- 底本
- Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:9.422-9.494
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-21
奥德修斯通过紧抱雄羊腹部成功逃出波吕斐摩斯的洞穴,并与伙伴们一起登船逃跑。行至海上,奥德修斯的挑衅激怒了巨人,导致其投掷巨石几乎击中船只,但在奥德修斯的指挥下他们再次奋力划桨逃离。
εὑροίμην1· πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινον
是否能找到。我织造了各种各样的诡计和策略,
ὥς τε περὶ ψυχῆς· μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν.
仿佛为了生命而战;因为巨大的灾难已近在眼前。
ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.
在我的心中,这个计划似乎是最好的。
ἄρσενες ὄιες ἦσαν ἐυτρεφέες, δασύμαλλοι,
有一些喂养得很好的雄羊,羊毛浓密,
καλοί τε μεγάλοι τε, ἰοδνεφὲς εἶρος ἔχοντες·
美丽而高大,拥有深如紫罗兰色的羊毛;
τοὺς ἀκέων συνέεργον ἐυστρεφέεσσι λύγοισιν,
我用拧得很好的柳条悄悄地将它们绑在一起,
τῇς ἔπι2 Κύκλωψ εὗδε πέλωρ, ἀθεμίστια εἰδώς,
那怪物独眼巨人,心怀不轨,过去常常睡在上面,
σύντρεις αἰνύμενος· ὁ μὲν ἐν μέσῳ ἄνδρα φέρεσκε,
三只三只地组合;中间的一只驮着一个男子,
τὼ δʼ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους.
而另外两只在两旁行进,保护着我的伙伴们。
τρεῖς δὲ ἕκαστον φῶτʼ ὄιες φέρον· αὐτὰρ ἐγώ γε—
就这样,三只羊驮着一个人;而至于我——
ἀρνειὸς γὰρ ἔην μήλων ὄχʼ ἄριστος ἁπάντων,
因为有一只远比整群羊中所有羊都优秀的雄羊,
τοῦ κατὰ νῶτα λαβών, λασίην ὑπὸ γαστέρʼ ἐλυσθεὶς
我抓着它的背,蜷缩在它多毛的腹部下面,
κείμην· αὐτὰρ χερσὶν ἀώτου θεσπεσίοιο3
躺在那里;我的双手死死抓住那奇妙的羊毛,
νωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ.
以坚忍的心紧紧抱住,不断地将自己卷入其中。
ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.
就这样,我们呻吟着,等待着神圣的黎明。
ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
当早生的、玫瑰色手指的黎明出现时,
καὶ τότʼ ἔπειτα νομόνδʼ ἐξέσσυτο ἄρσενα μῆλα,
就在那时,雄羊们争先恐后地向牧场奔去,
θήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκούς·
而母羊们则未被挤奶,在羊圈周围咩咩地叫着;
οὔθατα γὰρ σφαραγεῦντο. ἄναξ δʼ ὀδύνῃσι κακῇσι
因为她们的乳房饱胀得要命。但是它们的主人被可怕的
τειρόμενος πάντων ὀίων ἐπεμαίετο νῶτα
痛苦所折磨,摸索着所有羊的背脊,
ὀρθῶν ἑσταότων· τὸ δὲ νήπιος οὐκ ἐνόησεν,
当它们直立站着的时候;然而他愚蠢地没有注意到这一点,
ὥς οἱ ὑπʼ εἰροπόκων ὀίων στέρνοισι δέδεντο.
它们是如何被绑在浓密羊毛的羊胸下面的。
ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζε
那只雄羊最后走出了门外,
λάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι4.
被它的羊毛和我沉思着的重量所压迫。
τὸν δʼ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος·
强壮的波吕斐摩斯摸着它,对它说道:
κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλων
“亲爱的雄羊,为什么你这样在羊群中最后跑出洞穴?
ὕστατος; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν,
以前,你绝对不会落在其他羊的后面,
ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρενʼ ἄνθεα ποίης
而是远远地带头,啃食着鲜嫩的花草,
μακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις,
迈着大步,最先到达河流的水流,
πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαι
最先渴望在傍晚回到羊圈;
ἑσπέριος· νῦν αὖτε πανύστατος. ἦ σύ γʼ ἄνακτος
而现在相反,你是最末一个。你一定是想念主人的
ὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξαλάωσε
眼睛,那是一只恶人弄瞎的眼睛,
σὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ,
他用葡萄酒麻醉了我的心,还有他那些可悲的伙伴们,
Οὖτις, ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον.
那个乌提斯,我敢说他还没有逃脱毁灭。
εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιο
如果你能像我一样思考,并能开口说话,
εἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει·
告诉我那家伙在何处躲避我的怒火;
τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃ
那么,当他被撞击时,他的脑浆就会在洞穴里四处飞溅,
θεινομένου ῥαίοιτο πρὸς οὔδεϊ, κὰδ δέ κʼ ἐμὸν κῆρ
洒在地上,而我的心
λωφήσειε κακῶν, τά μοι οὐτιδανὸς πόρεν Οὖτις.
也会从那无用的乌提斯带给我的灾难中得到宽慰。”
ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε.
他这样说着,把那只雄羊从他身边送出了门外。
ἐλθόντες δʼ ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆς
当我们离洞穴和羊圈稍微远了一点时,
πρῶτος ὑπʼ ἀρνειοῦ λυόμην, ὑπέλυσα δʼ ἑταίρους.
我最先从雄羊身下解脱出来,接着解开了我的伙伴们。
καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ,
我们迅速地驱赶着那些步伐巨大的、肥硕的羊群,
πολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄφρʼ ἐπὶ νῆα
一次次地将它们围起并驱赶,直到我们来到了船上。
ἱκόμεθʼ. ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν,
对于可爱的伙伴们来说,我们就像是受欢迎的归来者,
οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες.
我们这些逃离了死亡的人,而他们为了其他人则哭泣和哀号。
ἀλλʼ ἐγὼ οὐκ εἴων, ἀνὰ δʼ ὀφρύσι νεῦον ἑκάστῳ,
但我没有允许他们哭泣,向每一个人扬起眉毛示意,
κλαίειν, ἀλλʼ ἐκέλευσα θοῶς καλλίτριχα μῆλα
反而命令他们迅速将大量毛色美丽的羊群
πόλλʼ ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ.
扔进船舱,开船驶入咸水之海。
οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
他们立即登船,坐在划桨座上,
ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
依次坐着,用桨击打着灰白的海洋。
ἀλλʼ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας,
但是,当距离拉开到大声呼喊能听到的范围时,
καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι·
就在那时,我用嘲讽的话语对独眼巨人说道:
Κύκλωψ, οὐκ ἄρʼ ἔμελλες ἀνάλκιδος ἀνδρὸς ἑταίρους
“独眼巨人,你注定不能凭借野蛮的力量,
ἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι.
在空洞的洞穴里吞食那个软弱男子的伙伴们。
καὶ λίην σέ γʼ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα,
确实,你的恶行注定要找上你,
σχέτλιʼ, ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳ
无耻之徒,因为你毫不畏惧在自己的家里吃掉客人;
ἐσθέμεναι· τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι.
为此,宙斯和其它的神明惩罚了你。”
ὣς ἐφάμην, ὁ δʼ ἔπειτα χολώσατο κηρόθι μᾶλλον,
我这样说,而他随后在心中更加愤怒,
ἧκε δʼ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο,
他砸断了一座大山的峰顶并扔了过去,
κὰδ δʼ ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιο
丢在深色船首的船只正前方不远处,
τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι,
差一点就碰到了舵的末梢。
ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·
海水在落下的巨石下汹涌翻滚,
τὴν δʼ αἶψʼ ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα,
退回来的波浪迅速将船带回了陆地,
πλημυρὶς ἐκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι.
那是一股来自深海的潮汐,强行将船送回岸边。
αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν
但我用双手拿了一根极长的撑杆,
ὦσα παρέξ, ἑτάροισι δʼ ἐποτρύνας ἐκέλευσα
将船推开,并鼓励我的伙伴们,命令他们
ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν,
用力划桨,好让我们能逃离这个险境,
κρατὶ κατανεύων· οἱ δὲ προπεσόντες ἔρεσσον.
我用头示意;他们便向前倾身奋力划桨。
ἀλλʼ ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν,
但是,当我们在海上航行了两倍的距离时,
καὶ τότε δὴ Κύκλωπα προσηύδων· ἀμφὶ δʼ ἑταῖροι
就在那时,我还想朝独眼巨人呼喊;但我周围的伙伴们
μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·
从四面八方用温和的话语劝阻我:
σχέτλιε, τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα;
“鲁莽的人,你为什么想要去激怒那个野蛮的人?”
- 9.422εὑροίμην
接在前一行由 `εἴ` 引导的从句中的第一不定过去时中动意愿语气,表示一种温和的期望或希冀(“或许我能找到”)。
- 9.428τῇς ἔπι
介词倒置(anastrophe)的例子,介词 `ἐπί` 置于其所支配的关系代词 `τῇς` 之后,因此重音前移至第一音节(写作 `ἔπι`)。
- 9.434ἀώτου θεσπεσίοιο
由动词 `ἐχόμην`(“我紧抓、坚持”)所支配的表示接触的属格(部分属格),这在希腊语中是表示抓住或触碰某物的标准构文。
- 9.445λάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι
这是一种双关/结合法(zeugma)结构,被动分词 `στεινόμενος`(“受压迫、重荷”)同时被两个表示原因的与格修饰:一个是字面、物理意义上的 `λάχνῳ`(“因羊毛”),另一个是比喻、人物层面的 `ἐμοὶ... φρονέοντι`(“因深思熟虑的我”)。
