十缺一”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0014.tlg009.humanitext-grc2:16-23