- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 6. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg137.humanitext-grc2:1-6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-27
作者通过将斯多葛派贤人与神话及诗歌人物进行对比,批判性地论述了其荒谬的特质,即因“无情念”而获得的绝对强大与现实中的脆弱之间的矛盾。
ὁ Πινδάρου Καινεὺς εὔθυναν ὑπεῖχεν,1 ἀπιθάνως ἄρρηκτος σιδήρῳ καὶ ἀπαθὴς τὸ σῶμα πλασσόμενος,2 εἶτα καταδὺς ἄτρωτος ὑπὸ γῆν "σχίσας ὀρθῷ ποδὶ γᾶν·" ὁ δὲ Στωικὸς Λαπίθης, ὥσπερ ἐξ ἀδαμαντίνης ὕλης ὑπʼ αὐτῶν τῆς ἀπαθείας κεχαλκευμένος,3 οὐκ ἄτρωτός ἐστιν οὐδʼ ἄνοσος οὐδʼ ἀναλγής, ἄφοβος δὲ μένει καὶ ἄλυπος καὶ ἀήττητος καὶ ἀβίαστος, τιτρωσκόμενος ἀλγῶν στρεβλούμενος, ἐν κατασκαφαῖς πατρίδος ἐν πάθεσιν, τοιούτοις. καὶ ὁ μὲν Πινδάρου Καινεὺς βαλλόμενος οὐ τιτρώσκεται, ὁ δὲ τῶν Στωικῶν σοφὸς ἐγκλειόμενος οὐ κωλύεται καὶ κατακρημνιζόμενος οὐκ ἀναγκάζεται καὶ στρεβλούμενος οὐ βασανίζεται καὶ πηρούμενος οὐ βλάπτεται καὶ πίπτων ἐν τῷ παλαίειν ἀήττητός ἐστι καὶ περιτειχιζόμενος ἀπολιόρκητος καὶ πωλούμενος; ὑπὸ τῶν πολεμίων ἀνάλωτος· οὐδὲν τῶν πλοίων διαφέρων, οἷς ἐπιγέγραπται μὲν Εὔπλοια καὶ Πρόνοια Σῴζουσα καὶ Θεραπεία, χειμάζεται δὲ καὶ συντρίβεται καὶ ἀνατρέπεται.
品达笔下的凯纽斯曾遭受非难,因为他被令人难以置信地塑造成不为钢铁所伤、肉体无知无觉,继而毫发无损地沉入地底,“以直立之足劈开大地;”而斯多亚派的拉皮泰人,虽仿佛由他们以不动心为坚刚之质所锻造,却并非不受创伤,亦非不罹疾病,亦非不知痛苦,而是在负伤、受痛、被拷问之际,在祖国倾覆和诸如此类的苦难之中,依然无惧、无悲、不败且不可强迫。品达的凯纽斯虽遭击打却不受伤,而斯多亚派的智者虽被囚禁却不受阻碍,虽被推下悬崖却不受强迫,虽遭拷打却不受折磨,虽致伤残却不受损害,虽在角力中倒地却未被战胜,虽遭围困却不可攻克,虽被敌人变卖却未被俘获——与那些船身上刻着“顺航”、“拯救之天意”和“照料”,却饱受风暴、碎裂倾覆的船只毫无二致。
ὁ Εὐριπίδου Ἰόλαος ἐξ ἀδρανοῦς καὶ παρήλικος εὐχῇ τινι νέος καὶ ἰσχυρὸς ἐπὶ τὴν μάχην ἄφνω γέγονεν· ὁ δὲ τῶν Στωικῶν σοφὸς χθὲς μὲν ἦν αἴσχιστος ἅμα καὶ κάκιστος, τήμερον δʼ ἄφνω μεταβέβληκεν εἰς ἀρετὴν καὶ γέγονεν ἐκ ῥυσσοῦ καὶ ὠχροῦ καὶ κατʼ Αἰσχύλον "ἐξ ὀσφυαλγοῦς κὡδυνοσπάδος λυγροῦ γέροντος" εὐπρεπὴς θεοειδὴς καλλίμορφος καὶ τοῦ Ὀδυσσέως ἡ Ἀθηνᾶ τὴν ῥυσσότητα καὶ φαλακρότητα καὶ ἀμορφίαν ἀφῄρηκεν, ὅπως φανείη καλός· ὁ δὲ τούτων σοφός, οὐκ ἀπολιπόντος τὸ σῶμα τοῦ γήρως ἀλλὰ καὶ προσεπιθέντος καὶ προσεπιχώσαντος, μένων κυρτός, ἂν οὕτω τύχῃ, νωδὸς ἑτερόφθαλμος, οὔτʼ αἰσχρὸς οὔτε δύσμορφος οὔτε κακοπρόσωπός ἐστιν. ὁ γὰρ Στωικὸς ἔρως, ὥσπερ οἱ κάνθαροι λέγονται τὸ μὲν μύρον ἀπολείπειν τὰ δὲ δυσώδη διώκειν, οὕτω τοῖς αἰσχίστοις καὶ ἀμορφοτάτοις ὁμιλῶν, ὅταν εἰς εὐμορφίαν καὶ κάλλος ὑπὸ σοφίας μεταβάλωσιν, ἀποτρέπεται.
欧里庇得斯笔下的伊奥劳斯凭着某种祈祷,骤然由衰颓迟暮变为年轻强壮,奔赴战场;而斯多亚派的智者昨日还是最为丑陋且最为邪恶之人,今日却骤然转向德性,由一个皱缩、苍白且如埃斯库罗斯所言 “腰酸且抽搐剧痛的凄惨 老人,” 变为端庄、神圣且体态优美之人。雅典娜除去了奥德修斯的皱纹、秃顶和丑相,好让他显得俊美;而他们的智者,衰老不仅未离开其肉体,反而更添重压、更形累积,若碰巧如此,他即便依旧驼背、脱齿、独目,却既非丑陋,亦非畸形,面目亦不显可憎。因为斯多亚派的爱,正如据说金龟子避开香膏而追逐恶臭之物一样,它与最丑陋、最畸形的人交往,可一旦他们因智慧而转向匀称与俊美,它便掉头离去。
ὁ παρὰ τοῖς Στωικοῖς κάκιστος, ἂν οὕτω τύχῃ πρωῒ, δείλης ἄριστος· καὶ καταδαρθὼν ἔμπληκτος καὶ ἀμαθὴς καὶ ἄδικος καὶ, ἀκόλαστος καὶ ναὶ μὰ Δία δοῦλος καὶ πένης καὶ ἄπορος αὐθημερὸν ἀνίσταται καὶ βασιλεὺς καὶ πλούσιος καὶ ὄλβιος γεγονώς, σώφρων τε καὶ δίκαιος καὶ βέβαιος καὶ ἀδόξαστος· οὐ γένεια φύσας οὐδʼ ἥβην ἐν σώματι νέῳ καὶ ἁπαλῷ, ἀλλʼ ἐν ἀσθενεῖ καὶ ἁπαλῇ ψυχῇ καὶ ἀνάνδρῳ καὶ ἀβεβαίῳ νοῦν τέλειον, ἄκραν φρόνησιν, ἰσόθεον διάθεσιν, ἀδόξαστον ἐπιστήμην καὶ ἀμετάπτωτον ἕξιν ἐσχηκώς,4 οὐδὲν ἐνδούσης πρότερον αὐτῷ τῆς μοχθηρίας, ἀλλʼ ἐξαίφνης, ὀλίγου δέω εἰπεῖν, ἣρως τις ἢ δαίμων ἢ θεὸς ἐκ θηρίων τοῦ κακίστου γενόμενος. ἐκ τῆς Στοᾶς; γὰρ λαβόντα τὴν ἀρετὴν ἔστιν εἰπεῖν "εὖξαι τί βούλει, πάντα σοι γενήσεται" πλοῦτον φέρει, βασιλείαν ἔχει, τύχην δίδωσιν, εὐπότμους ποιεῖ καὶ ἀπροσδεεῖς καὶ αὐτάρκεις, μίαν οἴκοθεν δραχμὴν οὐκ ἔχοντας ὁ μὲν γὰρ ποιητικὸς; μῦθος τὸ κατὰ λόγον φυλάττων οὐδαμοῦ προλείπει τὸν Ἡρακλέα τῶν ἀναγκαίων δεόμενον, ἀλλʼ ὥσπερ ἐκ πηγῆς ἐπιρρεῖ αὐτῷ καὶ τοῖς συνοῦσιν ὁ δὲ τὴν Στωικὴν λαβὼν Ἀμάλθειαν πλούσιος μὲν γέγονεν, ἐρανίζεται δὲ τροφὴν παρʼ ἑτέρων· καὶ βασιλεὺς μέν ἐστι μισθοῦ δʼ ἀναλύει συλλογισμούς5 καὶ πάντα μὲν ἔχει μόνος ἐνοίκιον δὲ τελεῖ καὶ ἄλφιτʼ ὠνεῖται, πολλάκις δανειζόμενος ἢ μεταιτῶν παρὰ τῶν οὐδὲν ἐχόντων.
在斯多亚派看来,最为邪恶之人若碰巧如此,早晨还是恶徒,到了傍晚便成了至善之人;入睡时还是狂乱、无知、不义、放荡,甚至指着宙斯发誓,还是奴隶、赤贫且困顿之人,同日醒来时便已成了君王、富翁和得福之人,变得节制、公正、坚定且无虚妄偏见;并非因为在年轻柔嫩的躯体上长出了胡须与青春,而是在软弱、娇嫩、怯懦和动摇的灵魂中,获得了完满的心智、至高的明智、同乎神明的品质、无妄的知识与不可动摇的状态,此前的邪恶丝毫不曾向他让步,他却突然间——我几乎要说——从最恶劣的野兽变成了某种英雄、神灵或神明。因为对那从斯多亚学派领受德性的人,大可说: “祈求你所愿的吧,一切都将归你所有;”德性带来财富,执掌王权,赐予幸运,使人幸福、毫无所求且自足——哪怕他们身边连一枚德拉克马都没有。因为诗歌的神话恪守情理,绝不让赫拉克勒斯匮乏必需之物,而是如泉水般向他及同伴涌流;但那领受了斯多亚派阿玛尔忒娅的人,虽成了富翁,却向他人乞讨口粮;虽为君王,却为了微薄报酬解析三段论;虽独占万物,却要缴纳房租、购买大麦面,频频向一无所有者借贷或乞讨。
καὶ ὁ μὲν Ἰθακησίων βασιλεὺς προσαιτεῖ λανθάνειν ὅς ἐστι, βουλόμενος καὶ ποιῶν ἑαυτὸν ὡς μάλιστα "πτωχῷ λευγαλέῳ ἐναλίγκιον·" ὁ δʼ ἐκ τῆς Στοᾶς βοῶν μέγα καὶ κεκραγώς "ἐγὼ μόνος· εἰμὶ βασιλεύς, ἐγὼ μόνος εἰμὶ πλούσιος" ὁρᾶται πολλάκις ἐπʼ ἀλλοτρίαις θύραις λέγων "δὸς χλαῖναν Ἱππώνακτι· κάρτα γὰρ ῥιγῶ καὶ βαμβακύζω."
伊萨卡的君王行乞,乃是希望隐瞒自己的身份,并尽可能让自己“形同凄凉的乞丐;”而那出自斯多亚学派的人,却大声呼喊喧嚷: “唯独我是君王,唯独我是富翁!” 却常见他在他人的门前说道: “给希波纳克斯一件斗篷吧;因为我冻得厉害, 浑身发抖。”
- 1ὁ Πινδάρου Καινεὺς εὔθυναν ὑπεῖχεν
意为“受到指责”或“接受审查”。εὔθυναν ὑπέχω 源自雅典公职人员接受审计(euthynai)的法律术语,比喻性地用于指代承担责任或面临批评。
- 1ἀπιθάνως ἄρρηκτος σιδήρῳ καὶ ἀπαθὴς τὸ σῶμα πλασσόμενος
分词 πλασσόμενος 表示方式或原因,修饰主语(凯纽斯)。τὸ σῶμα 是关系宾格(“在身体上”)。ἀπιθάνως(“难以置信地”)修饰该分词。
- 1ὥσπερ ἐξ ἀδαμαντίνης ὕλης ὑπʼ αὐτῶν τῆς ἀπαθείας κεχαλκευμένος
属格 τῆς ἀπαθείας 可以与 ὑπό 连用表示“由于他们的‘无情念’”,或者将 ὑπʼ αὐτῶν 解释为“被他们(斯多葛派)”,而 τῆς ἀπαθείας 作为表示锻造原料或手段的属格。这里采用后者:“仿佛被他们……用其无情念锻造而成。”
- 4οὐ γένεια φύσας... ἀλλʼ ἐν ἀσθενεῖ καὶ ἁπαλῇ ψυχῇ... νοῦν τέλειον... ἐσχηκώς
分词 φύσας(“长出”)与 ἐσχηκώς(“获得”)形成对比。一系列宾格名词(νοῦν τέλειον, ἄκραν φρόνησιν 等)是 ἐσχηκώς 的宾语。介词短语 ἐν ἀσθενεῖ...ψυχῇ 修饰 ἐσχηκώς。
- 5βασιλεὺς μέν ἐστι μισθοῦ δʼ ἀναλύει συλλογισμούς
μισθοῦ 是价格或价值属格,意为“为了微薄的酬劳”。这是对斯多葛派悖论的尖锐讽刺:尽管他是君王(拥有一切),但他仍为了微薄的报酬去解析三段论。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(5 处,最近 2026-11-16)
- 中于 2026-11-16 由 Gemini 3.8 Flash 重新翻译
- 2026-11-16 重新翻译 — 译文 1 处
- 2026-11-15 AI校阅 — 原文 1 处
- 2026-11-15 AI校阅 — 译文 2 处
- 2026-09-22 AI校阅 — 原文 1 处
