← 索福克勒斯

俄狄浦斯王

§330-401

提瑞西阿斯的指控与奥狄浦斯的震怒

提瑞西阿斯揭露奥狄浦斯自己就是凶手,且正与最亲近的人过着不耻的生活。被激怒的奥狄浦斯谴责提瑞西阿斯与克瑞翁勾结篡位,并嘲笑其预言能力远不及自己的智慧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
330

τί φής; ξυνειδὼς οὐ φράσεις, ἀλλʼ ἐννοεῖςἡμᾶς προδοῦναι καὶ καταφθεῖραι πόλιν;

“你说什么?你明知真相却不肯说,难道是存心背叛我们、毁灭城邦吗?”

ἐγὼ οὔτʼ ἐμαυτὸν οὔτε σʼ ἀλγυνῶ. τί ταῦτʼἄλλως ἐλέγχεις; οὐ γὰρ ἂν πύθοιό μου.

“我既不想伤害自己,也不想伤害你。你何必白白质问这些?因为你是不可能从我这里问出来的。”

οὐκ, ὦ κακῶν κάκιστε, καὶ γὰρ ἂν πέτρου

“不,你这恶人中的至恶之徒,哪怕是石头的脾气也会被你激怒,你究竟肯不肯说,

335

φύσιν σύ γʼ ὀργάνειας,1 ἐξερεῖς ποτε,ἀλλʼ ὧδʼ ἄτεγκτος κἀτελεύτητος φανεῖ;

难道要一直这样冷酷而永无止境吗?”

ὀργὴν ἐμέμψω τὴν ἐμήν, τὴν σὴν δʼ ὁμοῦναίουσαν2 οὐ κατεῖδες, ἀλλʼ ἐμὲ ψέγεις.

“你指责我的愤怒,却不曾看见你自己那如影随形的愤怒,反而来怪罪我。”

τίς γὰρ τοιαῦτʼ ἂν οὐκ ἂν ὀργίζοιτʼ ἔπηκλύων, ἃ νῦν σὺ τήνδʼ ἀτιμάζεις πόλιν;

“听了这样的话,谁能不发怒呢?你现在正用这些话侮辱我们的城邦。”

ἥξει γὰρ αὐτά, κἂν ἐγὼ σιγῇ στέγω.

“因为即便我用沉默将它们隐瞒,该来的终究会来。”

οὐκοῦν ἅ γʼ ἥξει καὶ σὲ χρὴ λέγειν ἐμοί.

“既然该来的终究会来,你更应该告诉我。”

οὐκ ἂν πέρα φράσαιμι. πρὸς τάδʼ, εἰ θέλεις,θυμοῦ διʼ ὀργῆς ἥτις ἀγριωτάτη.

“我不会再多说一个字。对此,如果你愿意,就尽管发泄你最狂暴的愤怒吧。”

345

καὶ μὴν παρήσω γʼ οὐδέν, ὡς ὀργῆς ἔχω,

“既然如此,在我的愤怒之下,我绝不隐瞒我所理解的一切。你给我听着:在我看来,

ἅπερ ξυνίημʼ· ἴσθι γὰρ δοκῶν ἐμοὶ

你不仅参与策划了这起谋杀,而且除了没有亲手杀人之外,你几乎干了所有的事。

καὶ ξυμφυτεῦσαι τοὔργον3 εἰργάσθαι θʼ, ὅσον

如果你还有视力,

μὴ χερσὶ καίνων· εἰ δʼ ἐτύγχανες βλέπων,καὶ τοὔργον ἂν σοῦ τοῦτʼ, ἔφην εἶναι μόνου.

我甚至会说,这整件事完全是你一个人干的。”

350

ἄληθες; ἐννέπω σὲ τῷ κηρύγματι

“果真如此?那么我命令你,遵守你自己宣布的法令,

ᾧπερ προεῖπας ἐμμένειν, κἀφʼ ἡμέρας

从今天起,既不要同这些人说话,也不要同我说话,

τῆς νῦν προσαυδᾶν μήτε τούσδε μήτʼ ἐμέ,ὡς ὄντι γῆς τῆσδʼ ἀνοσίῳ μιάστορι.

因为你就是这片土地上那不洁的污染源!”

οὕτως ἀναιδῶς ἐξεκίνησας τόδετὸ ῥῆμα; καὶ ποῦ τοῦτο φεύξεσθαι δοκεῖς;

“你竟敢如此无耻地吐出这样的话?你以为说了这话能逃到哪里去?”

πέφευγα· τἀληθὲς γὰρ ἰσχῦον τρέφω.

“我已经逃脱了;因为我保有着具有力量的真理。”

πρὸς τοῦ διδαχθείς; οὐ γὰρ ἔκ γε τῆς τέχνης.

“这是谁教你的?这绝非来自你的预言术。”

πρὸς σοῦ· σὺ γάρ μʼ ἄκοντα προυτρέψω λέγειν.

“正是被你;因为是你违背我的意愿逼我开口的。”

ποῖον λόγον; λέγʼ αὖθις, ὡς μᾶλλον μάθω.

“什么话?再说一遍,好让我听得更明白。”

360

οὐχὶ ξυνῆκας πρόσθεν; ἢ ʼκπειρᾷ λέγων;

“你刚才没听懂吗?还是你在用话试探我?”

οὐχ ὥστε γʼ εἰπεῖν γνωστόν· ἀλλʼ αὖθις φράσον.

“还没到能确信懂了的程度;再对我说一次吧。”

φονέα σε φημὶ τἀνδρὸς οὗ ζητεῖς κυρεῖν.4

“我说,你所寻找的那位死者的凶手,正是你自己。”

ἀλλʼ οὔ τι χαίρων δίς γε πημονὰς ἐρεῖς.

“但你绝不可能两次说出这样中伤的话而不付出代价。”

εἴπω τι δῆτα κἄλλʼ, ἵνʼ ὀργίζῃ πλέον;

“那么,要不要我再说点别的,好让你更加愤怒?”

365

ὅσον γε χρῄζεις· ὡς μάτην εἰρήσεται.

“随你高兴说多少,反正那也是白说。”

λεληθέναι σε φημὶ σὺν τοῖς φιλτάτοις

“我说你与最亲近的人过着极不名誉的亲密生活却浑然不知,

αἴσχισθʼ ὁμιλοῦντʼ, οὐδʼ ὁρᾶν ἵνʼ εἶ κακοῦ.

也看不清自己正处于何等悲惨的境地。”

ἦ καὶ γεγηθὼς ταῦτʼ ἀεὶ λέξειν δοκεῖς;

“你真的以为你可以一直这样得意洋洋地说这些话吗?”

εἴπερ τί γʼ ἐστὶ τῆς ἀληθείας σθένος.

“如果真理确实拥有力量的话。”

370

ἀλλʼ ἔστι, πλὴν σοί· σοὶ δὲ τοῦτʼ οὐκ ἔστʼ ἐπεὶτυφλὸς τά τʼ ὦτα τόν τε νοῦν τά τʼ ὄμματʼ εἶ.

“真理确有力量,但对你而言却非如此。对你来说它毫无用处,因为你在耳朵、心灵和双眼上全都是瞎的。”

σὺ δʼ ἄθλιός γε ταῦτʼ ὀνειδίζων, ἃ σοὶοὐδεὶς ὃς οὐχὶ τῶνδʼ ὀνειδιεῖ τάχα.

“而你才是可悲的,竟然用这些话来辱骂我,很快这里的每一个人都会把这些话砸回你脸上。”

μιᾶς τρέφει πρὸς νυκτός, ὥστε μήτʼ ἐμὲμήτʼ ἄλλον, ὅστις φῶς ὁρᾷ, βλάψαι ποτʼ ἄν.

“你生活在无尽的黑暗之中,因而你绝不可能伤害我,或是任何看得见光亮的人。”

οὐ γάρ σε μοῖρα πρός γʼ ἐμοῦ πεσεῖν, ἐπεὶἱκανὸς Ἀπόλλων, ᾧ τάδʼ ἐκπρᾶξαι μέλει.

“因为让你倒在我的手里并非你的命运,有阿波罗就足够了,他自会负责成全这些事。”

Κρέοντος ἢ σοῦ ταῦτα τἀξευρήματα;

“这些阴谋诡计是克瑞翁想出来的,还是你自己的发明?”

Κρέων δέ σοι πῆμʼ οὐδέν, ἀλλʼ αὐτὸς σὺ σοί.

“克瑞翁对你来说并非祸害,你自己才是你自己的祸害。”

380

ὦ πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνης

“噢,财富、王权,以及在充满嫉妒的人世间超越一切能力的智慧啊,

ὑπερφέρουσα5 τῷ πολυζήλῳ βίῳ,

在你们身旁蓄积着多么巨大的嫉妒!

ὅσος παρʼ ὑμῖν ὁ φθόνος φυλάσσεται,εἰ τῆσδέ γʼ ἀρχῆς οὕνεχʼ, ἣν ἐμοὶ πόλις

正是为了这王位——这并非我苦求、而是城邦作为礼物亲手托付给我的王位——

δωρητόν, οὐκ αἰτητόν, εἰσεχείρισεν,

那忠实的克瑞翁,我起初的朋友,

385

ταύτης Κρέων ὁ πιστός, οὑξ ἀρχῆς φίλος,

竟暗中算计我,渴望将我放逐,

λάθρᾳ μʼ ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται,

还收买了这样一个编造阴谋的术士、诡计多端的江湖骗子,

ὑφεὶς μάγον τοιόνδε μηχανορράφον,δόλιον ἀγύρτην, ὅστις ἐν τοῖς κέρδεσιν

他只在牟利时眼亮,在预言的法术上却是个天生的瞎子!

μόνον δέδορκε, τὴν τέχνην δʼ ἔφυ τυφλός.

那么,请告诉我,你在哪里证明过自己是个高明的预言家?

390

ἐπεί, φέρʼ εἰπέ, ποῦ σὺ μάντις εἶ σαφής;

当那吟唱谜题的恶犬在这里时,

πῶς οὐκ, ὅθʼ ἡ ῥαψῳδὸς ἐνθάδʼ ἦν κύων,

你为何不给这些市民说出任何解救的话?

ηὔδας τι τοῖσδʼ ἀστοῖσιν ἐκλυτήριον;καίτοι τό γʼ αἴνιγμʼ οὐχὶ τοὐπιόντος ἦν

确定的是,那谜语绝非随便一个过路人就能解开,而是需要预言之术的;

ἀνδρὸς διειπεῖν, ἀλλὰ μαντείας ἔδει·

而你既没有从鸟占中显示出拥有这本事,也没有从神明那里得到启示。

395

ἣν οὔτʼ ἀπʼ οἰωνῶν σὺ προυφάνης ἔχων

然而我来了,那个一无所知的奥狄浦斯,

οὔτʼ ἐκ θεῶν του γνωτόν· ἀλλʼ ἐγὼ μολών,ὁ μηδὲν εἰδὼς Οἰδίπους, ἔπαυσά νιν,

我制服了它,全凭我的智慧猜中,而不是从鸟占中学习的;

γνώμῃ κυρήσας οὐδʼ ἀπʼ οἰωνῶν μαθών·ὃν δὴ σὺ πειρᾷς ἐκβαλεῖν, δοκῶν θρόνοις

可你现在却企图把我放逐,以为自己能侍立在克瑞翁的王座之旁。

400

παραστατήσειν τοῖς Κρεοντείοις πέλας.κλαίων δοκεῖς μοι καὶ σὺ χὠ συνθεὶς τάδε

我想,你和那个策划了这场阴谋的人,终将流着泪付出代价……”

语法注5 条
  1. 334καὶ γὰρ ἂν πέτρου φύσιν σύ γʼ ὀργάνειας

    带 ἄν 的潜在希求语气(ὀργάνειας 是 ὀργαίνω 的第二人称单数不定过去时希求语气),表示一种潜在的、设想的情况:“因为你连石头的本性都会激怒”。连词 γάρ 用于解释同一行开头的“不,你这恶人中的至恶之徒”这一感叹。

  2. 337τὴν σὴν δʼ ὁμοῦ ναίουσαν

    分词 ναίουσαν(ναίω“居住”的现在时阴性单数宾格分词)修饰从同一行前半部分承接而来的 ὀργήν(阴性名词“愤怒”),意为“与你同在的(你内在的)愤怒”。在戏剧结构上,它具有双关语的妙用,暗中指代与奥狄浦斯同住的女人(其生母约卡斯特)。

  3. 346ἴσθι γὰρ δοκῶν ἐμοὶ καὶ ξυμφυτεῦσαι τοὔργον

    命令式 ἴσθι(οἶδα“知道”的第二人称单数命令式)带有补充性分词 δοκῶν(主格阳性单数):“要知道你似乎……”。分词 δοκῶν 进而支配两个不定式 ξυμφυτεῦσαι(“共同策划”)和 εἰργάσθαι(“付诸实行”)。

  4. 362φονέα σε φημὶ τἀνδρὸς οὗ ζητεῖς κυρεῖν

    这是带 φημί(“我说”)的宾格加不定式结构,其中宾格主语为 σε,述语宾格为 φονέα(“杀人犯”),不定式为 κυρεῖν(此处作系动词,相当于 εἶναι,“是”)。关系代词 οὗ 因受先行词 τἀνδρός 吸引而呈属格,作 ζητεῖς(“你所寻找的”)的宾语。

  5. 380τέχνη τέχνης ὑπερφέρουσα

    具有比较意义的分词 ὑπερφέρουσα(“超越”)支配表示比较的属格 τέχνης(“比之能力/技术”),意为“超越其他技术的智慧”。在此,奥狄浦斯夸耀自己治国或解谜的智慧超越了提瑞西阿斯的预言术。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 3 处
  • 2026-09-22 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg0011.tlg004.humanitext-grc2:330-401