- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg018.humanitext-grc2:39-48
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-26
叙述者阐述了阿雷奥帕谷议会如何通过重视日常习惯和教育而非成文法律,并根据市民的财产状况分派适当的活动(如农业、商业或哲学),从而维持了城邦的优良秩序。
τὴν δὴ τοιαύτην, ὥσπερ εἶπον, κυρίαν ἐποίησαν τῆς εὐταξίας ἐπιμελεῖσθαι, ἣ τοὺς μὲν οἰομένους ἐνταῦθα βελτίστους ἄνδρας γίγνεσθαι, παρʼ οἷς οἱ νόμοι μετὰ πλείστης ἀκριβείας κείμενοι τυγχάνουσιν, ἀγνοεῖν ἐνόμιζεν· οὐδὲν γὰρ ἂν κωλύειν ὁμοίους ἅπαντας εἶναι τοὺς Ἕλληνας ἕνεκά γε τοῦ ῥᾴδιον εἶναι τὰ γράμματα λαβεῖν παρʼ ἀλλήλων.1
诚如我所说,他们将监督秩序的权力赋予了这样一个享有权威的机构。该议会认为,那些以为在法律制定得最为精细的城邦中会产生最优秀人才的人是愚昧的。因为,它认为没有什么能阻止所有的希腊人都变得完全一样,毕竟相互获取法律条文是一件很容易的事。
ἀλλὰ γὰρ οὐκ ἐκ τούτων τὴν ἐπίδοσιν εἶναι τῆς ἀρετῆς, ἀλλʼ ἐκ τῶν καθʼ ἑκάστην τὴν ἡμέραν ἐπιτηδευμάτων· τοὺς γὰρ πολλοὺς ὁμοίους τοῖς ἤθεσιν ἀποβαίνειν, ἐν οἷς ἂν ἕκαστοι παιδευθῶσιν. ἔπειτα τά γε πλήθη καὶ τὰς ἀκριβείας τῶν νόμων σημεῖον εἶναι τοῦ κακῶς οἰκεῖσθαι τὴν πόλιν ταύτην· ἐμφράγματα γὰρ αὐτοὺς ποιουμένους τῶν ἁμαρτημάτων πολλοὺς τίθεσθαι τοὺς νόμους ἀναγκάζεσθαι.
然而,美德的提升并不源于这些成文法律,而是源于日常的习惯;因为大多数人的性格最终都会与他们所受教育的环境相似。此外,法律的繁多与精细正是城邦治理不善的标志;因为在为罪行设立屏障时,他们被迫制定了大量的法律。
δεῖν δὲ τοὺς ὀρθῶς πολιτευομένους οὐ τὰς στοὰς ἐμπιπλάναι γραμμάτων, ἀλλʼ ἐν ταῖς ψυχαῖς ἔχειν τὸ δίκαιον· οὐ γὰρ τοῖς ψηφίσμασιν ἀλλὰ τοῖς ἤθεσι καλῶς οἰκεῖσθαι τὰς πόλεις, καὶ τοὺς μὲν κακῶς τεθραμμένους καὶ τοὺς ἀκριβῶς τῶν νόμων ἀναγεγραμμένους2 τολμήσειν παραβαίνειν, τοὺς δὲ καλῶς πεπαιδευμένους καὶ τοῖς ἁπλῶς κειμένοις ἐθελήσειν ἐμμένειν.
因此,正确治理城邦的人不应当用法律条文塞满柱廊,而应当在心灵中保有正义;因为城邦的良好治理不靠法令,而靠性格,那些抚养不善的人甚至敢于违犯记录得极为详尽的法律,而那些受过良好教育的人则愿意遵守即便制定得很简单的规章。
ταῦτα διανοηθέντες οὐ τοῦτο πρῶτον ἐσκόπουν, διʼ ὧν κολάσουσι τοὺς ἀκοσμοῦντας, ἀλλʼ ἐξ ὧν παρασκευάσουσι μηδὲν αὐτοὺς ἄξιον ζημίας ἐξαμαρτάνειν· ἡγοῦντο γὰρ τοῦτο μὲν αὑτῶν ἔργον εἶναι, τὸ δὲ περὶ τὰς τιμωρίας σπουδάζειν τοῖς ἐχθροῖς προσήκειν.
他们怀着这样的想法,首先考虑的不是通过何种手段惩罚无序之人,而是通过何种方法使他们不犯下任何应受惩罚的过错;因为他们认为,后者才是自己的职责,而热衷于惩罚则是敌人所适宜做的事。
ἁπάντων μὲν οὖν ἐφρόντιζον τῶν πολιτῶν, μάλιστα δὲ τῶν νεωτέρων. ἑώρων γὰρ τοὺς τηλικούτους ταραχωδέστατα διακειμένους καὶ πλείστων γέμοντας ἐπιθυμιῶν, καὶ τὰς ψυχὰς αὐτῶν μάλιστα δαμασθῆναι δεομένας ἐπιμελείαις καλῶν ἐπιτηδευμάτων καὶ πόνοις ἡδονὰς ἔχουσιν· ἐν μόνοις γὰρ ἂν τούτοις ἐμμεῖναι3 τοὺς ἐλευθέρως τεθραμμένους καὶ μεγαλοφρονεῖν εἰθισμένους.
于是,他们关怀所有的市民,尤其是年轻一代。因为他们看到,这个年龄段的人最为躁动,充满了极大的欲望,他们的心灵最需要通过对崇高习惯的培养以及伴随快乐的辛劳来加以驯服;因为只有在这些事物中,那些作为自由人抚养长大、习惯于高尚思考的年轻人才会坚守下去。
ἅπαντας μὲν οὖν ἐπὶ τὰς αὐτὰς ἄγειν διατριβὰς οὐχ οἷόν τʼ ἦν, ἀνωμάλως τὰ περὶ τὸν βίον ἔχοντας· ὡς δὲ πρὸς τὴν οὐσίαν ἥρμοττεν, οὕτως ἑκάστοις προσέταττον. τοὺς μὲν γὰρ ὑποδεέστερον πράττοντας ἐπὶ τὰς γεωργίας καὶ τὰς ἐμπορίας ἔτρεπον, εἰδότες τὰς ἀπορίας μὲν διὰ τὰς ἀργίας γιγνομένας, τὰς δὲ κακουργίας διὰ τὰς ἀπορίας· ἀπορίας· ἀναιροῦντες οὖν τὴν ἀρχὴν τῶν κακῶν ἀπαλλάξειν ᾤοντο καὶ τῶν ἄλλων ἁμαρτημάτων τῶν μετʼ ἐκείνην γιγνομένων. τοὺς δὲ βίον ἱκανὸν κεκτημένους περὶ τὴν ἱππικὴν καὶ τὰ γυμνάσια καὶ τὰ κυνηγέσια καὶ τὴν φιλοσοφίαν ἠνάγκασαν διατρίβειν, ὁρῶντες ἐκ τούτων τοὺς μὲν διαφέροντας γιγνομένους, τοὺς δὲ τῶν πλείστων κακῶν ἀπεχομένους.
然而,由于各人的生活状况并不均衡,要把所有人引导到相同的活动中是不可能的;因此,他们根据各人的财产状况分派了适合的活动。他们让那些境遇较差的人去从事农业和经商,因为他们知道,匮乏源于闲散,而恶行源于匮乏。因此,他们通过铲除恶的根源,认为也能使市民免于其后发生的其他过错。另一方面,他们强迫那些拥有充足资产的人将时间花在骑马、体育、狩猎和哲学上,因为他们看到,通过这些活动,有些人变得杰出,而另一些人则避免了大多数恶习。
καὶ ταῦτα νομοθετήσαντες οὐδὲ τὸν λοιπὸν χρόνον ὠλιγώρουν, ἀλλὰ διελόμενοι τὴν μὲν πόλιν κατὰ κώμας τὴν δὲ χώραν κατὰ δήμους ἐθεώρουν τὸν βίον τὸν ἑκάστου, καὶ τοὺς ἀκοσμοῦντας ἀνῆγον εἰς τὴν βουλήν. ἡ δὲ τοὺς μὲν ἐνουθέτει, τοῖς δʼ ἠπείλει, τοὺς δʼ ὡς προσῆκεν ἐκόλαζεν. ἠπίσταντο γὰρ ὅτι δύο τρόποι τυγχάνουσιν ὄντες οἱ καὶ προτρέποντες ἐπὶ τὰς ἀδικίας καὶ παύοντες τῶν πονηριῶν·
制定了这些法律之后,他们在随后的时间里也未曾懈怠,而是将城市按街区划分,将乡村按区划分,监视每个人的生活,并将不守规矩的人带到议会面前。议会对一些人进行劝诫,对另一些人进行警告,对其他人则给予应有的惩罚。因为他们知道,既能驱使人行不义,又能终止恶行的途径有两种:
παρʼ οἷς μὲν γὰρ μήτε φυλακὴ μηδεμία τῶν τοιούτων καθέστηκε μήθʼ αἱ κρίσεις ἀκριβεῖς εἰσι, παρὰ τούτοις μὲν διαφθείρεσθαι καὶ τὰς ἐπιεικεῖς τῶν φύσεων, ὅπου δὲ μήτε λαθεῖν τοῖς ἀδικοῦσι ῥᾴδιόν ἐστι μήτε φανεροῖς γενομένοις συγγνώμης τυχεῖν, ἐνταῦθα δʼ ἐξιτήλους γίγνεσθαι τὰς κακοηθείας. ἅπερ ἐκεῖνοι γιγνώσκοντες ἀμφοτέροις κατεῖχον τοὺς πολίτας, καὶ ταῖς τιμωρίαις καὶ ταῖς ἐπιμελείαις· τοσούτου γὰρ ἔδεον αὐτοὺς λανθάνειν4 οἱ κακόν τι δεδρακότες, ὥστε καὶ τοὺς ἐπιδόξους ἁμαρτήσεσθαί τι προῃσθάνοντο.
在那些既没有任何此类监视、审判又不严格的城邦里,即使是天性善良的人也会堕落;但在那些行不义者不易隐藏行踪、一旦暴露也无法获得宽恕的地方,恶习就会消失。他们深知这一点,因而通过惩罚和监视这两种手段来约束市民;因为他们不仅绝不放过任何作恶者的行踪,甚至连那些可能犯下过错的人也能预先察觉。
τοιγαροῦν οὐκ ἐν τοῖς σκιραφείοις οἱ νεώτεροι διέτριβον, οὐδʼ ἐν ταῖς αὐλητρίσιν, οὐδʼ ἐν τοῖς τοιούτοις συλλόγοις ἐν οἷς νῦν διημερεύουσιν· ἀλλʼ ἐν τοῖς ἐπιτηδεύμασιν ἔμενον ἐν οἷς ἐτάχθησαν, θαυμάζοντες καὶ ζηλοῦντες τοὺς ἐν τούτοις πρωτεύοντας. οὕτω δʼ ἔφευγον τὴν ἀγοράν, ὥστʼ εἰ καί ποτε διελθεῖν ἀναγκασθεῖεν, μετὰ πολλῆς αἰδοῦς καὶ σωφροσύνης ἐφαίνοντο τοῦτο ποιοῦντες.
因此,年轻人在过去并不在赌场或女笛手那里,也不在如今他们终日厮混的那些聚会中消磨时光;而是坚守在分派给他们的活动中,赞美并效仿在这些活动中杰出的人。他们是如此避开广场,以至于即使有时被迫路过,他们也显得怀着极大的羞怯与节制。
- 39ἕνεκά γε τοῦ ῥᾴδιον εἶναι τὰ γράμματα λαβεῖν παρʼ ἀλλήλων
表示原因或理由的介词 ἕνεκα 支配属格的冠词性不定式 τοῦ εἶναι。ῥᾴδιον 是该不定式的表语,而双宾/对格不定式结构 τὰ γράμματα λαβεῖν 则充当 εἶναι 的逻辑主语。
- 41τοὺς ἀκριβῶς τῶν νόμων ἀναγεγραμμένους
属格 τῶν νόμων 是一个部分属格(partitive genitive),受名词化的分词 τοὺς ἀναγεγραμμένους(“被记录下来的那些”)限定,整体意为“法律中被精确记录下来的那些”。
- 43ἐν μόνοις γὰρ ἂν τούτοις ἐμμεῖναι
不定式 ἐμμεῖναι 与助词 ἂν 连用,在间接引语中代表潜在祈愿式(ἂν ἐμμείνειαν),表示主观可能性,即年轻人“应该只会留于这些活动之中”。
- 47τοσούτου γὰρ ἔδεον αὐτοὺς λανθάνειν
此句使用了习惯用语 τοσούτου δέω(远非、决不)的人称变化形式(此处为第三人称复数未完成过去式 ἔδεον),主语为作恶者,强调他们“绝无可能逃过众人的视线(保持隐藏)”。
