- 底本
- Isocrates, Vol. 3. Van Hook, Larue, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1945 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg029.humanitext-grc2:4#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
作者请求安提帕特保护并关照迪奥多托斯及其儿子,并在此信的结尾解释了写信的长度与言辞的恳切。
διὸ δὴ καὶ πρὸς ὑμᾶς ἀεὶ προσιέναι διανοούμενος ὀκνηρῶς εἶχεν, οὐχ ὡς ἅπαντας ὁμοίους εἶναι νομίζων1 τοὺς ὑπὲρ αὑτὸν ὄντας, ἀλλὰ διὰ τὰς πρὸς ἐκείνους γεγενημένας δυσχερείας καὶ πρὸς τὰς παρ’ ὑμῶν ἐλπίδας ἀθυμότερος ἦν, παραπλήσιον, ὡς ἐμοὶ δοκεῖ, πεπονθὼς2 τῶν πεπλευκότων τισίν, οἳ τὸ πρῶτον, ὅταν χρήσωνται χειμῶσιν, οὐκέτι θαρροῦντες εἰσβαίνουσιν εἰς θάλατταν, καίπερ εἰδότες ὅτι καὶ καλοῦ πλοῦ πολλάκις ἐπιτυχεῖν ἔστιν. οὐ μὴν ἀλλ’ ἐπειδὴ συνέστηκέ σοι, καλῶς ποιεῖ. λογίζομαι γὰρ αὐτῷ συνοίσειν, μάλιστα μὲν τῇ φιλανθρωπίᾳ τῇ σῇ στοχαζόμενος, ἣν ἔχειν ὑπείληψαι παρὰ τοῖς ἔξωθεν ἀνθρώποις, ἔπειτα νομίζων οὐκ ἀγνοεῖν ὑμᾶς ὅτι πάντων ἥδιστόν ἐστι καὶ λυσιτελέστατον πιστοὺς ἅμα καὶ χρησίμους φίλους κτᾶσθαι ταῖς εὐεργεσίαις καὶ τοὺς τοιούτους εὖ ποιεῖν, ὑπὲρ ὧν πολλοὶ καὶ τῶν ἄλλων ὑμῖν χάριν ἕξουσιν. ἅπαντες γὰρ οἱ χαρίεντες τοὺς τοῖς σπουδαίοις τῶν ἀνδρῶν καλῶς ὁμιλοῦντας ὁμοίως ἐπαινοῦσι καὶ τιμῶσιν ὥσπερ αὐτοὶ τῶν ὠφελειῶν ἀπολαύοντες. ἀλλὰ γὰρ Διόδοτον αὐτὸν οἶμαι μάλιστά σε προτρέψεσθαι πρὸς τὸ φροντίζειν αὑτοῦ. συνέπειθον δὲ καὶ τὸν υἱὸν αὐτοῦ τῶν ὑμετέρων ἀντέχεσθαι πραγμάτων3 καὶ παραδόνθ’ ὑμῖν αὑτὸν ὥσπερ μαθητὴν εἰς τοὔμπροσθε πειραθῆναι προελθεῖν. ὁ δὲ ταῦτά μου λέγοντος ἐπιθυμεῖν μὲν ἔφασκε τῆς ὑμετέρας φιλίας, οὐ μὴν ἀλλὰ παραπλήσιόν τι πεπονθέναι πρὸς αὐτὴν καὶ πρὸς τοὺς στεφανίτας ἀγῶνας. ἐκείνους τε γὰρ νικᾶν μὲν ἂν βούλεσθαι, καταβῆναι δ’ εἰς αὐτοὺς οὐκ ἂν τολμῆσαι διὰ τὸ μὴ μετεσχηκέναι ῥώμης ἀξίας τῶν στεφάνων, τῶν τε παρ’ ὑμῶν τιμῶν εὔξασθαι μὲν ἂν τυχεῖν, ἐφίξεσθαι δ’ αὐτῶν οὐ προσδοκᾶν· τήν τε γὰρ ἀπειρίαν τὴν αὑτοῦ καταπεπλῆχθαι καὶ τὴν λαμπρότητα τὴν ὑμετέραν, ἔτι δὲ καὶ τὸ σωμάτιον οὐκ εὐκρινὲς ὂν ἀλλ’ ἔχον ἄττα σίνη νομίζειν ἐμποδιεῖν αὑτὸν πρὸς πολλὰ τῶν πραγμάτων. οὗτος μὲν οὖν, ὅ τι ἂν αὐτῷ δοκῇ συμφέρειν, τοῦτο πράξει· σὺ δ’ ἄν τε περὶ ὑμᾶς ἄν θ’ ἡσυχίαν ἔχων διατρίβῃ περὶ τούτους τοὺς τόπους, ἐπιμελοῦ καὶ τῶν ἄλλων μὲν ἁπάντων ὧν ἂν τυγχάνῃ δεόμενος, μάλιστα δὲ τῆς ἀσφαλείας καὶ τῆς τούτου καὶ τῆς τοῦ πατρὸς αὐτοῦ, νομίσας ὥσπερ παρακαταθήκην ἔχειν τούτους παρά4 τε τοῦ γήρως ἡμῶν, ὃ προσηκόντως ἂν πολλῆς τυγχάνοι προνοίας, καὶ τῆς δόξης τῆς ὑπαρχούσης, εἴ τινος ἄρα σπουδῆς ἐστὶν ἀξία, καὶ τῆς εὐνοίας τῆς πρὸς ὑμᾶς ἣν ἔχων ἅπαντα τὸν χρόνον διατετέλεκα. καὶ μὴ θαυμάσῃς, μήτ’ εἰ μακροτέραν γέγραφα τὴν ἐπιστολὴν μήτ’ εἴ τι περιεργότερον καὶ πρεσβυτικώτερον εἰρήκαμεν ἐν αὐτῇ· πάντων γὰρ τῶν ἄλλων ἀμελήσας ἑνὸς μόνον ἐφρόντισα, τοῦ φανῆναι σπουδάζων ὑπὲρ ἀνδρῶν φίλων καὶ προσφιλεστάτων μοι γεγενημένων.
正是因为这个原因,尽管他一直有意向你们走近,却总是犹豫不决。这并不是因为他认为所有地位高于他的人都是一样的,而是因为与那些人之间发生的不快,导致他对来自你们的希望也变得更加灰心。在我看来,他的经历与那些航海的人相似,他们起初一旦遭遇风暴,便不再敢满怀信心地出海,尽管他们知道也常常能遇到晴朗的航程。然而,既然他已经与你结识,他做得很好。因为我认为这对他将是有益的,这最主要是考虑到你的仁慈,大家公认你在外邦人中享有这种声誉;其次,我认为你们不会不知道,通过恩惠去赢得既忠诚又有用的朋友,并优待这样的人,是所有事情中最令人愉快且最有利可图的,为了他们,其他许多人也会对你们心存感激。因为所有文雅之士都会同样地赞赏和器重那些与优秀人才和睦相处的人,就好像他们自己也享受到了这些益处一般。 不过,我相信迪奥多托斯本人最能促使你去关照他。我也曾劝说他的儿子积极投身于你们的事业,并像弟子一样将自己托付给你们,努力向前迈进。但我对他说这些时,他表示自己确实渴望你们的友谊,但对这份友谊却抱有一种类似于对冠冕竞技的感受。 因为他固然希望在那些竞技中获胜,但由于没有配得上那些冠冕的体魄,他绝不敢参与其中;对于来自你们的荣誉,他也固然祈求能够获得,却不指望能够触及。因为他既被自己的缺乏经验所震慑,也被你们的显赫所倾倒,而且他的身体也并不强健,带有一些疾病,他认为这将在许多事务中阻碍自己。 因此,他自己会做出他认为有利的选择。而你,无论他是留在你们身边,还是在这些地方安静地度日,都请关照他可能需要的所有其他事物,尤其是他以及他父亲的安全。你要把他们视为一份寄托,这既是来自我们那理应获得诸多关照的晚年,也是来自我们现有的声誉(如果它还值得看重的话),更是来自我一直以来对你们所怀有的好意。 请不要感到奇怪,无论是我把信写得太长,还是我们在信中说了些过于多管闲事或暮气沉沉的话;因为我抛开其他所有事情,只考虑了一件事,那就是极力表明,我是在为我那些已成为我最亲密友人的人们尽心尽力。
- 4οὐχ ὡς ἅπαντας ὁμοίους εἶναι νομίζων
“οὐχ ὡς + 分词(νομίζων)”用于否定主观动机或原因(“并非因为他认为……”)。分词 νομίζων 是修饰主句动词 εἶχεν 的状况分词。
- 4παραπλήσιον...πεπονθώς
παраπλήσιον 是中性单数宾格,在此用作副词,修饰完成时分词 πεπονθώς(源自 πάσχω)。τῶν πεπλευκότων τισίν 中的与格 τισίν 依附于形容词 παραπλήσιον(“与……相似”)。
- 4τῶν ὑμετέρων ἀντέχεσθαι πραγμάτων
中间态动词 ἀντέχομαι(致力于、紧抓、深切关联)支配属格,因此 τῶν ὑμετέρων πραγμάτων 采用属格形式。
- 4νομίσας ὥσπερ παρακαταθήκην ἔχειν τούτους παρά...
νομίσας 是修饰命令式 ἐπιμελοῦ 的状况分词。它引导以 ἔχειν 构成的宾格不定式结构,其宾语为 τούτους(他们),而主语因与主句主语一致而省略。介词短语 παρά + 属格表示这一“寄托(παρακαταθήκην)”的来源(我们的晚年、名声、好意)。
