← 普鲁塔克

依伊壁鸠鲁之见不可能快乐地生活

§30-31

非存在的恐惧与对不朽希望的肯定

作者驳斥了伊壁鸠鲁派关于“死亡即非存在因而无害”的论调,指出丧失永恒善好以及面对无可逆转的非存在才是最为深沉的痛苦与恐惧。通过与相信灵魂不朽或长存者的崇高期待相对比,他批评伊壁鸠鲁将人的本性狭隘化为单纯受制于肉躯的快乐。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§30

οὐ μὴν ἀλλὰ καὶ λέγουσιν αὑτοῖς κακῶν ἀπαύστων καὶ ἀορίστων λυθεῖσαν ὑποψίαν ἀγαθὸν βεβαιότατον καὶ ἥδιστον ἀπολιπεῖν τὴν ἐπίνοιαν τοῦ λελύσθαι·1 καὶ τοῦτο ποιεῖν τὸν Ἐπικούρου λόγον, ἱστάντα τοῦ θανάτου τὸ δέος ἐν τῇ διαλύσει τῆς ψυχῆς. εἴπερ οὖν ἥδιστόν ἐστιν ἀπαλλαγὴ προσδοκίας κακῶν ἀπείρων, πῶς οὐκ ἀνιαρὸν αἰωνίων ἀγαθῶν ἐλπίδος στερεῖσθαι καὶ τὴν ἀκροτάτην εὐδαιμονίαν ἀποβαλεῖν; ἀγαθὸν μὲν γὰρ οὐδετέροις ἀλλὰ πᾶσι τοῖς οὖσι τὸ μὴ εἶναι παρὰ φύσιν καὶ ἀλλότριον· ὧν δʼ ἀφαιρεῖ τὰ τοῦ βίου κακὰ τῷ τοῦ θανάτου κακῷ, τὸ ἀναίσθητον ἔχουσι παραμύθιον ὥσπερ ἀποδιδράσκοντες· καὶ τοὐναντίον, οἷς ἐξ ἀγαθῶν εἰς τὸ μηδὲν ἡ μεταβολή, φοβερώτατον ὁρῶσι τέλος, ἐν ᾧ παύσεται τὸ μακάριον. οὐ γὰρ ὡς ἀρχὴν ἑτέρου τὴν ἀναισθησίαν δέδιεν ἡ φύσις, ἀλλʼ ὅτι τῶν παρόντων ἀγαθῶν στέρησίς ἐστι· τὸ γὰρ οὐ πρὸς ἡμᾶς παντὸς ἀναιρέσει τοῦ ἡμετέρου γιγνόμενον ἤδη πρὸς ἡμᾶς ἐστι τῇ ἐπινοίᾳ·2 καὶ τὸ ἀναίσθητον οὐ λυπεῖ τότε τοὺς μὴ ὄντας, ἀλλὰ τοὺς ὄντας εἰς τὸ μὴ εἶναι βαπτομένους ὑπʼ αὐτοῦ καὶ μηδʼ ὣς δυσομένους. ὅθεν οὐδʼ ὁ Κέρβερος οὔθʼ ὁ Κωκυτὸς ἀόριστον ἐποίησε τοῦ θανάτου τὸ δέος, ἀλλʼ ἡ τοῦ μὴ ὄντος ἀπειλή, μεταβολὴν εἰς τὸ εἶναι πάλιν οὐκ ἔχουσα τοῖς φθαρεῖσι δὶς γὰρ οὐκ ἔστι γενέσθαι, δεῖ δὲ τὸν αἰῶνα μὴ εἶναι κατʼ Ἐπίκουρον. εἰ γάρ ἐστι πέρας τῷ εἶναι τὸ μὴ εἶναι, τοῦτο δʼ ἀπέραντον καὶ ἀμετάστατον, εὕρηται κακὸν αἰώνιον ἡ τῶν ἀγαθῶν στέρησις, ἀναισθησίαν μηδέποτε παυσομένην.3 καὶ σοφώτερος Ἡρόδοτος εἰπὼν ὡς ὁ θεὸς γλυκὺν γεύσας τὸν αἰῶνα φθονερὸς ἐν αὐτῷ ὢν φαίνεται· καὶ μάλιστα τοῖς εὐδαιμονεῖν δοκοῦσιν, οἷς δέλεάρ ἐστι λύπης τὸ ἡδύ, γευομένοις ὧν στερήσονται. τίνα γὰρ εὐφροσύνην ἢ ἀπόλαυσιν καὶ βρυασμὸν οὐκ ἂν ἐκκρούσειε καὶ καταγάγοι ἐμπίπτουσα συνεχῶς ἡ ἐπίνοια τῆς ψυχῆς, ὥσπερ εἰς πέλαγος ἀχανὲς τὸ ἄπειρον ἐκχεομένης, τῶν ἐν ἡδονῇ τιθεμένων τὸ καλὸν καὶ μακάριον;4 εἰ δὲ δὴ καὶ μετʼ ἀλγηδόνος, ὥσπερ Ἐπίκουρος οἴεται, τοῖς πλείστοις ἀπόλλυσθαι συμβαίνει; παντάπασιν ἀπαρηγόρητός ἐστιν ὁ τοῦ θανάτου φόβος, εἰς ἀγαθῶν στέρησιν διὰ κακῶν ἄγοντος καὶ πρὸς ταῦτα μὲν οὐκ ἀποκαμοῦνται μαχόμενοι καὶ βιαζόμενοι πάντας ἀνθρώπους, ἀγαθὸν μὲν ἡγεῖσθαι τὴν τῶν κακῶν ἀποφυγήν, κακὸν δὲ μηκέτι νομίζειν τὴν τῶν ἀγαθῶν στέρησιν· ἐκεῖνο δʼ ὁμολογοῦσι, τὸ μηδεμίαν ἐλπίδα μηδὲ χαρὰν ἔχειν τὸν θάνατον ἀλλʼ ἀποκεκόφθαι πᾶν τὸ ἡδὺ καὶ τἀγαθόν· ἐν ᾧ χρόνῳ πολλὰ καλὰ καὶ μεγάλα καὶ θεῖα προσδοκῶσιν οἱ τὰς ψυχὰς ἀνωλέθρους εἶναι διανοούμενοι καὶ ἀφθάρτους, ἢ μακράς τινας χρόνων περιόδους νῦν μὲν ἐν γῇ νῦν δʼ ἐν οὐρανῷ περιπολούσας, ἄχρι οὗ συνδιαλυθῶσι τῷ κόσμῳ, μεθʼ ἡλίου καὶ σελήνης εἰς πῦρ νοερὸν ἀναφθεῖσαι. τοιαύτην χώραν ἡδονῶν τοσούτων Ἐπίκουρος ἐκτέμνεται,5 καὶ ἐπὶ ταῖς ἐκ θεῶν ἐλπίσιν ὥσπερ εἴρηται καὶ χάρισιν ἀναιρεθείσαις τοῦ θεωρητικοῦ τὸ φιλομαθὲς καὶ τοῦ πρακτικοῦ τὸ φιλότιμον ἀποτυφλώσας εἰς στενόν τι κομιδῇ καὶ οὐδὲ καθαρὸν τὸ ἐπὶ τῇ σαρκὶ τῆς ψυχῆς χαῖρον συνέστειλε καὶ κατέβαλε τὴν φύσιν, ὡς μεῖζον ἀγαθὸν τοῦ τὸ κακὸν φεύγειν οὐδὲν ἔχουσαν.

不仅如此,他们还对自己说,对无休止且无限制之灾祸的疑惧得以化解,留下了‘已得解脱’的观念本身,作为最确凿也最甘美的善好;而伊壁鸠鲁的说教正实现了这一点,将对死亡的恐惧止息于灵魂的解体之中。那么,倘若摆脱对无尽灾祸的预期是最为甘美之事,那么被剥夺对永恒善好的希望并丧失至高的幸福,又怎会不令人痛苦呢?因为非存在对于任何一方而言皆非善好,而是对所有存在之物而言皆违背本性且格格不入的。对于那些借由死亡之恶而免除生之灾祸的人而言,无知觉是一种安慰,宛如〔他们〕正在逃亡;而相反地,对于那些从善好转入虚无的人而言,他们所目睹的乃是最可怕的终局,其中至福将归于停息。因为本性并非将无知觉视为另一事物的开端而心生畏惧,而是因其乃是眼前善好的剥夺。由于消灭了属于我们的一切而变为‘与我们无关’的事物,在观念中已经与我们相关了;而无知觉并非在彼时使不存在之人痛苦,而是使存在着、正被其浸入非存在之中并由此沉没的人感到痛苦。因此,并非刻耳柏洛斯或科库托斯河使对死亡的畏惧变得漫无边际,而是非存在的威胁——对于已灭亡之人而言绝无重新转入存在的可能,因为照伊壁鸠鲁的说法,‘人不可能两次出生,却必须在永恒中不再存在’。因为倘若非存在是存在的界限,而这界限又是无穷无尽且不可逆转的,那么善好的剥夺便成了一种永恒之恶,一种永不休止的无知觉。希罗多德说得更为智慧:‘神让人尝到了甘美的生命,却在其中显出嫉妒’ ——这尤其是对那些看似幸福之人而言的,对于品尝着他们将被剥夺之物的他们来说,愉悦乃是痛苦的诱饵。因为对于那些将崇高与福乐置于快乐之中的人而言,灵魂仿佛被倾注于无垠大海即无限之中这一不断袭来的观念,又有何种欢欣、享用与盛放是它不会摧毁并击垮的呢?更何况,正如伊壁鸠鲁所认为的那样,倘若绝大多数人皆是在痛苦中走向灭亡,那么对死亡的恐惧便彻底无可排解,因为〔死亡〕正是经由灾祸而导向善好的剥夺。面对这些,他们将永不倦怠地与全人类抗争并强加于人,要求人们将避开灾祸视作善好,而不再将善好的剥夺视作恶事;然而他们自己亦承认,死亡毫无希望亦无喜悦,而是一切愉悦与善好皆被断绝。而在那一时期中,那些认为灵魂是不灭且不朽之人,或认为灵魂历经漫长的时期时而在地上、时而在天上巡行,直至与宇宙一同解体、同日月一道被点燃为理性之火的人,却企盼着诸多美好、伟大与神圣之物。伊壁鸠鲁斩断了如此众多快乐的广袤领地,正如前文所言,在废除了来自诸神的希望与恩惠之后,他蒙蔽了沉思者对求知的热爱以及践行者对荣耀的热爱,将本性局限并贬低至极其狭隘且甚至不纯洁之境——即灵魂基于肉躯的快乐——仿佛本性除了逃避灾祸之外,再无更伟大的善好。

语法注5 条
  1. 30ἀπολιπεῖν τὴν ἐπίνοιαν τοῦ λελύσθαι

    不定式 ἀπολιπεῖν 的宾语为 τὴν ἐπίνοιαν τοῦ λελύσθαι,而 ἀγαθὸν βεβαιότατον καὶ ἥδιστον 充当宾语补足语,整体在 λέγουσιν 之后构成双重宾格结构。

  2. 30τὸ γὰρ οὐ πρὸς ἡμᾶς παντὸς ἀναιρέσει τοῦ ἡμετέρου γιγνόμενον ἤδη πρὸς ἡμᾶς ἐστι τῇ ἐπινοίᾳ

    化用了伊壁鸠鲁的著名命题“死亡与我们无关”(ὁ θάνατος οὐδὲν πρὸς ἡμᾶς)。名词化短语 τὸ οὐ πρὸς ἡμᾶς 作主语:即便它是通过毁灭属于我们的一切而产生的,在观念上它却已经“与我们相关(πρὸς ἡμᾶς ἐστι)”了。

  3. 30ἀναισθησίαν μηδέποτε παυσομένην

    为紧接前文的 κακὸν αἰώνιον(永恒之恶)或善好的剥夺作同位说明或附加说明的宾格短语,解释其为一种永不休止的无知觉状态。

  4. 30τῶν ἐν ἡδονῇ τιθεμένων τὸ καλὸν καὶ μακάριον

    属格分词短语 τῶν ... τιθεμένων 修饰或限定主干动词句 τίνα γὰρ εὐφροσύνην ... ἐκκρούσειε,表示受其影响的相关主体(“对于那些将崇高与福乐置于快乐中的人而言”)。

  5. 31ἐκτέμνεται

    中间态,用作削减领地等的隐喻,意为“(在自身说教中)斩断、切除”,其直接宾语是 τοιαύτην χώραν ἡδονῶν τοσούτων。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg139.humanitext-grc2:30-31