← 荷马诗颂

荷马诗颂 4:致赫尔墨斯

§510-580

阿波罗与赫耳墨斯立誓交好并赐予金杖

阿波罗与赫耳墨斯立誓交好,赫耳墨斯承诺不再行窃,阿波罗则赠予他黄金魔杖、掌管牲畜的权力,并向他透露了拥有占卜能力的三位蜂女(塞姆奈)的秘密,以此确立了两人牢固的友谊。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
510

ἱμερτήν, δεδαώς, ὃ δʼ ἐπωλένιον κιθάριζεν·

他学会了这美丽的里拉琴,并把它抱在手臂上弹奏;而赫耳墨斯自己则另辟蹊径,掌握了另一种智慧的技艺:

αὐτὸς δʼ αὖθʼ ἑτέρης σοφίης ἐκμάσσατο τέχνην·συρίγγων ἐνοπὴν ποιήσατο τηλόθʼ ἀκουστήν.

他制成了笛声,使之能在远处被听到。

καὶ τότε Λητοΐδης Ἑρμῆν πρὸς μῦθον ἔειπε·

那时,勒托之子对赫耳墨斯说道:

δείδια, Μαιάδος υἱέ, διάκτορε, ποικιλομῆτα,

“迈亚之子,传令使,机智者啊,我害怕,

515

μή μοι ἅμα κλέψῃς κίθαριν καὶ καμπύλα τόξα·

你会同时偷走我的里拉琴和弯弓;

τιμὴν γὰρ πὰρ Ζηνὸς ἔχεις ἐπαμοίβια ἔργα

因为你从宙斯那里获得了在多产的大地上

θήσειν1 ἀνθρώποισι κατὰ χθόνα πουλυβότειραν.

为人类建立相互交换的契约之荣誉。

ἀλλʼ εἴ μοι τλαίης γε θεῶν μέγαν ὅρκον ὀμόσσαι,

但你若肯向我起誓,立下神明的大誓言,

ἢ κεφαλῇ νεύσας ἢ ἐπὶ Στυγὸς ὄβριμον ὕδωρ,

或是点头,或是凭着斯梯克斯的强力之水,

520

πάντʼ ἂν ἐμῷ θυμῷ κεχαρισμένα καὶ φίλα ἔρδοις.

那么你所做的一切都会令我的心灵愉悦且亲切。”

καὶ τότε Μαιάδος υἱὸς ὑποσχόμενος κατένευσε,

于是,迈亚之子承诺并点头,

μή ποτʼ ἀποκλέψειν, ὅσʼ Ἑκηβόλος ἐκτεάτισται,

绝不偷窃远射者所拥有的一切,

μηδέ ποτʼ ἐμπελάσειν πυκινῷ δόμῳ· αὐτὰρ Ἀπόλλων

也绝不靠近他坚固的房屋;而阿波罗,

Λητοΐδης κατένευσεν ἐπʼ ἀρθμῷ καὶ φιλότητι,

勒托之子,也因着盟约与友谊而点头,

525

μή τινα φίλτερον ἄλλον ἐν ἀθανάτοισιν ἔσεσθαι,2

在不死之神中绝没有其他人比赫耳墨斯更亲密,

μήτε θεὸν μήτʼ ἄνδρα Διὸς γόνον· ἐκ δὲ τέλειον

无论神明,还是宙斯所生的凡人;并且作为完美的象征,

[αἰετὸν ἧκε πατήρ· ὁ δʼ ἐπώμοσεν· ἦ σε μάλʼ οἶον]

[父亲宙斯放出了鹰;而他起誓道:‘我的确要让你独自,’]

σύμβολον ἀθανάτων ποιήσομαι ἠδʼ ἅμα πάντων,

成为诸神以及所有人共同的,

πιστὸν ἐμῷ θυμῷ καὶ τίμιον· αὐτὰρ ἔπειτα

对我心灵诚实且尊贵的信物;然后,

ὄλβου καὶ πλούτου δώσω περικαλλέα ῥάβδον,

我将赐予你一根代表福泽与财富、极美丽的魔杖,

530

χρυσείην, τριπέτηλον, ἀκήριον ἥ σε φυλάξει

黄金的、三叶的、不朽的,它将守护你,

πάντας ἐπικραίνουσʼ ἄθλους ἐπέων τε καὶ ἔργων

成就一切善言和善行的事业,

τῶν ἀγαθῶν,3 ὅσα φημὶ δαήμεναι ἐκ Διὸς ὀμφῆς.

这些是我声明从宙斯的神谕中学会的。

μαντείην δέ, φέριστε, διοτρεφές, ἣν ἐρεείνεις,

至于你所询问的,宙斯养育的尊贵者啊,那占卜之术,

οὔτε σὲ θέσφατόν ἐστι δαήμεναι οὔτε τινʼ ἄλλον

神意并未命定你或是其他任何不死之神

535

ἀθανάτων· τὸ γὰρ οἶδε Διὸς νόος· αὐτὰρ ἐγώ γε

去学会它;因为只有宙斯的心思知晓它。而我

πιστωθεὶς κατένευσα καὶ ὤμοσα καρτερὸν ὅρκον,

得到了保证,点头并立下了重誓,

μή τινα νόσφιν ἐμεῖο θεῶν αἰειγενετάων

除了我之外,永生的神明中绝无他人

ἄλλον γʼ εἴσεσθαι Ζηνὸς πυκινόφρονα βουλήν.

能够知晓宙斯深谋远虑的计划。

καὶ σύ, κασίγνητε χρυσόρραπι, μή με κέλευε

因此,我那手持金魔杖的兄弟啊,请不要命令我

540

θέσφατα πιφαύσκειν, ὅσα μήδεται εὐρύοπα Ζεύς.

去透露宽视者宙斯所策划的那些神示。

ἀνθρώπων δʼ ἄλλον δηλήσομαι, ἄλλον ὀνήσω,

我将使凡人中的一些人受害,使另一些人受益,

πολλὰ περιτροπέων ἀμεγάρτων φῦλʼ ἀνθρώπων.

让那些不可羡慕的凡人部族大受迷惑。

καὶ μὲν ἐμῆς ὀμφῆς ἀπονήσεται, ὅς τις ἂν ἔλθῃ

确实,若有谁顺着那些带有预兆的鸟类的

φωνῇ καὶ πτερύγεσσι τεληέντων οἰωνῶν·4

鸣声与翅膀而来,他将从我的神示中受益;

545

οὗτος ἐμῆς ὀμφῆς ἀπονήσεται, οὐδʼ ἀπατήσω.

这样的人将从我的神示中受益,我绝不欺骗他。

ὃς δέ κε μαψιλόγοισι πιθήσας οἰωνοῖσι

但若有谁,听信了那些胡言乱语的鸟类,

μαντείην ἐθέλῃσι παρὲκ νόον ἐξερεείνειν

想要违背神意去探问我们的占卜,

ἡμετέρην, νοέειν δὲ θεῶν πλέον αἰὲν ἐόντων,

并企图比永生的神明知道得更多,

φήμʼ, ἁλίην ὁδὸν εἶσιν. ἐγὼ δέ κε δῶρα δεχοίμην.

我声明,他将走上徒劳的旅程。但我也会收下他的礼物。

550

ἄλλο δέ τοι ἐρέω, Μαίης ἐρικυδέος υἱὲ

我还要告诉你另一件事,荣耀的迈亚之子

καὶ Διὸς αἰγιόχοιο, θεῶν ἐριούνιε δαῖμον·

和披着羊皮盾的宙斯之子,诸神中带来大益的守护神:

σεμναὶ γάρ τινες εἰσί, κασίγνηται γεγαυῖαι,

有几位庄严的,身为同胞姐妹的,

παρθένοι, ὠκείῃσιν ἀγαλλόμεναι πτερύγεσσι,

处女,以敏捷的翅膀而自豪,

τρεῖς· κατὰ δὲ κρατὸς πεπαλαγμέναι ἄλφιτα λευκά,

共三位;她们的头上落满了白色的麦粉,

555

οἰκία ναιετάουσιν ὑπὸ πτυχὶ Παρνησοῖο,

居住在帕尔纳索斯山谷底下的居所里,

μαντείης ἀπάνευθε διδάσκαλοι, ἣν ἐπὶ βουσὶ

她们是独立于我之外的占卜教师,这是我还是少年时

παῖς ἔτʼ ἐὼν μελέτησα· πατὴρ δʼ ἐμὸς οὐκ ἀλέγιζεν,

在放牛时练习过的;而我的父亲当时并不在意。

ἐντεῦθεν δὴ ἔπειτα ποτώμεναι ἄλλοτε ἄλλη

从那里,她们不时在此处或彼处飞翔,

κηρία βόσκονται καί τε κραίνουσιν ἕκαστα.

以蜂巢为食,并使一切事情成就。

560

αἳ δʼ ὅτε μὲν θυΐωσιν ἐδηδυῖαι μέλι χλωρόν,

当她们吃了新鲜的蜂蜜而狂欢时,

προφρονέως ἐθέλουσιν ἀληθείην ἀγορεύειν·

便乐意诚恳地吐露真言;

ἢν δʼ ἀπονοσφισθῶσι θεῶν ἡδεῖαν ἐδωδήν,

但若被夺去了神明的甜美食物,

ψεύδονται δὴ ἔπειτα διʼ ἀλλήλων δονέουσαι.

她们就会在彼此交错飞翔中说谎。

τάς τοι ἔπειτα δίδωμι· σὺ δʼ ἀτρεκέως ἐρεείνων

随后我把她们赠予你;你若通过精确的询问,

565

σὴν αὐτοῦ φρένα τέρπε, καὶ εἰ βροτὸν ἄνδρα δαείῃς,5

可以取悦你自己的心,而且如果你教导任何一个凡人,

πολλάκι σῆς ὀμφῆς ἐπακούσεται, αἴ κε τύχῃσι.

如果有机会,他会常常听从你的神示。

ταῦτʼ ἔχε, Μαιάδος υἱέ, καὶ ἀγραύλους ἕλικας βοῦς

收下这些吧,迈亚之子,照看好那些野外宿营的弯角牛、

ἵππους τʼ ἀμφιπόλευε καὶ ἡμιόνους ταλαεργούς.

马匹和吃苦耐劳的骡子。”

[ὡς ἔφατʼ· οὐρανόθεν δὲ πατὴρ Ζεὺς αὐτὸς ἔπεσσι

[他如此说;从天上,父亲宙斯自己用言语

θῆκε τέλος· πᾶσιν δʼ ἄρʼ ὅ γʼ οἰωνοῖσι κέλευσεν]

赋予了成就;他命令所有的鸟类]

καὶ χαροποῖσι λέουσι καὶ ἀργιόδουσι σύεσσι

以及目光凶猛的狮子、牙齿洁白的野猪、

570

καὶ κυσὶ καὶ μήλοισιν, ὅσα τρέφει εὐρεῖα χθών,

狗和羊,所有广阔大地所哺育的一切,

πᾶσι δʼ ἐπὶ προβάτοισιν ἀνάσσειν κύδιμον Ἑρμῆν,

让光荣的赫耳墨斯统治一切牲畜,

οἶον δʼ εἰς Ἀΐδην τετελεσμένον ἄγγελον εἶναι,

并让他独自成为通往哈得斯处的、被命定的使者,

ὅς τʼ ἄδοτός περ ἐὼν δώσει γέρας οὐκ ἐλάχιστον.

哈得斯即使不给他人赠礼,也会给赫耳墨斯不小的荣誉。

οὕτω Μαιάδος υἱὸν ἄναξ ἐφίλησεν Ἀπόλλων

如此,阿波罗王爱着迈亚之子,

575

παντοίῃ φιλότητι· χάριν δʼ ἐπέθηκε Κρονίων.

怀着各种亲爱;克罗诺斯之子宙斯也赐予了恩惠。

πᾶσι δʼ ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ὁμιλεῖ.

他与所有的凡人和不死之神交往。

παῦρα μὲν οὖν ὀνίνησι, τὸ δʼ ἄκριτον ἠπεροπεύει

然而他只给极少数人带来益处,并且一直在

νύκτα διʼ ὀρφναίην φῦλα θνητῶν ἀνθρώπων.

黑暗的夜里欺骗着凡人的种族。

καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος, υἱέ·

那么,祝你安好,宙斯与迈亚之子;

580

αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.

而我也会记住你和另一首歌。

语法注5 条
  1. 516τιμὴν γὰρ πὰρ Ζηνὸς ἔχεις ἐπαμοίβια ἔργα θήσειν

    将来时不定式 θήσειν 作名词 τιμήν 的同格语,具体解释赫耳墨斯从宙斯那里获得的荣誉内容,即在人间确立商品交换与交易的职能。

  2. 525μή τινα φίλτερον ἄλλον ἐν ἀθανάτοισιν ἔσεσθαι

    这是依赖于动词 κατένευσεν(§524)的“对格加不定式”结构(主语为 τινα... ἄλλον,动词为 ἔσεσθαι)。使用否定词 μή 是因为该句表达了具有誓言和承诺性质的庄严保证。

  3. 531ἐπικραίνουσʼ ἄθλους ἐπέων τε καὶ ἔργων τῶν ἀγαθῶν

    现在分词 ἐπικραίνουσα(阴性单数)修饰前文中的黄金魔杖(ῥάβδον, §529),说明其成就一切事务的功能。属格 τῶν ἀγαθῶν 同时修饰 ἐπέων 与 ἔργων,意为“所有善言与善行”。

  4. 543ὃς τις ἂν ἔλθῃ φωνῇ καὶ πτερύγεσσι τεληέντων οἰωνῶν

    这是一个由 ὅς τις ἄν 引导的带有虚拟语气 ἔλθῃ 的泛指条件关系从句。与格 φωνῇ 和 πτερύγεσσι 表示手段或伴随,字面意思是“顺着那些吉兆之鸟的声音与羽翼而来的任何人”,指遵循鸟占兆头前来求神谕的人。

  5. 565καὶ εἰ βροτὸν ἄνδρα δαείῃς

    连词 εἰ 加上虚拟语气动词 δαείῃς(第二人称单数过去被动,此处作主动/及物意“教导”)表示可能性较低的假设或温和的条件(“如果你万一教导了凡人”)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-14)
  • 中于 2026-05-24 由 Gemini 3.5 Flash 重新翻译
  • 2026-11-14 上游版本(Perseus/OGL)的订正 — 原文 2 处
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0013.tlg004.humanitext-grc2:510-580