- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg140.humanitext-grc2:33-34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克指出伊壁鸠鲁派毫无实际的政治建树却极度夸大微末之举,反而著书嘲讽法制、贬低卓越的立法者与政治家,甚至主张在免受惩罚时规避法律,从而揭露真正摧毁人类政治共同体的正是伊壁鸠鲁派自身。
ἐκ δὲ τῶν Ἐπικούρου λόγων καὶ δογμάτων οὐ λέγω τίς τυραννοκτόνος ἢ τίς ἀριστεὺς ἢ τίς νομοθέτης ἢ τίς ἄρχων ἢ βασιλέως σύμβουλος ἢ δήμου προστάτης ἢ βεβασανισμένος ὑπὲρ τῶν δικαίων ἢ τεθνηκώς· ἀλλὰ τίς τῶν σοφῶν ἔπλευσεν ὑπὲρ τῆς πατρίδος, ἐπρέσβευσεν, ἀνήλωσε ποῦ γέγραπται πολιτικὴ πρᾶξις ὑμῖν. καίτοι ὅτι Μητρόδωρος εἰς Πειραιᾶ κατέβη σταδίους τεσσαράκοντα Μιθρῇ τινι Σύρῳ τῶν βασιλικῶν συνειλημμένῳ βοηθήσων, πρὸς πάντας ἐγράφετο καὶ πάσας, πάσαις ἐπιστολαῖς μεγαληγοροῦντος Ἐπικούρου καὶ σεμνύνοντος ἐκείνην τὴν ὁδόν. τί οὖν εἴ τι τοιοῦτον ἐπέπρακτο αὐτοῖς οἷον Ἀριστοτέλει, τὴν πατρίδα κτίσαι διεφθαρμένην ὑπὸ Φιλίππου, Θεοφράστῳ δὲ δὶς ἐλευθερῶσαι τυραννουμένην; οὐκ ἐπιλιπεῖν ἔδει πρότερον φέροντα βύβλους τὸν Νεῖλον ἢ τούτους ἀποκαμεῖν γράφοντας περὶ αὑτῶν;1 καὶ οὐ τοῦτο δεινόν ἐστι, ὅτι τοσούτων ὄντων φιλοσόφων μόνοι σχεδὸν ἀσύμβολοι τῶν ἐν ταῖς πόλεσιν ἀγαθῶν κοινωνοῦσιν ἀλλʼ ὅτι καὶ τραγῳδιῶν ποιηταὶ καὶ κωμῳδιῶν ἀεί τι πειρῶνται χρήσιμον παρέχεσθαι καὶ λέγειν ὑπὲρ νόμων καὶ πολιτείας· οὗτοι δέ, κἂν γράφωσι, γράφουσι περὶ πολιτείας ἵνα μὴ πολιτευώμεθα, καὶ περὶ ῥητορικῆς ἵνα μὴ ῥητορεύωμεν, καὶ περὶ βασιλείας ἵνα φεύγωμεν τὸ συμβιοῦν βασιλεῦσι τοὺς δὲ πολιτικοὺς ἄνδρας ἐπὶ γέλωτι καὶ καταλύσει τῆς δόξης ὀνομάζουσιν, ὡς τὸν Ἐπαμεινώνδαν ἐσχηκέναι τι λέγοντες ἀγαθὸν καὶ τοῦτο δὲ μικκόν, οὑτωσὶ τῷ ῥήματι φράζοντες, αὐτὸν δὲ σιδηροῦν σπλάγχνον ἀποκαλοῦντες καὶ πυνθανόμενοι τί παθὼν ἐβάδιζε διὰ τῆς Πελοποννήσου μέσης καὶ οὐ πιλίδιον ἔχων οἴκοι καθῆτο δηλαδὴ περὶ τὴν τῆς γαστρὸς ἐπιμέλειαν ὅλος καθεστώς ἃ δὲ Μητρόδωρος ἐν τῷ περὶ Φιλοσοφίας ἐξορχούμενος πολιτείαν γέγραφεν οὐκ ᾤμην δεῖν παρεῖναι λέγει δέ, ὅτι τῶν σοφῶν τινες ὑπὸ δαψιλείας τύφου οὕτω καλῶς συνεῖδον τοὔργον αὐτῆς, ὥστʼ οἴχονται φερόμενοι πρὸς τὰς αὐτὰς Λυκούργῳ καὶ Σόλωνι ἐπιθυμίας κατὰ τοὺς περὶ βίων λόγους καὶ ἀρετῆς. τῦφος οὖν ἦν καὶ δαψίλεια τύφου τὸ ἐλευθέρας εἶναι τὰς Ἀθήνας καὶ τήν Σπάρτην εὐνομεῖσθαι καὶ τοὺς νέους μὴ θρασύνεσθαι, μηδʼ ἐξ ἑταιρῶν παιδοποιεῖσθαι μηδὲ πλοῦτον καὶ τρυφὴν καὶ ἀσέλγειαν ἄρχειν ἀλλὰ νόμον καὶ δικαιοσύνην ἐν ταῖς πόλεσιν αὗται γὰρ ἦσαν ἐπιθυμίαι Σόλωνος. καὶ λοιδορῶν ὁ Μητρόδωρος ἐπιλέγει τοῖς εἰρημένοις διὸ καὶ καλῶς ἔχει τὸν ἐλεύθερον ὡς ἀληθῶς γέλωτα γελάσαι ἐπί τε δὴ πᾶσιν ἀνθρώποις καὶ ἐπὶ τοῖς Λυκούργοις τούτοις καὶ Σόλωσιν. ἀλλʼ οὐκ ἐλεύθερος οὗτος, ὦ Μητρόδωρʼ, ἐστὶν ἀλλʼ ἀνελεύθερος καὶ ἀνάγωγος, καὶ οὐδὲ μάστιγος ἐλευθέρας δεόμενος, ἀλλὰ τῆς ἀστραγαλωτῆς ἐκείνης, ᾗ τοὺς Γάλλους πλημμελοῦντας ἐν τοῖς Μητρῴοις κολάζουσιν.
然而,由伊壁鸠鲁的学说和教义中,我且不问究竟谁成了诛戮僭主者,谁成了勇士,谁成了立法者,谁成了执政官,或是君王的谋臣、人民的领袖,谁为了正义受尽酷刑或慷慨赴死;但是他们的智者中有谁曾为了祖国乘船远航,曾出使外国,曾出资襄助?你们的政治功绩究竟载于何处?然而,只因迈特罗多洛步行四十斯塔德下到比雷埃夫斯,去搭救王室仆从、遭拘捕的叙利亚人米特雷斯,这事便被修书昭告于一切男女,伊壁鸠鲁在所有的书信中夸大其词,将那趟路程奉若神圣。设若他们建立了某种功业,如同亚里士多德重建了被腓力摧毁的祖国,或是泰奥弗拉斯托斯使身陷僭主统治的祖国两度重获自由,那又会怎样呢?岂非尼罗河所产的纸草先告罄尽,也赶不上他们书写自身功绩之倦怠吗? 并且,不仅在众多哲人之中,唯独他们几乎像是不付分摊款的白食客一样坐享城邦的福祉是可恶的,而且就连悲剧和喜剧诗人也始终力求为法律与政体提供并阐述有益之物;相反,这些人即便下笔撰写,论及政体是为了让我们不参与政治,论及修辞术是为了让我们不行使辩才,论及王道是为了让我们避开与君王共处;他们提及政界人士乃是为了加以嘲讽并摧毁其声名,例如谈及伊巴密浓达时,他们宣称其虽具某种长处,但那也只是“咪咪点儿”(特意用此方言方字),更骂他是“铁石心肠”,诘问他究竟着了什么魔要穿过伯罗奔尼撒腹地行军,而不是戴着毡帽安坐家中、全身心致力于伺候自己的肚腹。而迈特罗多洛在《论哲学》中对政体大肆亵渎嘲弄所写下的文字,我认为不当略过。他说:“智者中的某些人由于极度浮夸狂妄,竟如此透彻地理会了政体的功用,以致在关于生活方式与德性的论述中,竟随波逐流地堕入了与吕库古和梭伦相同的欲求之中。” 难道雅典获得自由,斯巴达享有良法,青年人不骄横放肆,不与交际花繁衍后代,财富、奢靡与淫乱不再主宰城邦而由法律与正义统御城邦——这一切竟是浮夸与极度的虚妄吗?因为这些正是梭伦的渴望。迈特罗多洛在此辱骂之后还追加道:“因此,理当对所有人、对这些吕库古们和梭伦们发出真正属于自由人的大笑。” 然而,迈特罗多洛啊,这笑声绝非出自自由人,而是下贱鄙陋、缺乏教养的笑声;它所配得的甚至不是施于自由人的皮鞭,而是那种缀有指节骨的鞭子,即在母神神庙中用来责罚犯戒的伽罗司僧侣的那种刑具。
ὅτι δʼ οὐ νομοθέταις ἀλλὰ νόμοις ἐπολέμουν, ἔξεστιν ἀκούειν Ἐπικούρου· ἐρωτᾷ γὰρ αὑτὸν ἐν ταῖς Διαπορίαις εἰ πράξει τινὰ ὁ σοφός, ὧν οἱ νόμοι ἀπαγορεύουσιν, εἰδὼς ὅτι λήσει· καὶ ἀποκρίνεται οὐκ εὔοδον τὸ ἁπλοῦν ἐστι κατηγόρημα,2 τουτέστι πράξω μὲν οὐ βούλομαι δʼ ὁμολογεῖν. πάλιν δέ, οἶμαι, γράφων πρὸς Ἰδομενέα διακελεύεται μὴ νόμοις καὶ δόξαις δουλεύοντα ζῆν, ἐφʼ ὅσον ἂν μὴ τὴν διὰ τοῦ πέλας ἐκ πληγῆς ὄχλησιν παρασκευάζωσιν εἴπερ οὖν οἱ νόμους καὶ πολιτείας ἀναιροῦντες τὸν βίον ἀναιροῦσι τὸν ἀνθρώπινον, Ἐπίκουρος δὲ καὶ Μητρόδωρος τοῦτο ποιοῦσι, τοὺς μὲν συνήθεις ἀποτρέποντες τοῦ τὰ κοινὰ πράττειν τοῖς δὲ πράττουσιν ἀπεχθανόμενοι τοὺς δὲ πρώτους καὶ σοφωτάτους τῶν νομοθετῶν κακῶς λέγοντες τῶν δὲ νόμων παρακελευόμενοι περιφρονεῖν, ἐὰν μὴ προσῇ φόβος πληγῆς καὶ κολάσεως· οὐκ οἶδα τί τηλικοῦτο κατέψευσται τῶν ἄλλων ὁ Κωλώτης, ἡλίκον ἀληθῶς τῶν Ἐπικούρου λόγων καὶ δογμάτων κατηγόρηκεν.3
而且,他们所对抗的并非个别立法者,而是法律本身,这一点尽可从伊壁鸠鲁口中听闻。他在《难问集》中自问:智者若自知能瞒过世人,是否会行法律所禁之事?他回答道:“简单的判断并不顺畅”,意即“我虽会做,却不愿承认”。我记得他在写给伊多墨纽斯的信中又劝诫道:切莫沦为法律与世俗声名的奴隶而活着,只要它们不招致邻人拳脚之殴所带来的烦扰即可。 因此,倘若废除法律与政体之人即是废除人类生活,而伊壁鸠鲁和迈特罗多洛正是通过劝阻门徒投身公共事务、憎恨参政之人、恶语中伤最早且最智慧的立法者、并在免除殴打与惩罚之虞时鼓动人们蔑视法律而行此勾当——我便不知道科洛特斯对其他哲人所捏造的任何弥天大谎,如何能比得上他在这番实情中所揭示的伊壁鸠鲁言论与教义之滔天罪责。
- 33οὐκ ἐπιλιπεῖν ἔδει πρότερον φέροντα βύβλους τὸν Νεῖλον ἢ τούτους ἀποκαμεῖν γράφοντας περὶ αὑτῶν;
非人称动词 ἔδει(表未实现的过去必然性或反事实结果,“本应当……”)支配由 πρότερον ... ἤ(“比……更早/先于……”)连接的两个带不定式宾格短语:τὸν Νεῖλον ἐπιλιπεῖν 与 τούτους ἀποκαμεῖν。现在分词 φέροντα 修饰 τὸν Νεῖλον,意为“运送/产出纸草的尼罗河”。
- 34οὐκ εὔοδον τὸ ἁπλοῦν ἐστι κατηγόρημα
主语为 τὸ ἁπλοῦν κατηγόρημα(“简单的断言/肯定”),述语形容词为 εὔοδον(“通畅的、容易的”)。这是伊壁鸠鲁在面对智者若不被发现是否会违法的质问时给出的含糊回答(“简单的判定并非坦途/不易一概而论”),普鲁塔克随即用 τουτέστι(“也就是说”)指出其潜台词为“我会去做,只是不想承认”。
- 34οὐκ οἶδα τί τηλικοῦτο κατέψευσται τῶν ἄλλων ὁ Κωλώτης, ἡλίκον ἀληθῶς τῶν Ἐπικούρου λόγων καὶ δογμάτων κατηγόρηκεν.
主节 οὐκ οἶδα(“我不知道”)引出间接疑问句,由相关代词 τηλικοῦτο(指示代词)与 ἡλίκον(关系代词)构成呼应:“科洛特斯对其他人捏造的何等滔天谎言(τί τηλικοῦτο),能够比得上他实事求是地对伊壁鸠鲁学说所揭发的罪责之重大(ἡλίκον)”。动词 κατέψευσται 为中动态完成时(作主动意义使用,支配属格宾语 τῶν ἄλλων)。
