← 索福克勒斯

菲洛克忒忒斯

§1140-1238

菲罗克忒忒斯的拒绝与涅俄普托勒摩斯的反悔

菲罗克忒忒斯因失去武器而悲痛欲绝,他拒绝了歌队的劝说,宁可留在岛上等死。与此同时,奥德修斯和涅俄普托勒摩斯出现,涅俄普托勒摩斯因悔恨自己的欺骗行径,决心将弓归还。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1140

ἀνδρός1 τοι τὰ μὲν ἔνδικʼ αἰὲν εἰπεῖν,εἰπόντος δὲ μὴ φθονερὰνἐξῶσαι γλώσσας ὀδύναν.

“人说话永远应当秉持公正,而一旦说了,便不该吐露出舌尖那嫉妒的毒刺。

κεῖνος δʼ εἷς ἀπὸ πολλῶνταχθεὶς τῶνδʼ ἐφημοσύνᾳ

那个人不过是众多人中被选派的一员,奉他们之命,

1145

κοινὰν ἤνυσεν ἐς φίλους ἀρωγάν.

为朋友们完成了共同的救援。”

ὦ πταναὶ θῆραι χαροπῶν τʼ

“噢,有翼的猎物,以及这片育山之地所蓄养的、

ἔθνη θηρῶν, οὓς ὅδʼ ἔχειχῶρος οὐρεσιβώτας,

目光炯炯的野兽族群啊,

μηκέτʼ ἀπʼ αὐλίων φυγᾷ

你们再也不用为了逃命而

1150

πηδᾶτʼ· οὐ γὰρ ἔχω χεροῖν

从洞穴里跳跃逃跑了;因为我的双手

τὰν πρόσθεν βελέων ἀλκάν,ὦ δύστανος ἐγὼ τανῦν,

已不再握有往昔那箭矢的威力——哀哉,如今的我何其悲惨!

ἀλλʼ ἀνέδην, ὁ δὲ χῶρος ἄρʼ οὐκέτι

尽情游荡吧,这片土地对你们而言

φοβητὸς οὐκέθʼ ὑμῖν,

已不再可怕,不再是威胁。

1155

ἕρπετε· νῦν καλὸν

过来吧!现在正是时候,

ἀντίφονον κορέσαι στόμα πρὸς χάρινἐμᾶς σαρκὸς αἰόλας·

尽情用我斑驳的血肉来填饱你们那复仇之口,以遂心愿;

ἀπὸ γὰρ βίον αὐτίκα λείψω.

因为我很快就会失去生命。

1160

πόθεν γὰρ ἔσται βιοτά; τίς ὧδʼ ἐν αὔραις τρέφεται,μηκέτι μηδενὸς κρατύνων2 ὅσα πέμπει βιόδωρος αἶα;

活下去的粮饷能从何而来?当一个人再也无法掌控生命之源的大地所送出的任何馈赠时,谁又能单凭着空气而存活?”

πρὸς θεῶν, εἴ τι σέβει ξένον, πέλασσον,

“看在神明的份上,如果你对异乡人还存有一丝敬意,请靠近吧,

εὐνοίᾳ πάσᾳ πελάταν·

靠近那怀着满腔善意走近你的人!

1165

ἀλλὰ γνῶθʼ, εὖ γνῶθʼ ἐπὶ σοὶ

但你要知道,一定要知道,免受这致命运气的摆布

κῆρα τάνδʼ ἀποφεύγειν.

完全取决于你自己。

οἰκτρὰ γὰρ βόσκειν, ἀδαὴς δʼἔχειν μυρίον ἄχθος, ὃ ξυνοικεῖ.

因为滋养这病痛是可悲的,而要学会承受那与你同在的无数重担,也是不可能的。”

1170

πάλιν πάλιν παλαιὸν ἄλγημʼ ὑπέμνασας, ὦ

“你又一次,再一次让我想起昔日的痛苦,噢,

λῷστε τῶν πρὶν ἐντόπων.

在这地方来过的人里最优秀的一位。

τί μʼ ὤλεσας; τί μʼ εἴργασαι;

你为何要毁灭我?你对我做了什么?

τί τοῦτʼ ἔλεξας;

你为何说出这话?

εἰ σὺ τὰν ἐμοὶ στυγερὰν

如果你指望把我带到那令我憎恨的

1175

Τρῳάδα γᾶν μʼ ἤλπισας ἄξειν.

特洛伊土地去。”

τόδε γὰρ νοῶ κράτιστον.

“因为我认为这是最好的选择。”

ἀπό νύν με λείπετʼ ἤδη.

“既然如此,现在就离开我吧!”

φίλα μοι, φίλα ταῦτα παρήγγειλας ἑκόντι τε πράσσειν.

“这命令于我很是讨喜,甚合我意,我乐意照办。

ἴωμεν ἴωμεν

走吧,走吧,

1180

ναὸς ἵνʼ ἡμῖν τέτακται.

去往我们在船上被指派的岗位。”

μή, πρὸς ἀραίου Διός, ἔλθῃς, ἱκετεύω.

“不要走,看在主掌诅咒的宙斯份上,我恳求你们!”

μετρίαζʼ.

“克制一下吧。”

ὦ ξένοι, μείνατε, πρὸς θεῶν.

“噢,异乡人啊,看在神明的份上,请留下来。”

τί θροεῖς;

“你是在喊些什么?”

1185

αἰαῖ αἰαῖ, δαίμων δαίμων·

“哀哉,哀哉!命运啊,残酷的命运!

ἀπόλωλʼ ὁ τάλας·

可怜的我彻底完蛋了!

ὦ ποὺς πούς, τί σʼ ἔτʼ ἐν βίῳ

噢,我的脚啊,我的脚,此后的余生里,

τεύξω τῷ μετόπιν τάλας;

可怜的我该拿你怎么办?

1190

ὦ ξένοι, ἔλθετʼ ἐπήλυδες αὖθις.

噢,异乡人们,请再次回到我身边吧!”

τί ῥέξοντες ἀλλοκότῳ

“怀着与你此前表现出的愿望截然相反的

γνώμᾳ τῶν πάρος, ὧν προύφαινες;

古怪想法,你又要我们做什么呢?”

οὔτοι νεμεσητόν,ἀλύοντα χειμερίῳ

“一个在风暴般的痛苦中几近发狂的人,

1195

λύπᾳ καὶ παρὰ νοῦν θροεῖν.

说出违背理智的话,绝不该受到谴责。”

βᾶθί νυν, ὦ τάλαν, ὥς σε κελεύομεν.

“既然如此,那就跟我们走吧,可怜的人,正如我们所劝告你的。”

οὐδέποτʼ οὐδέποτʼ, ἴσθι τόδʼ ἔμπεδον,

“决不,决不——你且牢牢记住这一点——

οὐδʼ εἰ πυρφόρος ἀστεροπητὴς

哪怕手持火焰的闪电之主

βροντᾶς αὐγαῖς μʼ εἶσι φλογίζων.

用霹雳的光芒将我焚烧殆尽!

1200

ἐρρέτω Ἴλιον οἵ θʼ ὑπʼ ἐκείνῳ

让伊利翁毁灭吧,还有那城墙下的所有人,

πάντες ὅσοι τόδʼ ἔτλασαν ἐμοῦ ποδὸς ἄρθρον ἀπῶσαι.

他们竟敢将我这残废的足关节弃之不顾!”

ἀλλʼ, ὦ ξένοι, ἕν γέ μοι εὖχος ὀρέξατε.

“但是,噢,异乡人们,至少满足我一个请求吧。”

ποῖον ἐρεῖς τόδʼ ἔπος;

“你说的是怎样的请求?”

ξίφος, εἴ ποθεν,

“一把剑,随便从哪里弄来,

ἢ γένυν ἢ βελέων τι προπέμψατε.

或者一把斧头,或者随便什么兵刃,递给我吧!”

1205

ὡς τίνα δὴ ῥέξῃς παλάμαν ποτέ;

“好让你的手去干出什么样的事来?”

χρῶτʼ ἀπὸ πάντα καὶ ἄρθρα τέμω χερί·

“用我自己的手,割断我全身的皮肉和关节;

φονᾷ φονᾷ νόος ἤδη.

我的心如今渴求着鲜血,渴求着鲜血!”

τί ποτε;

“究竟是为了什么?”

πατέρα ματεύων.

“去寻找我的父亲。”

1210

ποῖ γᾶς;

“在这世上的哪里?”

ἐς Ἅιδου·

“去往哈得斯的阴间;

οὐ γάρ ἐστʼ ἐν φάει γʼ ἔτι.

因为他已不在人世的光芒之中。”

ὦ πόλις, ὦ πατρία,

“噢,城邦,噢,我的祖国,

πῶς ἂν εἰσίδοιμʼ ἄθλιός σʼ ἀνήρ,

我这悲惨的人,该如何才能再看见你,

ὅς γε σὰν λιπὼν ἱερὰν

我曾离开你神圣的溪流,

1215

λιβάδʼ ἐχθροῖς ἔβαν Δαναοῖς

前去援助那可恨的达那奥斯人!

ἀρωγός· ἔτʼ οὐδέν εἰμι.

如今,我已是一无所有。”

ἐγὼ μὲν ἤδη καὶ πάλαι νεὼς ὁμοῦ

“至于我,倘若不是看见

στείχων ἂν ἦ3 σοι τῆς ἐμῆς, εἰ μὴ πέλας

奥德修斯在近旁走着,还有阿基琉斯的儿子

Ὀδυσσέα στείχοντα τόν τʼ Ἀχιλλέως

正朝我们这边走过来,

1220

γόνον πρὸς ἡμᾶς δεῦρʼ ἰόντʼ ἐλεύσσομεν.

我早就已经走向我自己的船只了。”

οὐκ ἂν φράσειας ἥντινʼ αὖ παλίντροπος

“你能不能告诉我,你这般急匆匆地折返回来,

κέλευθον ἕρπεις ὧδε σὺν σπουδῇ ταχύς;

究竟是要走什么样的路?”

λύσων ὅσʼ ἐξήμαρτον ἐν τῷ πρὶν χρόνῳ.

“为了弥补我先前所犯下的一切过错。”

δεινόν γε φωνεῖς· ἡ δʼ ἁμαρτία τίς ἦν;

“你这话听着可真吓人;那过错究竟是什么?”

1225

ἣν4 σοὶ πιθόμενος τῷ τε σύμπαντι στρατῷ

“那就是顺从了你和全军之意(而犯下的过错)。”

ἔπραξας ἔργον ποῖον ὧν οὔ σοι πρέπον;

“你究竟干了什么不配你身份的事情?”

ἀπάταισιν αἰσχραῖς ἄνδρα καὶ δόλοις ἑλών.

“用可耻的欺骗和诡计捕获了一个男人。”

τὸν ποῖον; ὤμοι· μῶν τι βουλεύει νέον;

“哪个人?哎呀!你该不会是在策划什么惊人之举吧?”

1230

νέον μὲν οὐδέν, τῷ δὲ Ποίαντος τόκῳ,

“并非什么惊人之举;而是对波亚斯之子——”

τί χρῆμα δράσεις; ὥς μʼ ὑπῆλθέ τις φόβος.

“你要干什么?某种恐惧突然袭上我的心头。”

παρʼ οὗπερ ἔλαβον τάδε τὰ τόξʼ, αὖθις πάλιν

“我从他那里拿走这把弓的人,要把这弓重新——”

ὦ Ζεῦ, τί λέξεις; οὔ τί που δοῦναι νοεῖς;

“噢,宙斯!你想说什么?你该不会打算把它还回去吧?”

αἰσχρῶς γὰρ αὐτὰ κοὐ δίκῃ λαβὼν ἔχω.

“因为我占有着它,是以可耻的方式、不义地夺来的。”

1235

πρὸς θεῶν, πότερα δὴ κερτομῶν λέγεις τάδε;

“看在神明的份上,你是在开玩笑嘲弄我,还是说真的?”

εἰ κερτόμησίς ἐστι τἀληθῆ λέγειν.

“如果说出真话也算是嘲弄的话。”

τί φής, Ἀχιλλέως παῖ; τίνʼ εἴρηκας λόγον;

“你说什么,阿基琉斯之子?你刚才说的是什么话?”

δὶς ταὐτὰ βούλει καὶ τρὶς ἀναπολεῖν μʼ ἔπη;

“你想让我把同样的话重复两遍、三遍吗?”

语法注4 条
  1. 1140ἀνδρός

    ἀνδρός 是特征属格(predicate genitive of characteristic),意为“……是人(的义务/本分)”。它在此充当其后不定式 εἰπεῖν(说)和 ἐξῶσαι(吐出)的逻辑主语。

  2. 1161μηδενὸς κρατύνων

    动词 κρατύνω(支配、掌控)支配属格,在此处为 μηδενός。否定小词 μηκέτι 与 μηδενός 叠用,构成强烈的双重否定,表示“再也不……任何事物”。

  3. 1218ἂν ἦ

    ἂν ἦ 代表 ἂν ἦν(动词 εἰμί 的未完成过去时第一人称单数,附带助词 ἄν),与条件从句 εἰ μὴ ... ἐλεύσσομεν(若非我们看见……)共同构成与过去事实相反的虚拟条件句(反事实条件句)的归结从句,意为“我本已……了”。

  4. 1225ἣν

    关系代词 ἣν(阴性单数宾格)以前面一句奥德修斯的提问(ἡ δʼ ἁμαρτία τίς ἦν;)中的 ἁμαρτία(过错)为先行词。在涅俄普托勒摩斯的这句答话中,本应作为动词(如 ἔπραξα,“我犯下”)的宾语,但由于第1225行奥德修斯的打断而产生了省略。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0011.tlg006.humanitext-grc2:1140-1238