← 荷马诗颂

荷马诗颂 30:致大地(万物之母)

§1-19

对大地之母盖亚的赞美与繁荣祈愿

本诗赞美了万物之母及一切恩泽之源的大地女神盖亚,描绘了人们因其恩惠而享有的繁荣,并祈求她赐予顺遂的生活作为歌声的回报。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

γαῖαν παμμήτειραν ἀείσομαι, ἠυθέμεθλον,

我将歌唱大地,万物之母,基石稳固的女神,

πρεσβίστην, ἣ φέρβει ἐπὶ χθονὶ πάνθʼ ὁπόσʼ ἐστίν,

最年长者,她抚育着地上的一切,

ἠμὲν ὅσα χθόνα δῖαν ἐπέρχεται ἠδʼ ὅσα πόντον

无论是行于神圣陆地之上的,还是行于海上的,

ἠδʼ ὅσα πωτῶνται, τάδε φέρβεται ἐκ σέθεν ὄλβου.

以及飞翔于空中的一切;这些都因你的富饶而得到抚育。

5

ἐκ σέο δʼ εὔπαιδές τε καὶ εὔκαρποι τελέθουσι,

因你,人们得以子嗣兴旺、五谷丰登,

πότνια, σεῦ δʼ ἔχεται1 δοῦναι βίον ἠδʼ ἀφελέσθαι

尊贵的女神,赐予凡人生命或将其夺回,

θνητοῖς ἀνθρώποισιν· ὃ δʼ ὄλβιος, ὅν κε σὺ θυμῷ

都取决于你。凡是你心中

πρόφρων τιμήσῃς· τῷ τʼ ἄφθονα πάντα πάρεστι.

乐意眷顾并尊崇的人,便是幸福的;他拥有一切丰饶之物。

βρίθει μέν σφιν ἄρουρα φερέσβιος ἠδὲ κατʼ ἀγροὺς

他们的土地因孕育生命而果实累累,在田野里

10

κτήνεσιν εὐθηνεῖ, οἶκος δʼ ἐμπίπλαται ἐσθλῶν·

牲畜兴旺,家中塞满了财宝。

αὐτοὶ δʼ εὐνομίῃσι πόλιν κάτα καλλιγύναικα

他们以良好的法度治理那美女如云的城邦,

κοιρανέουσʼ, ὄλβος δὲ πολὺς καὶ πλοῦτος ὀπηδεῖ·

巨大的幸福与财富如影随形。

παῖδες δʼ εὐφροσύνῃ νεοθηλέι κυδιόωσι

孩子们在朝气蓬勃的欢乐中自豪地嬉戏,

παρθενικαί τε χοροῖς πολυανθέσιν εὔφρονι θυμῷ

少女们怀着愉悦的心情在花丛般的舞蹈中

15

παίζουσαι σκαίρουσι κατʼ ἄνθεα μαλθακὰ ποίης,

尽情跳跃,在柔嫩的草地上嬉戏,

οὕς κε σὺ τιμήσῃς,2 σεμνὴ θεά, ἄφθονε δαῖμον.

这些都是你所尊崇的人,崇高的女神,慷慨的神灵。

χαῖρε, θεῶν μήτηρ, ἄλοχʼ Οὐρανοῦ ἀστερόεντος,

欢欣吧,众神之母,繁星点点的乌拉诺斯之妻,

πρόφρων δʼ ἀντʼ ᾠδῆς βίοτον θυμήρεʼ ὄπαζε·

请乐意恩赐顺遂心愿的生活,以作为这歌声的回报;

αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.3

而我,不仅会记住你,也会记住其他的歌谣。

语法注3 条
  1. 6σεῦ δʼ ἔχεται

    中动语态动词 ἔχομαι 搭配属格(σεῦ)表示“取决于”、“依赖于”。

  2. 16οὕς κε σὺ τιμήσῃς

    关系代词 οὕς(ὅς 的复数宾格)连同荷马方言小词 κε 及虚拟语气,表示泛指条件(“凡是你所尊崇的人”)。其先行词未明确写出,但指代 §9-15 中所描绘的享有繁荣的人们。

  3. 19καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς

    动词 μιμνήσκομαι(记住、想起)支配属格,此处支配 σεῖο(σύ 的史诗属格形式)和 ἄλλης ἀοιδῆς。这是史诗赞歌结尾的公式化表达。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0013.tlg030.humanitext-grc2:1-19