- 底本
- Anonymous. Hesiod, The Homeric Hymns and Homerica. Evelyn-White, Hugh G., translator. London: William Heinmann; New York: The Macmillan Co., 1914.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0013.tlg028.humanitext-grc2:1-18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-26
本段描绘了雅典娜身披全副武装从宙斯头部诞生的神迹,以及她惊人的登场给自然界、诸神乃至太阳运行带来的巨大震撼与停滞。
Παλλάδ’ Ἀθηναίην, κυδρὴν θεόν, ἄρχομ’ ἀείδειν
我开始歌唱帕拉斯·雅典娜,这位荣耀的女神,
γλαυκῶπιν, πολύμητιν, ἀμείλιχον ἦτορ ἔχουσαν,1
她有着明亮的眼睛、足智多谋、拥有一颗冷酷无情的心,
παρθένον αἰδοίην, ἐρυσίπτολιν, ἀλκήεσσαν,
令人敬畏的处女、城邦的守护者、勇猛的力量者,
Τριτογενῆ, τὴν αὐτὸς ἐγείνατο μητίετα Ζεὺς
特里托革尼亚。深谋远虑的宙斯亲自
σεμνῆς ἐκ κεφαλῆς, πολεμήια τεύχε’ ἔχουσαν,
从他神圣的头颅中孕育了她,当时她身披战具,
χρύσεα, παμφανόωντα· σέβας δ’ ἔχε πάντας ὁρῶντας2
那是金光闪闪、璀璨夺目的武具;目睹这一切的所有不死神明都心生敬畏。
ἀθανάτους· ἣ δὲ πρόσθεν Διὸς αἰγιόχοιο
而她,在手持埃癸斯神盾的宙斯面前,
ἐσσυμένως ὤρουσεν ἀπ’ ἀθανάτοιο καρήνου,
急忙从那不朽的头颅上跳下,
σείσασ’ ὀξὺν ἄκοντα· μέγας δ’ ἐλελίζετ’ Ὄλυμπος
挥舞着锋利的标枪;伟大的奥林匹斯山震颤不已,
δεινὸν ὑπὸ βρίμης γλαυκώπιδος· ἀμφὶ δὲ γαῖα
在那明眸女神的威势下显得极其可怕;而大地的周围
σμερδαλέον ἰάχησεν· ἐκινήθη δ’ ἄρα πόντος,
发出可怕的鸣响;大海随之翻腾,
κύμασι πορφυρέοισι κυκώμενος· ἔκχυτο δ’ ἅλμη
伴着暗紫色的波涛汹涌澎湃;海水突然
ἐξαπίνης· στῆσεν3 δ’ Ὑπερίονος ἀγλαὸς υἱὸς
喷涌而出;许珀里翁的光辉之子
ἵππους ὠκύποδας δηρὸν χρόνον, εἰσότε κούρη
让他的疾驰骏马驻足了许久,直到这位少女
εἵλετ’ ἀπ’ ἀθανάτων ὤμων θεοείκελα τεύχη
帕拉斯·雅典娜从她那不朽的肩膀上卸下神圣的武装;
Παλλὰς Ἀθηναίη· γήθησε δὲ μητίετα Ζεύς.
于是,深谋远虑的宙斯心生欢喜。
καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς τέκος αἰγιόχοιο·
因此,向您致敬,手持埃癸斯神盾的宙斯之子;
αὐτὰρ ἐγὼ καὶ σεῖο4 καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.
而我,既会记住您,也会记住另一首赞歌。
- 2ἀμείλιχον ἦτορ ἔχουσαν
宾格分词短语。在句法上,它与前置的形容词(γλαυκῶπιν, πολύμητιν)一同修饰 §1 中主动词的直接宾语 Παλλάδ’ Ἀθηναίην(宾格),用以描述所歌咏的雅典娜的属性。
- 6σέβας δ’ ἔχε πάντας ὁρῶντας
名词 σέβας(“畏惧、敬畏”)为中性单数主格,作句子的主语。动词 ἔχε 为未完成过去时(史诗方言中省去增音的形式,相当于 εἶχε)。直译为“畏惧抓住了所有看见(此景)的人”,以主动句生动地表现了诸神对雅典娜降临的震撼反应。
- 13στῆσεν
动词 ἵστημι 的弱不定过去时(第一不定过去时)主动第三人称单数形式(等同于 ἔστησεν)。与具有不及物意义(“站立”)的强不定过去时不同,此形式具有及物(使役)意义,意为“使……停止、驻足”,支配其后的直接宾语 ἵππους(“马匹”),表明太阳神之子因震惊于雅典娜的威仪而停下了马车。
- 18σεῖο
第二人称单数代名词属格的史诗方言形式(相当于雅典方言的 σοῦ)。由于动词 μνήσομ’(μνήσομαι,“我将记住、提及”)支配属格,因而使用该格。随后的短语 ἄλλης ἀοιδῆς(“其他的歌”)同样是由该动词支配的属格。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
