- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg120.humanitext-grc2:1-3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
借用柏拉图《法律篇》中关于用水的限制规定,劝诫人们不要轻易借债,而应通过变卖不必要的奢侈品以坚守自给自足并捍卫自由。
Ὁ Πλάτων1 ἐν τοῖς Νόμοις οὐκ ἐᾷ μεταλαμβάνειν ὕδατος ἀλλοτρίου τοὺς γείτονας, ἂν μὴ παρʼ αὑτοῖς ὀρύξαντες ἄχρι τῆς κεραμίτιδος καλουμένης γῆς ἄγονον εὕρωσι νάματος τὸ χωρίον· ἡ γὰρ κεραμῖτις φύσιν ἔχουσα λιπαρὰν καὶ πυκνὴν στέγει παραλαβοῦσα τὸ ὑγρὸν καὶ οὐ διίησι· δεῖν δὲ μεταλαμβάνειν2 τἀλλοτρίου τοὺς ἴδιον κτήσασθαι μὴ δυναμένους· ἀπορίᾳ γὰρ βοηθεῖν τὸν νόμον. ἆρʼ οὐ δὴ ἔδει καὶ περὶ χρημάτων εἶναι νόμον, ὅπως μὴ δανείζωνται παρʼ ἑτέρων μηδʼ ἐπʼ ἀλλοτρίας πηγὰς βαδίζωσι, μὴ πρότερον οἴκοι τὰς αὑτῶν ἀφορμὰς ἐξελέγξαντες καὶ συναγαγόντες3 ὥσπερ ἐκ λιβάδων τὸ χρήσιμον καὶ ἀναγκαῖον αὑτοῖς; νυνὶ δʼ ὑπὸ τρυφῆς καὶ μαλακίας ἢ πολυτελείας οὐ χρῶνται τοῖς ἑαυτῶν, ἔχοντες, ἀλλὰ λαμβάνουσιν ἐπὶ πολλῷ παρʼ ἑτέρων, μὴ δεόμενοι· τεκμήριον δὲ μέγα· τοῖς γὰρ ἀπόροις οὐ δανείζουσιν, ἀλλὰ βουλομένοις εὐπορίαν τινʼ ἑαυτοῖς κτᾶσθαι· καὶ μάρτυρα δίδωσι καὶ βεβαιωτὴν ἄξιον, ὅτι ἔχει πιστεύεσθαι, δέον4 ἔχοντα μὴ δανείζεσθαι.
柏拉图在《法律篇》中不允许邻人分享他人的水,除非他们在自己的土地上,挖掘到所谓的粘土层,却发现该地没有泉水;因为粘土层具有肥沃且致密的性质,能保持并阻止水分渗漏。但他规定,那些无法获得自己水源的人应当分享他人的水;因为法律是用来救济匮乏的。那么,难道不也应当有关于金钱的法律,使人们不至于向他人借贷,也不去奔向他人的泉源,除非他们首先在家里检查自己的资源,并如同从水滴中收集一样,将对自己有用且必需的资金收集起来?然而如今,由于奢侈、软弱或挥霍,他们放着自己的财产不用,反而在不需要的时候,付出高昂的代价向他人借贷。有一个巨大的证据:他们不贷款给贫困之人,而是贷款给那些想要为自己获取某种富裕的人。而且借款人提供了证人和有价值的担保人,证明自己是值得信赖的,然而既然他拥有资产,本不该借贷。
τί θεραπεύεις τὸν τραπεζίτην ἢ πραγματευτήν; ἀπὸ τῆς ἰδίας δάνεισαι τραπέζης· ἐκπώματʼ ἔχεις, παροψίδας ἀργυρᾶς, λεκανίδας· ὑπόθου ταῦτα τῇ χρείᾳ· τὴν δὲ τράπεζαν ἡ καλὴ Αὐλὶς ἢ Τένεδος ἀντικοσμήσει τοῖς κεραμεοῖς, καθαρωτέροις οὖσι τῶν ἀργυρῶν· οὐκ ὄζει τόκου βαρὺ καὶ δυσχερὲς ὥσπερ ἰοῦ καθʼ ἡμέραν ἐπιρρυπαίνοντος τὴν πολυτέλειαν, οὐδʼ ἀναμνήσει τῶν καλανδῶν καὶ τῆς νουμηνίας, ἣν ἱερωτάτην ἡμερῶν οὖσαν ἀποφράδα ποιοῦσιν οἱ δανεισταὶ καὶ στύγιον. τοὺς μὲν γὰρ ἀντὶ τοῦ πωλεῖν τιθέντας ἐνέχυρα τὰ αὑτῶν οὐδʼ ἂν ὁ θεὸς σῴσειεν ὁ Κτήσιος· αἰσχύνονται τιμὴν λαμβάνοντες, οὐκ αἰσχύνονται τόκον τῶν ἰδίων διδόντες. καίτοι ὅ γε Περικλῆς ἐκεῖνος τὸν τῆς θεᾶς κόσμον, ἄγοντα τάλαντα τεσσαράκοντα χρυσίου ἀπέφθου, περιαιρετὸν ἐποίησεν, ὅπως, ἔφη, χρησάμενοι πρὸς τὸν πόλεμον αὖθις ἀποδῶμεν μὴ ἔλαττον· οὐκοῦν καὶ ἡμεῖς ὥσπερ ἐν πολιορκίᾳ ταῖς χρείαις μὴ παραδεχώμεθα φρουρὰν δανειστοῦ πολεμίου, μηδʼ ὁρᾶν τὰ αὑτῶν ἐπὶ δουλείᾳ διδόμενα· ἀλλὰ τῆς τραπέζης περιελόντες τὰ μὴ χρήσιμα, τῆς κοίτης, τῶν ὀχημάτων, τῆς διαίτης, ἐλευθέρους διαφυλάττωμεν ἑαυτούς, ὡς ἀποδώσοντες αὖθις, ἐὰν εὐτυχήσωμεν.
你为何要奉承银行家或商人?从你自己的桌子上借贷吧。你有杯子、银盘、盆子;将这些抵押给你的需要吧。而美丽的奥利斯或特内多斯将用陶器来重新装饰你的餐桌,它们比银器更为清洁。这些器皿不会散发出沉重而令人不快的利息气味,那气味如同铁锈一般,每日都在玷污你的奢侈。它们也不会让你想起卡兰德和新月,新月本是日子中最神圣的,却被债主们变成了不祥和地狱般的一天。因为那些宁可抵押自己的物品也不肯变卖的人,连守护财产的神也无法解救;他们以接受货款为耻,却不以支付自己财物的利息为耻。然而,那个著名的伯里克利曾将女神身上重达四十塔兰同纯金的装饰做成可拆卸的,他说:“我们为了战争使用它,事后再如数归还。”因此,我们也要像在围城中一样,在需要时不接受敌对债主的驻军,也不要看着自己的财产被送去奴役;而是从我们的桌子、床铺、车辆和日常生活中剥离不实用的东西,保持我们自己的自由,以便在我们走运时再予以归还。
αἱ μὲν οὖν Ῥωμαίων γυναῖκες εἰς ἀπαρχὴν τῷ Πυθίῳ Ἀπόλλωνι τὸν κόσμον ἐπέδωκαν, ὅθεν ὁ χρυσοῦς κρατὴρ εἰς Δελφοὺς ἐπέμφθη· αἱ δὲ Καρχηδονίων γυναῖκες ἐκείραντο τὰς κεφαλὰς καὶ ταῖς θριξὶν ἐντεῖναι τὰς μηχανὰς καὶ τὰ ὄργανα παρέσχον ὑπὲρ τῆς πατρίδος ἡμεῖς δὲ τὴν αὐτάρκειαν αἰσχυνόμενοι καταδουλοῦμεν ἑαυτοὺς ὑποθήκαις καὶ συμβολαίοις, δέον εἰς αὐτὰ τὰ χρήσιμα συσταλέντας καὶ συσπειραθέντας ἐκ τῶν ἀχρήστων καὶ περιττῶν κατακοπέντων ἢ πραθέντων ἐλευθερίας αὑτοῖς ἱερὸν ἱδρύσασθαι καὶ τέκνοις καὶ γυναιξίν. ἡ μὲν γὰρ Ἄρτεμις ἡ ἐν Ἐφέσῳ τοῖς χρεώσταις, ὅταν καταφύγωσιν εἰς τὸ ἱερὸν αὐτῆς, ἀσυλίαν παρέχει καὶ ἄδειαν ἀπὸ τῶν δανείων· τὸ δὲ τῆς εὐτελείας καὶ ἄσυλον καὶ ἄβατον πανταχοῦ τοῖς σώφροσιν ἀναπέπταται, πολλῆς σχολῆς εὐρυχωρίαν παρέχον ἱλαρὰν καὶ ἐπίτιμον. ὡς γὰρ ἡ Πυθία τοῖς Ἀθηναίοις περὶ τὰ Μηδικὰ τεῖχος ξύλινον διδόναι τὸν θεὸν ἔφη, κἀκεῖνοι τὴν χώραν καὶ τὴν πόλιν καὶ τὰ κτήματα καὶ τὰς οἰκίας ἀφέντες εἰς τὰς ναῦς κατέφυγον ὑπὲρ τῆς ἐλευθερίας, οὕτως ἡμῖν ὁ θεὸς δίδωσι ξυλίνην τράπεζαν καὶ κεραμεᾶν λεκάνην καὶ τραχὺ ἱμάτιον, ἐὰν ἐλεύθεροι ζῆν ἐθέλωμεν. "μηδὲ σὺ γʼ ἱπποσύνας τε μένειν,5" μηδʼ ὀχήματα ζευκτὰ κερασφόρα καὶ κατάργυρα, ἃ τόκοι ταχεῖς καταλαμβάνουσι καὶ παρατρέχουσιν ἀλλʼ ὄνῳ τινὶ τῷ τυχόντι καὶ καβάλλῃ χρώμενος φεῦγε πολέμιον καὶ τύραννον δανειστήν, οὐ γῆν αἰτοῦντα καὶ ὕδωρ ὡς ὁ Μῆδος, ἀλλὰ τῆς ἐλευθερίας ἁπτόμενον καὶ προγράφοντα τὴν ἐπιτιμίαν· κἂν μὴ διδῷς, ἐνοχλοῦντα· κἂν ἔχῃς, μὴ λαμβάνοντα· κἂν πωλῇς, ἐπευωνίζοντα· κἂν μὴ πωλῇς, ἀναγκάζοντα· κἂν δικάζῃς, ἐντυγχάνοντα· κἂν ὀμόσῃς, ἐπιτάττοντα· κἂν βαδίζῃς ἐπὶ θύρας, ἀποκλείοντα· κἂν οἴκοι μένῃς, ἐπισταθμεύοντα καὶ θυροκοποῦντα.
罗马妇女将她们的饰物作为初献之物献给皮提亚的阿波罗,因此金制的克拉特被送往德尔斐。而迦太基妇女则剪去头发,提供她们的头发来绷紧防卫祖国的机器和器械。而我们却以自给自足为耻,用抵押和契约奴役自己,本来我们应当收缩和凝聚到仅需的实用之物上,将无用和多余的东西熔毁或变卖,为我们自己、孩子和妻子建立自由的神殿。因为以弗所的阿耳忒弥斯在债务人逃入她的神殿时,为他们提供债权的庇护和安全;而节俭的神殿则在任何地方都对克己之人敞开,它既不可侵犯也不可进入,提供了极多闲暇、欢快且光荣的宽敞空间。因为正如皮提亚在希波战争期间对雅典人说,神赐予他们木墙,而他们放弃了土地、城市、财产和房屋,为了自由逃向船只一样,如果我们要自由地生活,神便赐予我们木桌、陶盆和粗糙的斗篷。“你也不要等待骑兵,”也不要等待那些带角的、镀银的、套着马的车辆,因为快速的利息会追上并超越它们。而是骑着随便什么驴子或劣马,逃离那作为敌人和僭主的债主吧,他不像波斯人那样索要土地和水,而是夺取你的自由,并公示剥夺你的公民权利;如果你不给,他就纠缠你;如果你有钱,他也不接受;如果你变卖,他就压低价格;如果你不变卖,他就强迫你;如果你起诉,他就干预你;如果你宣誓,他就命令你;如果你走向门口,他就将你关在门外;如果你留在家里,他就驻扎在你的屋里并敲打你的门。
- 827dὅ Πλάτων
句首的 ὅ 是阳性单数主格定冠词 Ὁ 的 OCR 误植,在此修饰专有名词 Πλάτων。
- 827eδεῖν δὲ μεταλαμβάνειν
不定式 δεῖν(以及后文的 βοηθεῖν)用作间接引语中的不定式,报告柏拉图《法律篇》的内容,其支配动词(如表示说或规定的动词)被省略。
- 827eμὴ πρότερον ... ἐξελέγξαντες καὶ συναγαγόντες
带有否定词 μὴ 的分词 ἐξελέγξαντες 和 συναγαγόντες 表示条件(“在未首先检查和收集……之前”)。
- 827eδέον
此处为无人称动词 δεῖ 的分词中性单数宾格形式,用作宾格绝对构文,表示“本该……”或“尽管应当……”。相同结构也见于 828c。
- 828eμένειν
诗歌引用中的不定式 μένειν 具有命令语气,用作命令式不定式(infinitive for imperative)。
- 827fβεδε ½ἰτανδο αερε ἀλιενο
此处为印本页眉中的拉丁语标题 De vitando aere alieno(关于避免借债)在 OCR 识别时被误作希腊字母,混入了跨行断字 βε-βαιωτὴν(担保人)的中间。
未在正文中定位
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 2 处
- 2026-11-15 AI校阅 — 原文 2 处
