- 底本
- Anonymous. Hesiod, The Homeric Hymns and Homerica. Evelyn-White, Hugh G., editor. London: William Heinmann; New York: The Macmillan Co., 1914.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0013.tlg004.humanitext-grc2:368-438
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-26
赫耳墨斯在宙斯面前巧妙地坚称自己无罪,并与阿波罗一同前往庇洛斯寻找牛群。当赫耳墨斯弹奏自制的里拉琴并歌唱诸神的诞生时,阿波罗完全被其美妙的音乐所吸引,并提出了和解。
ζεῦ πάτερ, ἦ τοι ἐγώ σοι ἀληθείην καταλέξω·
“父王宙斯啊,我必定对您述说真话;
νημερτής τε γάρ εἰμι καὶ οὐκ οἶδα ψεύδεσθαι.
因为我是诚实的,不知道如何说谎。
ἦλθεν ἐς ἡμετέρου διζήμενος εἰλίποδας βοῦςσήμερον ἠελίοιο νέον ἐπιτελλομένοιο·
他今天在太阳刚刚升起的时候来到我们的住处,寻找他那步履蹒跚的牛群。
οὐδὲ θεῶν μακάρων ἄγε μάρτυρας οὐδὲ κατόπτας,
他既没有带来极乐诸神中的见证人,也没有带来目击者,
μηνύειν δʼ ἐκέλευεν ἀναγκαίης ὑπὸ πολλῆς,
却在强力逼迫下命令我招供,
πολλὰ δέ μʼ ἠπείλησε βαλεῖν ἐς Τάρταρον εὐρύν,οὕνεχʼ ὃ μὲν τέρεν ἄνθος ἔχει φιλοκυδέος ἥβης,
并一再威胁要将我扔进广阔的塔耳塔洛斯,因为他正拥有名誉之青春的柔嫩花朵,
αὐτὰρ ἐγὼ χθιζὸς γενόμην, τὰ δέ τʼ οἶδε καὶ αὐτός,οὔτι βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἐοικώς.
而我昨天才出生,这他自己也很清楚;我一点也不像一个驱牛者、强壮的汉子。
πείθεο· καὶ γὰρ ἐμεῖο πατὴρ φίλος εὔχεαι εἶναι,
请相信我——因为您自豪地称自己是我亲爱的父亲——
ὡς οὐκ οἴκαδʼ ἔλασσα βόας, ὣς ὄλβιος εἴην,1
正如我希望自己能享有幸福那般,我确实没有把牛赶回家,
οὐδʼ ὑπὲρ οὐδὸν ἔβην· τὸ δέ τʼ ἀτρεκέως ἀγορεύω.
我也没有迈过门槛;这话我如实对您说。
Ἠέλιον δὲ μάλʼ αἰδέομαι καὶ δαίμονας ἄλλους,
我极为敬畏赫利俄斯和其他神明,
καί σε φιλῶ καὶ τοῦτον ὀπίζομαι· οἶσθα καὶ αὐτός,
我热爱您,也敬畏这个人。您自己也知道
ὡς οὐκ αἴτιός εἰμι· μέγαν δʼ ἐπιδώσομαι ὅρκον·
我是无罪的;我还可以立下重誓:
οὐ μὰ τάδʼ ἀθανάτων εὐκόσμητα προθύραια.
绝不!我以神明这装饰精美的前廊起誓。
καί που ἐγὼ τούτῳ τίσω ποτὲ νηλέα φώρην,
总有一天,我会让这个人因这无情的搜查而付出代价,
καὶ κρατερῷ περ ἐόντι· σὺ δʼ ὁπλοτέροισιν ἄρηγε.
尽管他很强大;但请您援助更年幼者。”
ὣς φάτʼ ἐπιλλίζων Κυλλήνιος Ἀργειφόντης·
基勒涅的阿耳革丰忒斯斜着眼睛说着这些,
καὶ τὸ σπάργανον εἶχεν ἐπʼ ὠλένῃ οὐδʼ ἀπέβαλλε.
他的襁褓还搭在手臂上,不肯放下。
Ζεὺς δὲ μέγʼ ἐξεγέλασσεν ἰδὼν κακομηδέα παῖδα
宙斯大笑起来,看着这个心怀诡计的孩子
εὖ καὶ ἐπισταμένως ἀρνεύμενον ἀμφὶ βόεσσιν.
如此巧妙、娴熟地否认与牛群有关的指控。
ἀμφοτέρους δʼ ἐκέλευσεν ὁμόφρονα θυμὸν ἔχοντας
他命令他们两个心意一致地
ζητεύειν, Ἑρμῆν δὲ διάκτορον ἡγεμονεύειν
去寻找牛群,并由向导赫耳墨斯引路,
καὶ δεῖξαι τὸν χῶρον ἐπʼ ἀβλαβίῃσι νόοιο,
在没有狡诈心思的情况下指明地方,
ὅππη δὴ αὖτʼ ἀπέκρυψε βοῶν ἴφθιμα κάρηνα.
他究竟把那些强健的牛头藏在了哪里。
νεῦσεν δὲ Κρονίδης, ἐπεπείθετο δʼ ἀγλαὸς Ἑρμῆς·
克罗诺斯之子点头示意,荣耀的赫耳墨斯也服从了;
ῥηιδίως γὰρ ἔπειθε Διὸς νόος αἰγιόχοιο.
因为手持埃吉斯的宙斯之意愿很容易便说服了他。
τὼ δʼ ἄμφω σπεύδοντε Διὸς περικαλλέα τέκνα
宙斯两个美丽的儿子都急忙出发,
ἐς Πύλον ἠμαθόεντα ἐπʼ Ἀλφειοῦ πόρον ἷξον·
来到了多沙的庇洛斯,阿尔斐乌斯河的渡口;
ἀγροὺς δʼ ἐξίκοντο καὶ αὔλιον ὑψιμέλαθρον,
他们来到了田野和高屋顶的牛栏,
ἡχοῦ δὴ τὰ χρήματʼ ἀτάλλετο νυκτὸς ἐν ὥρῃ.
在夜色中,那些牛群曾在那里被抚育。
ἔνθʼ Ἑρμῆς μὲν ἔπειτα κιὼν παρὰ λάινον ἄντρον
在那里,赫耳墨斯走到石洞旁,
ἐς φῶς ἐξήλαυνε βοῶν ἴφθιμα κάρηνα·
将强健的牛头赶到了光亮之下。
Λητοΐδης δʼ ἀπάτερθεν ἰδὼν ἐνόησε βοείας
但勒托之子在一旁看去,注意到了牛皮
πέτρῃ ἐπʼ ἠλιβάτῳ, τάχα δʼ εἴρετο κύδιμον Ἑρμῆν·
在一块险峻的岩石上,便立刻询问荣耀的赫耳墨斯:
πῶς ἐδύνω, δολομῆτα, δύω βόε δειροτομῆσαι,
“你这个狡猾的家伙,你怎么能宰杀两头牛,
ὧδε νεογνὸς ἐὼν καὶ νήπιος; αὐτὸς ἐγώ γε
在你如此新生、还是个婴儿的时候?我自身
θαυμαίνω κατόπισθε τὸ σὸν κράτος· οὐδέ τί σε χρὴ
对你未来的力量感到惊奇;你实在不需要
μακρὸν ἀέξεσθαι, Κυλλήνιε, Μαιάδος υἱέ.
太久地成长,基勒涅人,迈亚之子。”
ὣς ἄρ ἔφη καὶ χερσὶ περίστρεφε καρτερὰ δεσμὰ
他如此说着,用手拧紧强韧的绳索,
[ἐνδῆσαι μεμαὼς Ἑρμῆν κρατεραῖσι λύγοισι.
[渴望用强韧的柳条把赫耳墨斯绑起来。
τὸν δʼ οὐκ ἴσχανε δεσμά, λύγοι δʼ ἀπὸ τηλόσε πῖπτον]
但绳索无法束缚他,柳条掉落到远处]
ἄγνου·2 ταὶ δʼ ὑπὸ ποσσὶ κατὰ χθονὸς αἶψα φύοντο
黄荆的枝条在他们的脚下立刻从地里生长出来,
αὐτόθεν, ἐμβολάδην ἐστραμμέναι ἀλλήλῃσι,
在那个地方,相互交错、纠缠在一起,
ῥεῖά τε καὶ πάσῃσιν ἐπʼ ἀγραύλοισι βόεσσιν,
轻易地,并且覆盖了所有露宿野外的牛群,
Ἑρμέω βουλῇσι κλεψίφρονος· αὐτὰρ Ἀπόλλων
这是出于心怀诡计的赫耳墨斯的意愿。而阿波罗
θαύμασεν ἀθρήσας. τότε δὴ κρατὺς Ἀργειφόντης
看着这一切感到惊奇。这时,强有力的阿耳革丰忒斯
χῶρον ὑποβλήδην ἐσκέψατο, πῦρ ἀμαρύσσων,
斜眼看着地面,眼中闪烁着光芒,
ἐγκρύψαι μεμαώς· Λητοῦς δʼ ἐρικυδέος υἱὸν
渴望隐瞒自我的企图;但他极其容易地安抚了
ῥεῖα μάλʼ ἐπρήυνεν ἑκηβόλον, ὡς ἔθελʼ αὐτός,
荣耀的勒托之子,这位远射者,正如他自己所期望的那样,
καὶ κρατερόν περ ἐόντα· λαβὼν δʼ ἐπʼ ἀριστερὰ χειρὸς
尽管他十分强大。他用左手拿起里拉琴,
πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δʼ ὑπὸ χειρὸς
用拨子依次试弹。琴声在他的手下
σμερδαλέον κονάβησε· γέλασσε δὲ Φοῖβος Ἀπόλλων
发出了奇妙的声响。福玻斯·阿波罗笑了,
γηθήσας, ἐρατὴ δὲ διὰ φρένας ἤλυθʼ ἰωὴ
满心欢喜,这神妙的、爱抚般的歌声渗入了他的心灵,
θεσπεσίης ἐνοπῆς καί μιν γλυκὺς ἵμερος ᾕρει
甜美的渴望抓住了他,在心中侧耳倾听。
θυμῷ ἀκουάζοντα· λύρῃ δʼ ἐρατὸν κιθαρίζων
迈亚之子用里拉琴弹奏出可爱的音乐,壮起胆子,
στῆ ῥʼ ὅ γε θαρσήσας ἐπʼ ἀριστερὰ Μαιάδος υἱὸς
站在了福玻斯·阿波罗的左侧;
Φοίβου Ἀπόλλωνος· τάχα δὲ λιγέως κιθαρίζων
不久,他清脆地弹奏着,
γηρύετʼ ἀμβολάδην — ἐρατὴ δέ οἱ ἕσπετο φωνή — κραίνων
开始吟唱——爱恋的声音伴随着他——赞美
ἀθανάτους τε θεοὺς καὶ γαῖαν ἐρεμνήν,
不死的神明和黑暗的大地,
ὡς τὰ πρῶτα γένοντο καὶ ὡς λάχε μοῖραν ἕκαστος.
他们最初是如何产生的,以及每个人如何获得了自己的那份领地。
Μνημοσύνην μὲν πρῶτα θεῶν ἐγέραιρεν ἀοιδῇ,
在诸神中,他首先以歌声尊崇了摹涅莫辛涅,
μητέρα Μουσάων· ἣ γὰρ λάχε Μαιάδος υἱόν·3
缪斯们的母亲;因为她获得了迈亚之子。
τοὺς δὲ κατὰ πρέσβιν τε καὶ ὡς γεγάασιν ἕκαστος
然后,宙斯荣耀的儿子按照长幼顺序以及每个人诞生的方式,
ἀθανάτους ἐγέραιρε θεοὺς Διὸς ἀγλαὸς υἱός,
尊崇了不死的神明,
πάντʼ ἐνέπων κατὰ κόσμον, ἐπωλένιον κιθαρίζων.
井然有序地讲述着一切,把里拉琴搁在手臂上弹奏。
τὸν δʼ ἔρος ἐν στήθεσσιν ἀμήχανος αἴνυτο θυμόν,
阿波罗胸中无法克制的爱意占据了他的心灵,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
他高声对他说出了羽翼般的话语:
βουφόνε, μηχανιῶτα, πονεύμενε, δαιτὸς ἑταῖρε,
“宰牛者、谋划者、勤勉者、宴会之友啊,
πεντήκοντα βοῶν ἀντάξια ταῦτα μέμηλας.
你所关心的这些音乐,足足抵得上五十头牛。
ἡσυχίως καὶ ἔπειτα διακρινέεσθαι ὀίω·
我想,在此之后我们可以心平气和地和解了。”
- 379ὡς οὐκ οἴκαδʼ ἔλασσα βόας, ὣς ὄλβιος εἴην
一种誓言的关联句式,意为“正如我希望将来能够享有幸福那般,我确实没有把牛赶回家”。第一个 ὡς 作关系副词或连词,第二个带重音的 ὣς 是指示副词。
- 410ἄγνου
若前方的 §409a-409b 被视为插补,此属格名词直接修饰 §409 中的 καρτερὰ δεσμὰ(坚固的绳索),意为“黄荆(制成)的坚固绳索”。或者,亦可将其视为说明在脚下生长的枝条材质的独立属格。
- 430ἣ γὰρ λάχε Μαιάδος υἱόν
动词 λάχε(λαγχάνω 的第二不定过去时单数第三人称)的解释。在此处意为摹涅莫辛涅“获得了迈亚之子(赫耳墨斯)作为她的份额”(即作为她护佑、启迪的对象),反映了神话中诸神分配各自管辖领域与职责的传统。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-14)
- 2026-11-14 上游版本(Perseus/OGL)的订正 — 原文 3 处
