← 索福克勒斯

俄狄浦斯王

§80-157

克瑞翁传达神谕与俄狄浦斯的誓言

克瑞翁从阿波罗神庙归来,传达了惩罚先王赖厄斯凶手以净化国家的生命神谕。俄狄浦斯誓言查明真相并进行复仇,合唱团则歌唱了对神谕降临的敬畏与战栗之情。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
80

ὦναξ Ἄπολλον, εἰ γὰρ ἐν τύχῃ γέ τῳσωτῆρι βαίη1 λαμπρὸς ὥσπερ ὄμματι

阿波罗主啊,愿他伴着某种带来救赎的幸运而至,如他的眼眸般明亮!

ἀλλʼ εἰκάσαι μέν, ἡδύς· οὐ γὰρ ἂν κάραπολυστεφὴς ὧδʼ εἷρπε παγκάρπου δάφνης.

但据推测,他是带喜讯来的;否则,他便不会像这样,头上戴满结满果实的月桂冠走来。

τάχʼ εἰσόμεσθα· ξύμμετρος γὰρ ὡς κλύειν.

我们很快就会知道;因为他的距离已经足够听见我们说话。

85

ἄναξ, ἐμὸν κήδευμα, παῖ Μενοικέως,τίνʼ ἡμὶν ἥκεις τοῦ θεοῦ φήμην φέρων;

主啊,我的内兄,墨诺伊克斯之子,你带给我们神明的什么神谕?

ἐσθλήν· λέγω γὰρ καὶ τὰ δύσφορʼ, εἰ τύχοικατʼ ὀρθὸν ἐξελθόντα, πάντʼ ἂν εὐτυχεῖν.2

吉兆。因为我说,即使是难以承受的事,如果碰巧能得到正确的解决,一切都会变得幸运。

ἔστιν δὲ ποῖον τοὔπος; οὔτε γὰρ θρασὺςοὔτʼ οὖν προδείσας εἰμὶ τῷ γε νῦν λόγῳ.

那话语究竟是什么?因为听了你刚才的话,我既没有感到胆大,也没有预先感到恐惧。

εἰ τῶνδε χρῄζεις πλησιαζόντων κλύειν,ἕτοιμος εἰπεῖν, εἴτε καὶ στείχειν ἔσω.

如果你希望在这些站立在旁的人面前听取,我随时可以奉告,或者也可以一同进屋去。

ἐς πάντας αὔδα· τῶνδε γὰρ πλέον φέρωτὸ πένθος ἢ καὶ τῆς ἐμῆς ψυχῆς πέρι.

向所有人宣告吧;因为比起我自己的灵魂,我更承受着这些人的悲痛。

95

λέγοιμʼ ἂν οἷʼ ἤκουσα τοῦ θεοῦ πάρα.

那么我就把从神明那里听来的话说了。

ἄνωγεν ἡμᾶς Φοῖβος ἐμφανῶς ἄναξμίασμα χώρας, ὡς τεθραμμένον3 χθονὶἐν τῇδʼ, ἐλαύνειν μηδʼ ἀνήκεστον τρέφειν.

福玻斯主上显明地命令我们,要把在这个国家、在这片土地上滋生出来的污秽驱逐出去,不要任由其滋长到无可救药的地步。

ποίῳ καθαρμῷ; τίς ὁ τρόπος τῆς ξυμφορᾶς;

通过何种净化?这灾祸的方式究竟是什么?

100

ἀνδρηλατοῦντας ἢ φόνῳ φόνον πάλινλύοντας, ὡς τόδʼ αἷμα χειμάζον πόλιν.

或是放逐杀人者,或是以血还血来消除罪孽,因为正是这血给城市带来了风暴。

ποίου γὰρ ἀνδρὸς τήνδε μηνύει τύχην;

神明所指示的,究竟是哪个人的命运?

ἦν ἡμίν, ὦναξ, Λάϊός ποθʼ ἡγεμὼνγῆς τῆσδε, πρὶν σὲ τήνδʼ ἀπευθύνειν πόλιν.

主啊,在你执掌这城市之前,赖厄斯曾是这片土地的统治者。

105

ἔξοιδʼ ἀκούων· οὐ γὰρ εἰσεῖδόν γέ πω.

我听闻而深知此事;但我从未见过他。

τούτου θανόντος νῦν ἐπιστέλλει σαφῶςτοὺς αὐτοέντας χειρὶ τιμωρεῖν τινας.

既然他已死去,神明现在明确命令我们,要亲手惩罚那些凶手。

οἳ δʼ εἰσὶ ποῦ γῆς; ποῦ τόδʼ εὑρεθήσεταιἴχνος παλαιᾶς δυστέκμαρτον αἰτίας;

但他们在世上的何处?这古老罪孽的难以追踪的足迹,又将在何处被发现?

110

ἐν τῇδʼ ἔφασκε γῇ· τὸ δὲ ζητούμενονἁλωτόν, ἐκφεύγειν δὲ τἀμελούμενον.

神明说就在这片土地上;而被寻找的会被发现,被疏忽的则会逃逸。

πότερα δʼ ἐν οἴκοις ἢ ʼν ἀγροῖς ὁ Λάϊοςἢ γῆς ἐπʼ ἄλλης τῷδε συμπίπτει φόνῳ;

莱厄斯是在宫中,还是在田野里,又或是在别国土地上,遭遇了这场谋杀?

θεωρός, ὡς ἔφασκεν, ἐκδημῶν, πάλινπρὸς οἶκον οὐκέθʼ ἵκεθʼ, ὡς ἀπεστάλη.

据他自己说,他是作为朝圣使者出国,自出发后,就再也没有回到家乡。

οὐδʼ ἄγγελός τις οὐδὲ συμπράκτωρ ὁδοῦκατεῖδʼ, ὅτου τις ἐκμαθὼν ἐχρήσατʼ ἄν;

难道就没有使者,或者同行的伴侣目击此事,以便人们能探知实情并加利用吗?

θνῄσκουσι γάρ, πλὴν εἷς τις, ὃς φόβῳ, φυγὼνὧν εἶδε4 πλὴν ἓν οὐδὲν εἶχʼ εἰδὼς φράσαι.

因为他们都死了,除了一人,他因恐惧而逃走,除了那一件事,对于他所见到的,他无法说出任何他所知道的事。

120

τὸ ποῖον; ἓν γὰρ πόλλʼ ἂν ἐξεύροι μαθεῖν,ἀρχὴν βραχεῖαν εἰ λάβοιμεν ἐλπίδος.

那是哪一件事?因为只要我们能获得一线希望的微小起点,一件事就可以引出发现许多事。

λῃστὰς ἔφασκε συντυχόντας οὐ μιᾷῥώμῃ κτανεῖν νιν, ἀλλὰ σὺν πλήθει χερῶν.

他说,他们遭遇了强盗,强盗杀死了他,不是凭一个人的力量,而是纠集了众人之手。

πῶς οὖν ὁ λῃστής, εἴ τι μὴ ξὺν ἀργύρῳἐπράσσετʼ ἐνθένδʼ, ἐς τόδʼ ἂν τόλμης ἔβη;

如果不是这里有人用金钱暗中主使,强盗怎敢做出如此胆大妄为之事?

δοκοῦντα ταῦτʼ ἦν· Λαΐου δʼ ὀλωλότοςοὐδεὶς ἀρωγὸς ἐν κακοῖς ἐγίγνετο.

人们也是这样怀疑的;但莱厄斯死后,在灾难之中,没有任何人出来相助。

κακὸν δὲ ποῖον ἐμποδών, τυραννίδοςοὕτω πεσούσης, εἶργε τοῦτʼ ἐξειδέναι;

王权已经这样陨落,究竟有什么灾祸横加阻拦,阻止了你们去查明真相?

130

ἡ ποικιλῳδὸς Σφὶγξ τὸ πρὸς ποσὶν σκοπεῖνμεθέντας ἡμᾶς τἀφανῆ προσήγετο.

歌声诡秘的神使斯芬克斯,诱使我们搁置那看不见的谜团,转而关注眼前的问题。

ἀλλʼ ἐξ ὑπαρχῆς αὖθις αὔτʼ ἐγὼ φανῶ·

但我要再次从头开始,查明真相;

ἐπαξίως γὰρ Φοῖβος, ἀξίως δὲ σὺπρὸ τοῦ θανόντος τήνδʼ ἔθεσθʼ ἐπιστροφήν·

因为福玻斯做得很值,你也做得当之无愧,为那死去的人展现出这般关切。

135

ὥστʼ ἐνδίκως ὄψεσθε κἀμὲ σύμμαχονγῇ τῇδε τιμωροῦντα τῷ θεῷ θʼ ἅμα.

因此,你们理所当然会看到我作为盟友,为这片土地,同时也为神明复仇。

ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων,ἀλλʼ αὐτὸς αὑτοῦ τοῦτʼ ἀποσκεδῶ μύσος.

因为我清除这污秽不是为了疏远的友人,而是为了我自己。

ὅστις γὰρ ἦν ἐκεῖνον ὁ κτανών, τάχʼ ἂνκἄμʼ ἂν τοιαύτῃ χειρὶ τιμωροῦνθʼ ἕλοι.

因为无论是谁杀死了他,也许也会用同样的一只手,对我这个复仇者进行加害。

κείνῳ προσαρκῶν οὖν ἐμαυτὸν ὠφελῶ.

因此,帮助他也就是在利于我自己。

ἀλλʼ ὡς τάχιστα, παῖδες, ὑμεῖς μὲν βάθρωνἵστασθε, τούσδʼ ἄραντες ἱκτῆρας κλάδους,

那么,孩子们,快从台阶上站起来,带走这些祈求的花枝,

ἄλλος δὲ Κάδμου λαὸν ὧδʼ ἀθροιζέτω,ὡς πᾶν ἐμοῦ δράσοντος· ἢ γὰρ εὐτυχεῖςσὺν τῷ θεῷ φανούμεθʼ ἢ πεπτωκότες.

让另一个人把卡德摩斯的人民召集到这里,因为我会尽一切努力;我们要么在神助下走向繁荣,要么归于毁灭。

ὦ παῖδες, ἱστώμεσθα· τῶνδε γὰρ χάρινκαὶ δεῦρʼ ἔβημεν ὧν ὅδʼ ἐξαγγέλλεται.

孩子们,我们站起来吧;因为正是为了这位君王所应允的事,我们才来到这里。

Φοῖβος δʼ ὁ πέμψας τάσδε μαντείας ἅμασωτήρ δʼ ἵκοιτο καὶ νόσου παυστήριος.

愿那降下这些神谕的福玻斯,能作为救主和消除病痛者,一同降临。

ὦ Διὸς ἁδυεπὲς φάτι, τίς ποτε τᾶς πολυχρύσουΠυθῶνος ἀγλαὰς ἔβας

哦,宙斯那美妙的神谕,你以怎样的姿态,从富庶黄金的皮托来到这辉煌的底比斯?我恐惧的心被拉紧,在战栗中颤抖,

Θήβας; ἐκτέταμαι φοβερὰν φρένα, δείματι πάλλων,ἰήιε Δάλιε Παιάν,

哦,大声呼求的提洛岛的派安!

155

ἀμφὶ σοὶ ἁζόμενος τί μοι ἢ νέονἢ περιτελλομέναις ὥραις πάλιν ἐξανύσεις χρέος.

对你心怀敬畏,我思索着你将为我实现怎样的命运,是全新的,或者是随着岁月的流转再次偿还的债务。

εἰπέ μοι, ὦ χρυσέας τέκνον Ἐλπίδος, ἄμβροτε Φάμα.

告诉我吧,哦,黄金希望之子,不朽的神谕。

语法注4 条
  1. 80εἰ γὰρ ... βαίη

    εἰ γάρ 连用希求语气(βαίη)表示可以实现的愿望(“但愿……出现”)。

  2. 88πάντʼ ἂν εὐτυχεῖν

    动词 λέγω 后的宾格不定式结构,不定式(εὐτυχεῖν)搭配 ἄν 表示间接引语中潜在的希求语气(εὐτυχοῖ ἄν)。

  3. 97ὡς τεθραμμένον

    与前面的宾格名词 μίασμα 一致的分词。连词 ὡς 引入了神明所断定的主观理由或事实(“作为……被滋生出来的东西”)。

  4. 119ὧν εἶδε

    关系代词的格同化。原本应为宾格 ἃ εἶδε(他所见的事物),但因受到被省略的属格先行词(τούτων “在那些事情中”)的影响而同化为属格 ὧν。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 3 处
urn:cts:greekLit:tlg0011.tlg004.humanitext-grc2:80-157