← 索福克勒斯

菲洛克忒忒斯

§332-412

涅奥普托勒摩斯假称武具遭夺与阿特雷斯兄弟的背叛

涅奥普托勒摩斯向斐罗克特底讲述了在父亲阿喀琉斯死后,他如何被奥德修斯等人带到特洛伊,却发现父亲的武具被不公地判给了奥德修斯。听完这番话,斐罗克特底坚信这是阿特雷斯兄弟和奥德修斯的阴谋,并痛斥他们的卑劣手段。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
332

οἴμοι· φράσῃς μοι μὴ πέρα, πρὶν ἂν μάθω1

斐罗克特底:天哪!在我不先了解

πρῶτον τόδʼ, ἦ τέθνηχʼ ὁ Πηλέως γόνος;

这件事之前,请不要再往下说了。佩琉斯之子真的死了吗?

τέθνηκεν, ἀνδρὸς οὐδενός, θεοῦ δʼ ὕπο,2

涅奥普托勒摩斯:他死了,并非死于任何人手,而是死于神明,

335

τοξευτός, ὡς λέγουσιν, ἐκ Φοίβου δαμείς.

听人们说,他是被福玻斯射杀击败的。

ἀλλʼ εὐγενὴς μὲν ὁ κτανών τε χὠ θανών·

斐罗克特底:杀人者和被杀者都是高贵之人。

ἀμηχανῶ δὲ πότερον, ὦ τέκνον, τὸ σὸν

但孩子啊,我左右为难,

πάθημʼ ἐλέγχω πρῶτον ἢ κεῖνον στένω.

是该先询问你的苦难,还是该哀悼他。

οἶμαι μὲν ἀρκεῖν σοί γε καὶ τὰ σʼ, ὦ τάλας,

涅奥普托勒摩斯:可怜的人啊,我认为你自己的痛苦

340

ἀλγήμαθʼ, ὥστε μὴ τὰ τῶν πέλας στένειν.

对你来说已经足够了,无需再为邻人的痛苦而哀伤。

ὀρθῶς ἔλεξας· τοιγαροῦν τὸ σὸν φράσον

斐罗克特底:你说的对。因此,请再次

αὖθις πάλιν μοι πρᾶγμʼ, ὅτῳ σʼ ἐνύβρισαν.

向我讲述你的事情,他们是如何侮辱你的。

ἦλθόν με νηὶ ποικιλοστόλῳ μέτα

涅奥普托勒摩斯:他们乘着一艘装饰华丽的船来接我,

δῖός τʼ Ὀδυσσεὺς χὠ τροφεὺς τοὐμοῦ πατρός,

尊贵的奥德修斯和我父亲的抚养者。

345

λέγοντες, εἴτʼ ἀληθὲς εἴτʼ ἄρʼ οὖν μάτην,

他们说——无论是真话还是虚伪的说辞——

ὡς οὐ θέμις γίγνοιτʼ, ἐπεὶ κατέφθιτο

说既然我的父亲已经去世,

πατὴρ ἐμός, τὰ πέργαμʼ ἄλλον ἤ μʼ ἑλεῖν.

除了我之外,任何人都不能夺取特洛伊的城堡。

ταῦτʼ, ὦ ξένʼ, οὕτως ἐννέποντες οὐ πολὺν

异邦人啊,他们这样说,并没有让我

χρόνον μʼ ἐπέσχον μή με ναυστολεῖν ταχύ,3

耽搁太久而未能尽快出航,

350

μάλιστα μὲν δὴ τοῦ θανόντος ἱμέρῳ,4

这主要是出于对死者的思念,

ὅπως ἴδοιμʼ ἄθαπτον· οὐ γὰρ εἰδόμην·

好让我能见到他未入土的遗体——因为我从未见过。

ἔπειτα μέντοι χὠ λόγος καλὸς προσῆν,

此外,还有美妙的诺言相随:

εἰ τἀπὶ Τροίᾳ πέργαμʼ αἱρήσοιμʼ ἰών.

如果我去的话,我将会夺取特洛伊的城池。

ἦν δʼ ἦμαρ ἤδη δεύτερον πλέοντί μοι,5

在我航行的第二天,

355

κἀγὼ πικρὸν Σίγειον οὐρίῳ πλάτῃ

我乘着顺风,划着桨

κατηγόμην· καί μʼ εὐθὺς ἐν κύκλῳ στρατὸς

驶向了令人痛恨的西盖翁。我一登岸,全军

ἐκβάντα πᾶς ἠσπάζετʼ, ὀμνύντες βλέπειν

立刻围上来欢迎我,并发誓说,他们仿佛看见了

τὸν οὐκέτʼ ὄντα ζῶντʼ Ἀχιλλέα πάλιν.

那位已不在人世的阿喀琉斯再次复活。

κεῖνος μὲν οὖν ἔκειτʼ· ἐγὼ δʼ ὁ δύσμορος

那位已经长眠。而我这个不幸的人,

360

ἐπεὶ ʼδάκρυσα κεῖνον, οὐ μακρῷ χρόνῳ

在为他哭泣之后,没过多久,

ἐλθὼν Ἀτρείδας πρὸς φίλους, ὡς εἰκὸς ἦν,

便前往阿特雷斯兄弟那里,像对待朋友一样,因为这是理所当然的,

τά θʼ ὅπλʼ ἀπῄτουν τοῦ πατρὸς τά τʼ ἄλλʼ ὅσʼ ἦν.

我要求归还父亲的武具和所有其他的遗物。

οἱ δʼ εἶπον, οἴμοι, τλημονέστατον λόγον·

但他们却说——天哪!——最冷酷无情的话:

ὦ σπέρμʼ Ἀχιλλέως, τἄλλα μὲν πάρεστί σοι

“阿喀琉斯之子啊,你父亲的其他遗产

365

πατρῷʼ ἑλέσθαι, τῶν δʼ ὅπλων κείνων ἀνὴρ

你都可以继承,但那些武具,

ἄλλος κρατύνει νῦν, ὁ Λαέρτου γόνος.

如今已由另一个男人掌管,那就是拉厄耳忒斯之子。”

κἀγὼ δακρύσας εὐθὺς ἐξανίσταμαι

我流着泪立刻

ὀργῇ βαρείᾳ, καὶ καταλγήσας λέγω·

怀着满腔怒火站起来,极其痛苦地说道:

ὦ σχέτλιʼ, ἦ ʼτολμήσατʼ ἀντʼ ἐμοῦ τινι

“无情的人啊,你们怎敢在不先征得我同意的情况下,

370

δοῦναι τὰ τεύχη τἀμά, πρὶν μαθεῖν ἐμοῦ;

把我的武具送给别人代替我?”

ὁ δʼ εἶπʼ Ὀδυσσεύς, πλησίον γὰρ ὢν κυρεῖ,

而奥德修斯在一旁(因为他刚好在场)说道:

ναί, παῖ, δεδώκασʼ ἐνδίκως οὗτοι τάδε·

“是的,孩子,他们这样做是公正的。

ἐγὼ γὰρ αὔτʼ ἔσωσα κἀκεῖνον παρών.

因为当时我在场,救了那武具和他的遗体。”

κἀγὼ χολωθεὶς εὐθὺς ἤρασσον κακοῖς

我怒火中烧,立刻用各种

375

τοῖς πᾶσιν, οὐδὲν ἐνδεὲς ποιούμενος,

恶毒的话语痛斥他,毫不留情,

εἰ τἀμὰ κεῖνος ὅπλʼ ἀφαιρήσοιτό με.6

如果他真的要夺走我的武具。

ὁ δʼ ἐνθάδʼ ἥκων, καίπερ οὐ δύσοργος ὤν,

但他来到这里,虽然本来不是个易怒的人,

δηχθεὶς πρὸς ἁξήκουσεν ὧδʼ ἠμείψατο·

被他听到的那些话所激怒,这样回敬道:

οὐκ ἦσθʼ ἵνʼ ἡμεῖς, ἀλλʼ ἀπῆσθʼ ἵνʼ οὔ σʼ ἔδει·

“你不在我们所在的地方,而是在你该在的地方缺席了。

380

καὶ ταῦτʼ, ἐπειδὴ καὶ λέγεις θρασυστομῶν,

既然你如此口出狂言,

οὐ μήποτʼ ἐς τὴν Σκῦρον ἐκπλεύσῃς7 ἔχων.

你就绝不可能带着这些武具驶回斯库罗斯。”

τοιαῦτʼ ἀκούσας κἀξονειδισθεὶς κακὰ

听到了如此恶毒和侮辱的话,

πλέω πρὸς οἴκους, τῶν ἐμῶν τητώμενος

我正驶向家乡,却失去了我自己的东西,

πρὸς τοῦ κακίστου κἀκ κακῶν Ὀδυσσέως.

败在那个最卑鄙且由卑鄙者所生的奥德修斯手下。

385

κοὐκ αἰτιῶμαι κεῖνον ὡς τοὺς ἐν τέλει·

但我不怪他,而是怪那些掌权者。

πόλις γάρ ἐστι πᾶσα τῶν ἡγουμένων

因为整个城邦以及整个军队

στρατός τε σύμπας· οἱ δʼ ἀκοσμοῦντες βροτῶν

都属于他们的领导者。而那些不守规矩的凡人

διδασκάλων λόγοισι γίγνονται κακοί.

则是因教师的言论而变坏的。

λόγος λέλεκται πᾶς· ὁ δʼ Ἀτρείδας στυγῶν

我的话已全部说完。愿憎恨阿特雷斯兄弟的人

390

ἐμοί θʼ ὁμοίως καὶ θεοῖς εἴη φίλος.

成为我以及神明共同的朋友。

ὀρεστέρα παμβῶτι Γᾶ, μᾶτερ αὐτοῦ Διός,

歌队:山林中哺育万物的大地啊,宙斯本尊的母亲,

ἃ τὸν μέγαν Πακτωλὸν εὔχρυσον νέμεις,

统治着流淌着黄金的帕克托罗斯大川的女神,

395

σὲ κἀκεῖ, μᾶτερ πότνιʼ, ἐπηυδώμαν,

尊贵的母亲啊,在那个地方我也曾呼唤你,

ὅτʼ ἐς τόνδʼ Ἀτρειδᾶν ὕβρις πᾶσʼ ἐχώρει,

当阿特雷斯兄弟所有的侮辱都加在这孩子身上时,

ὅτε τὰ πάτρια τεύχεα παρεδίδοσαν,

当他们移交他父亲的武具时。

400

ἰὼ μάκαιρα ταυροκτόνων

噢,坐在斩牛的

λεόντων ἔφεδρε, τῷ Λαρτίου

狮子之上的神圣母亲啊,当拉厄耳忒斯之子

σέβας ὑπέρτατον.

获得至高无上的荣耀时。

ἔχοντες, ὡς ἔοικε, σύμβολον σαφὲς

斐罗克特底:异邦人们,看来你们来到这里,带着

λύπης πρὸς ἡμᾶς, ὦ ξένοι, πεπλεύκατε,

与我们相通的痛苦的明显凭证。

405

καί μοι προσᾴδεθʼ ὥστε γιγνώσκειν ὅτι

你们的话与我的遭遇产生了共鸣,使我明白

ταῦτʼ ἐξ Ἀτρειδῶν ἔργα κἀξ Ὀδυσσέως.

这些事确实是阿特雷斯兄弟和奥德修斯的所作所为。

ἔξοιδα γάρ νιν παντὸς ἂν λόγου κακοῦ

因为我深知他的舌头会触碰一切邪恶的言语,

γλώσσῃ θιγόντα καὶ πανουργίας, ἀφʼ ἧς8

做出各种奸诈之举,从这些勾当里

μηδὲν δίκαιον ἐς τέλος μέλλοι ποεῖν.

他绝不会想要带来任何最终的正义。

410

ἀλλʼ οὔ τι τοῦτο θαῦμʼ ἔμοιγʼ, ἀλλʼ εἰ παρὼν

但这对我来说一点也不值得奇怪,奇怪的是,当时在场的

Αἴας ὁ μείζων ταῦθʼ ὁρῶν ἠνείχετο.

大埃阿斯看到这一切,竟然能忍受下去。

οὐκ ἦν ἔτι ζῶν, ὦ ξένʼ· οὐ γὰρ ἄν ποτε

涅奥普托勒摩斯:异邦人啊,他已经不活在人世了。如果他还活着,绝不会……

语法注8 条
  1. 332πρὶν ἂν μάθω

    否定主句(μὴ πέρα)后接 πρίν + ἄν + 虚拟语气(μάθω)的句式,表示“在……之前(不……)”的限定条件。

  2. 334ἀνδρὸς οὐδενός, θεοῦ δʼ ὕπο

    介词 ὕπο (ὑπό) 虽然置于末尾的 θεοῦ 之后(伴随重音后退的介词倒装 anastrophe),但也同时作用于与之并列的前一个名词短语 ἀνδρὸς οὐδενός,表示施事者。

  3. 349μή με ναυστολεῖν ταχύ

    在含有阻碍、阻止等意义的动词 ἐπέσχον(源自 ἐπέχω)之后,接带有起赘余否定作用的否定词 μή 的不定式短语,在语义上表示“并没有阻碍我快速航行”。

  4. 350τοῦ θανόντος ἱμέρῳ

    属格 τοῦ θανόντος 在此作为名词 ἱμέρῳ(思念、渴望)的宾格性属格(“对死者的思念”)。

  5. 354πλέοντί μοι

    现在分词与格 πλέοντί μοι 是表示动作主体(我)时间流逝的“关系与格”(或时间与格),意为“在我航行时(已经是第二天了)”。

  6. 376εἰ τἀμὰ κεῖνος ὅπλʼ ἀφαιρήσοιτό με

    动词 ἀφαιρέομαι(夺取)支配“人(με)”和“物(τἀμὰ ὅπλʼ)”的双宾格。条件句从句中的将来希求语气(ἀφαιρήσοιτό)呼应过去时主句的叙述(ἤρασσον),表示过去将来的间接引语。

  7. 381οὐ μήποτʼ ἐκπλεύσῃς

    οὐ μή + 过去虚拟语气(此处为 aorist 虚拟语气 ἐκπλεύσῃς)的句式,表示对未来的强烈否定断言(“你绝不可能驶出”)。

  8. 408ἀφʼ ἧς

    带介词 ἀπό 的关系代名词属格阴性单数 ἧς,其先行词是前句的 πανουργίας(奸诈、恶事),表示手段或来源(“由此……”)。后续的希求语气 μέλλοι 是受过去语境影响的斜格希求语气。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 2 处
urn:cts:greekLit:tlg0011.tlg006.humanitext-grc2:332-412