- 底本
- Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0011.tlg001.humanitext-grc2:261-337
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
利卡斯讲述了赫拉克勒斯曾受到埃乌里托斯的侮辱、作为报复杀害了伊菲托斯、因宙斯动怒而被卖为奴,以及随后摧毁了其城市的经过。德阿涅拉对俘虏女子们深表同情,向利卡斯打听其中一位姑娘的身世,但利卡斯声称并不知情;正当德阿涅拉准备进屋时,使者出面挽留她。
μόνον βροτῶν ἔφασκε τοῦδʼ εἶναι πάθους·
他声称只有他(埃乌里托斯)一人是这场灾祸的始作俑者;
ὃς αὐτὸν ἐλθόντʼ ἐς δόμους ἐφέστιον,
因为当他(赫拉克勒斯)作为古老的客宾来到他的炉边时,他不仅在言语上
ξένον παλαιὸν ὄντα, πολλὰ μὲν λόγοις
屡次侮辱他,
ἐπερρόθησε, πολλὰ δʼ ἀτηρᾷ φρενί,
还以险恶的心灵多次中伤他,
λέγων χεροῖν μὲν ὡς ἄφυκτʼ ἔχων βέλη
说他虽然手持无法逃脱的箭矢,
τῶν ὧν τέκνων λείποιτο πρὸς τόξου κρίσιν,
但在射箭的较量中却输给了自己的孩子们,
φωνεῖ δὲ δοῦλος ἀνδρὸς ὡς ἐλευθέρου
并且宣称他作为一个自由人的奴隶
ῥαίοιτο· δείπνοις δʼ ἡνίκʼ ἦν ᾠνωμένος,
备受折磨;当他在宴席上喝醉时,
ἔρριψεν ἐκτὸς αὐτόν. ὧν ἔχων χόλον,
更是将他驱逐出门。为此怀恨在心,
ὡς ἵκετʼ αὖθις Ἴφιτος Τιρυνθίαν
当伊菲托斯再次来到提林斯的
πρὸς κλιτύν, ἵππους νομάδας ἐξιχνοσκοπῶν,
山丘,寻找放牧的马群时,
τότʼ ἄλλοσʼ αὐτὸν ὄμμα, θατέρᾳ δὲ νοῦν
当时,趁着他(伊菲托斯)的眼睛看向别处,心也不在焉的时候,
ἔχοντʼ,1 ἀπʼ ἄκρας ἧκε πυργώδους πλακός.
(赫拉克勒斯)将他从高耸的崖顶推了下去。
ἔργου δʼ ἕκατι τοῦδε μηνίσας ἄναξ
因这一行径而动怒的主宰,
ὁ τῶν ἁπάντων Ζεὺς πατὴρ Ὀλύμπιος
万物之父、奥林匹斯的宙斯,
πρατόν νιν ἐξέπεμψεν οὐδʼ ἠνέσχετο,
将他遣去变卖为奴,并不予宽恕,
ὁθούνεκʼ αὐτὸν μοῦνον ἀνθρώπων δόλῳ
因为他在凡人中唯独用诡计杀害了
ἔκτεινεν· εἰ γὰρ ἐμφανῶς ἠμύνατο,
那个人;如果他是公开进行报复,
Ζεύς τἂν συνέγνω ξὺν δίκῃ χειρουμένῳ·2
宙斯本会宽恕他那正当的制服;
ὕβριν γὰρ οὐ στέργουσιν οὐδὲ δαίμονες.
因为连神明也不容忍傲慢。
κεῖνοι δʼ ὑπερχλίοντες ἐκ γλώσσης κακῆς
至于那些人,因口舌不逊而极度傲慢,
αὐτοὶ μὲν Ἅιδου πάντες εἴσʼ οἰκήτορες,
如今他们自己已全都成了哈德斯的居民,
πόλις δὲ δούλη· τάσδε δʼ ἅσπερ εἰσορᾷς
城市也沦为奴隶;而你眼前的这些女子,
ἐξ ὀλβίων ἄζηλον εὑροῦσαι βίον
从幸福的境地落入毫无可羡(悲惨)的生活,
χωροῦσι πρὸς σέ· ταῦτα γὰρ πόσις τε σὸς
正走向你;因为你的丈夫如此
ἐφεῖτʼ, ἐγὼ δὲ πιστὸς ὢν κείνῳ τελῶ.
吩咐,我作为对他忠诚的人,便予以执行。
αὐτὸν δʼ ἐκεῖνον, εὖτʼ ἂν ἁγνὰ θύματα
而他本人,一旦他将神圣的祭品
ῥέξῃ πατρῴῳ Ζηνὶ τῆς ἁλώσεως,
献给祖先的宙斯以感谢这次征服,
φρόνει νιν ὡς ἥξοντα· τοῦτο γὰρ λόγου
且预料他即将到来;因为在长篇
πολλοῦ καλῶς λεχθέντος ἥδιστον κλύειν.
动听的话语中,听到这个消息是最令人愉快的。
ἄνασσα, νῦν σοι τέρψις ἐμφανὴς κυρεῖ,
王后,如今对你而言,确凿的喜悦已经来临,
τῶν μὲν παρόντων, τὰ δὲ πεπυσμένῃ λόγῳ.
既因眼前的景象,也因你所听到的消息。
πῶς δʼ οὐκ ἐγὼ χαίροιμʼ ἄν, ἀνδρὸς εὐτυχῆ
我听闻丈夫如此顺遂的
κλύουσα πρᾶξιν τήνδε, πανδίκῳ φρενί;
境遇,怎能不以全然公正的心灵感到由衷的欣喜?
πολλή ʼστʼ ἀνάγκη τῇδε τοῦτο συντρέχειν.
这种情感必然与此情此景相伴。
ὅμως δʼ ἔνεστι τοῖσιν εὖ σκοπουμένοις
然而,对于深思熟虑的人而言,
ταρβεῖν τὸν εὖ πράσσοντα, μὴ σφαλῇ ποτε.
依然会对顺境中的人产生恐惧,生怕他何时会跌倒。
ἐμοὶ γὰρ οἶκτος δεινὸς εἰσέβη, φίλαι,
朋友们,一种强烈的悲悯之情已涌入我的心中,
ταύτας ὁρώσῃ δυσπότμους ἐπὶ ξένης
当我看到这些不幸的女子在异国
χώρας ἀοίκους ἀπάτοράς τʼ ἀλωμένας,
土地上无家可归、失去父亲地四处漂泊。
αἳ πρὶν μὲν ἦσαν ἐξ ἐλευθέρων ἴσως
她们以前或许也是出身于自由的
ἀνδρῶν, τανῦν δὲ δοῦλον ἴσχουσιν βίον.
男人,但如今却过着奴隶般的生活。
ὦ Ζεῦ τροπαῖε, μή ποτʼ εἰσίδοιμί σε
噢,退敌的宙斯啊,愿我永远不要看到你
πρὸς τοὐμὸν οὕτω σπέρμα χωρήσαντά ποι,
朝着我的子孙做出这样的举动,
μηδʼ, εἴ τι δράσεις, τῆσδέ γε ζώσης ἔτι.
即使你要降下惩罚,也千万不要在我还活着的时候。
οὕτως ἐγὼ δέδοικα τάσδʼ ὁρωμένη.
看着这些女子,我心中生出如此的恐惧。
ὦ δυστάλαινα, τίς ποτʼ εἶ νεανίδων;
噢,可怜的姑娘,你究竟是这些年轻女子中的哪一位?
ἄνανδρος ἢ τεκνοῦσσα; πρὸς μὲν γὰρ φύσιν
是未婚,还是已育?因为从你的外表
πάντων ἄπειρος τῶνδε, γενναία δέ τις.
来看,你对这些全然没有经历,且显得身份高贵。
Λίχα, τίνος ποτʼ ἐστὶν ἡ ξένη βροτῶν;
利卡斯,这个异邦女子究竟是谁的女儿?
τίς ἡ τεκοῦσα, τίς δʼ ὁ φιτύσας πατήρ;
孕育她的母亲是谁,生养她的父亲又是谁?
ἔξειπʼ· ἐπεί νιν τῶνδε πλεῖστον ᾤκτισα
请告诉我;因为在看着这些人时,我对她最是怜悯,
βλέπουσʼ, ὅσῳπερ καὶ φρονεῖν οἶδεν μόνη.
显而易见,唯独她能深切自知当下的处境。
τί δʼ οἶδʼ ἐγώ, τί δʼ ἄν με καὶ κρίνοις; ἴσως
我知道什么,你又为何要审问我?或许
γέννημα τῶν ἐκεῖθεν οὐκ ἐν ὑστάτοις.
她是那里的显贵后代,绝非等闲之辈。
μὴ τῶν τυράννων; Εὐρύτου σπορά τις ἦν;
难道是统治者的一员?她是埃乌里托斯的子嗣吗?
οὐκ οἶδα· καὶ γὰρ οὐδʼ ἀνιστόρουν μακράν.
我不知道;因为我也没有详细追问。
οὐδʼ ὄνομα πρός του τῶν ξυνεμπόρων ἔχεις;
你也没从同行者的口中听说过她的名字吗?
ἥκιστα· σιγῇ τοὐμὸν ἔργον ἤνυτον.
根本没有;我只是在沉默中完成我的任务。
εἴπʼ, ὦ τάλαινʼ, ἀλλʼ ἡμὶν ἐκ σαυτῆς, ἐπεὶ
噢,可怜的姑娘,哪怕为了我们,请你自己说吧,因为
καὶ ξυμφορά τοι μὴ εἰδέναι σέ γʼ ἥτις εἶ.
不知道你究竟是谁,对你而言确实也是一种不幸。
οὔ τἄρα τῷ γε πρόσθεν οὐδὲν ἐξ ἴσου
那么她绝不会像以前那样,
χρόνῳ διήσει γλῶσσαν,3 ἥτις οὐδαμὰ
轻易开口说话。她至今从未
προύφηνεν οὔτε μείζονʼ οὔτʼ ἐλάσσονα,
透露过任何多寡的言语,
ἀλλʼ αἰὲν ὠδίνουσα συμφορᾶς βάρος
而是一直在痛苦中承受着灾祸的重压,
δακρυρροεῖ δύστηνος, ἐξ ὅτου πάτραν
哀伤地流泪,自她离开那风声呼啸的
διήνεμον λέλοιπεν· ἡ δέ τοι τύχη
祖国。她的命运
κακὴ μὲν αὐτῇ γʼ, ἀλλὰ συγγνώμην ἔχει.
对她而言固然悲惨,但确实令人宽恕和同情。
ἡ δʼ οὖν ἐάσθω, καὶ πορευέσθω στέγας
那么就随她去吧,让她进入屋中,
οὕτως ὅπως ἥδιστα, μηδὲ πρὸς κακοῖς
尽可能感到舒适,千万不要在现有的
τοῖς οὖσιν ἄλλην πρός γʼ ἐμοῦ λύπην λάβῃ·
灾祸之上,再从我这里增加别的痛苦;
ἅλις γὰρ ἡ παροῦσα. πρὸς δὲ δώματα
因为眼前的已经足够了。现在,向着内室
χωρῶμεν ἤδη πάντες, ὡς σύ θʼ οἷ θέλεις
我们都走吧,以便你早点去你想去的地方,
σπεύδῃς, ἐγώ τε τἄνδον ἐξαρκῆ τιθῶ.
我也能安排好屋里的事务。
αὐτοῦ γε πρῶτον βαιὸν ἀμμείνασʼ, ὅπως
请在此稍候片刻,以便
μάθῃς ἄνευ τῶνδʼ, οὕστινάς τʼ ἄγεις ἔσω,
你能避开这些人,得知你带进屋的究竟是谁,
ὧν τʼ οὐδὲν εἰσήκουσας ἐκμάθῃς ἃ δεῖ·
并且完全知晓你所不曾听闻的、理应知道的事。
- 272τότʼ ἄλλοσʼ αὐτὸν ὄμμα, θατέρᾳ δὲ νοῦν ἔχοντʼ
包含超越修饰(hyperbaton)与平行对照结构的复杂句。分词短语 ὄμμα ἄλλοσε [ἔχοντα],θατέρᾳ δὲ νοῦν ἔχοντα(眼睛看着别处,心也神游他方)修饰宾格代词 αὐτόν(指伊菲托斯)。主句动词 ἧκε(推下)的主语是上下文推知的赫拉克勒斯。
- 279Ζεύς τἂν συνέγνω ξὺν δίκῃ χειρουμένῳ
与过去事实相反的虚拟(违实条件句)的主句。τἂν 是 τοι ἄν 的缩合。这里由不定过去直陈式 συνέγνω(动词 συγγιγνώσκω,“宽恕、赞同”)与 ἄν 构成,与格分词 χειρουμένῳ(征服、打败)表示被宽恕的对象或行为人(赫拉克勒斯)。
- 322οὔ τἄρα τῷ γε πρόσθεν οὐδὲν ἐξ ἴσου χρόνῳ διήσει γλῶσσαν
预测强烈不可能性的表达。οὔ τἄρα (οὐ τοι ἄρα) 表示强烈的否定推论,伴随着将来直陈式 διήσει(源自 διίημι,“放开、动弹”)。τῷ πρόσθεν χρόνῳ 指“以前的时间”,与 ἐξ ἴσου(同样地、平等地)连用。随后由关系词 ἥτις 引导的从句解释了她沉默不语的特质。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
- 2026-11-15 AI校阅 — 译文 1 处
- 2026-09-21 AI校阅 — 注 1 处
