← 普鲁塔克

论爱

§25-26

恩波娜的夫妻忠诚与众人前往婚礼

奥托布鲁斯讲述了恩波娜在地下密室掩护丈夫萨宾努斯、同甘共苦的感人婚姻忠诚,随后众人欣然前往婚礼,全篇就此终结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25

ΑΥΤΟΒΟΥΛΟΣ. Κιουίλιος γάρ, ὁ τὴν ἐν Γαλατίᾳ κινήσας ἀπόστασιν, ἄλλους τε πολλοὺς ὡς εἰκὸς ἔσχε κοινωνοὺς καὶ Σαβῖνον ἄνδρα νέον οὐκ ἀγεννῆ, πλούτῳ δὲ καὶ δόξῃ ἀνθρώπων πάντων ἐπιφανέστατον. ἁψάμενοι δὲ πραγμάτων μεγάλων ἐσφάλησαν καὶ δίκην δώσειν προσδοκῶντες οἱ μὲν αὑτοὺς ἀνῄρουν, οἱ δὲ φεύγοντες ἡλίσκοντο. τῷ δὲ Σαβίνῳ τὰ μὲν ἄλλα πράγματα ῥᾳδίως παρεῖχεν ἐκποδὼν γενέσθαι καὶ καταφυγεῖν εἰς τοὺς βαρβάρους· ἣν δὲ γυναῖκα πασῶν ἀρίστην ἠγμένος ἦν1 — ἐκεῖ μὲν Ἐμπονὴν ἐκάλουν, Ἑλληνιστὶ δʼ ἄν τις Ἡρωίδα προσαγορεύσειεν· — οὔτʼ ἀπολιπεῖν δυνατὸς ἦν οὔτε μεθʼ ἑαυτοῦ κομίζειν. ἔχων οὖν κατʼ ἀγρὸν ἀποθήκας χρημάτων ὀρυκτὰς ὑπογείους, ἃς δύο μόνοι τῶν ἀπελευθέρων συνῄδεσαν, τοὺς μὲν ἄλλους ἀπήλλαξεν οἰκέτας, ὡς μέλλων φαρμάκοις ἀναιρεῖν ἑαυτόν, δύο δὲ πιστοὺς παραλαβὼν εἰς τὰ ὑπόγεια κατέβη· πρὸς δὲ τὴν γυναῖκα Μαρτιάλιον ἔπεμψεν ἀπελεύθερον ἀπαγγελοῦντα τεθνάναι μὲν ὑπὸ φαρμάκων, συμπεφλέχθαι δὲ μετὰ τοῦ σώματος τὴν ἔπαυλιν· ἐβούλετο γὰρ τῷ πένθει χρῆσθαι τῆς γυναικὸς ἀληθινῷ πρὸς πίστιν τῆς λεγομένης τελευτῆς ὃ καὶ συνέβη· ῥίψασα γάρ, ὅπως ἔτυχε, τὸ σῶμα μετʼ οἴκτων καὶ ὀλοφυρμῶν ἡμέρας τρεῖς καὶ νύκτας ἄσιτος διεκαρτέρησε. ταῦτα δʼ ὁ Σαβῖνος πυνθανόμενος καὶ φοβηθείς, μὴ διαφθείρῃ παντάπασιν ἑαυτήν, ἐκέλευσε φράσαι κρύφα τὸν Μαρτιάλιον πρὸς αὐτήν, ὅτι ζῇ καὶ κρύπτεται, δεῖται δʼ αὐτῆς ὀλίγον ἐμμεῖναι τῷ πένθει, καὶ μηδὲ πιθανὴν ἐν τῇ προσποιήσει γενέσθαι. τὰ μὲν οὖν ἄλλα παρὰ τῆς γυναικὸς ἐναγωνίως συνετραγῳδεῖτο τῇ δόξῃ τοῦ πάθους· ἐκεῖνον δʼ ἰδεῖν ποθοῦσα νυκτὸς ᾤχετο, καὶ πάλιν ἐπανῆλθεν· ἐκ δὲ τούτου λανθάνουσα τοὺς ἄλλους ὀλίγον ἀπέδει συζῆν ἐν Ἅιδου τἀνδρὶ πλέον ἑξῆς ἑπτὰ μηνῶν2 ἐν οἷς κατασκευάσασα τὸν Σαβῖνον ἐσθῆτι καὶ κουρᾷ καὶ καταδέσει τῆς κεφαλῆς ἄγνωστον εἰς Ῥώμην ἐκόμισε μεθʼ ἑαυτῆς τινῶν ἐλπίδων ἐνδεδομένων. πράξασα δʼ οὐδὲν αὖθις ἐπανῆλθε, καὶ τὰ μὲν πολλὰ ἐκείνῳ συνῆν ὑπὸ γῆς, διὰ χρόνου δʼ εἰς πόλιν ἐφοίτα ταῖς φίλαις ὁρωμένη καὶ οἰκείαις γυναιξί. τὸ δὲ πάντων ἀπιστότατον, ἔλαθε κυοῦσα λουομένη μετὰ τῶν γυναικῶν· τὸ γὰρ φάρμακον, ᾧ τὴν κόμην αἱ γυναῖκες ἐναλειφόμεναι ποιοῦσι χρυσοειδῆ καὶ πυρράν, ἔχει λίπασμα σαρκοποιὸν ἢ χαυνωτικὸν σαρκός, ὥσθʼ οἷον διάχυσὶν τινα ἢ διόγκωσιν ἐμποιεῖν· ἀφθόνῳ δὴ χρωμένη τούτῳ πρὸς τὰ λοιπὰ μέρη τοῦ σώματος, αἰρόμενον καὶ ἀναπιμπλάμενον ἀπέκρυπτε τὸν τῆς γαστρὸς ὄγκον.3 τὰς δʼ ὠδῖνας αὐτὴ καθʼ ἑαυτὴν διήνεγκεν, ὥσπερ ἐν φωλεῷ λέαινα καταδῦσα πρὸς τὸν ἄνδρα, καὶ τοὺς γενομένους ὑπεθρέψατο σκύμνους ἄρρενας· δύο γὰρ ἔτεκε. τῶν δʼ υἱῶν ὁ μὲν ἐν Αἰγύπτῳ πεσὼν ἐτελεύτησεν, ὁ δʼ ἕτερος ἄρτι καὶ πρῴην γέγονεν ἐν Δελφοῖς παρʼ ἡμῖν ὄνομα Σαβῖνος. ἀποκτείνει μὲν οὖν αὐτὴν ὁ Καῖσαρ· ἀποκτείνας δὲ δίδωσι δίκην,4 ἐν ὀλίγῳ χρόνῳ τοῦ γένους παντὸς ἄρδην ἀναιρεθέντος. οὐδὲν γὰρ ἤνεγκεν ἡ τόθʼ ἡγεμονία σκυθρωπότερον οὐδὲ μᾶλλον ἑτέραν εἰκὸς ἦν καὶ θεοὺς καὶ δαίμονας ὄψιν ἀποστραφῆναι· καίτοι τὸν οἶκτον ἐξῄρει τῶν θεωμένων τὸ θαρραλέον αὐτῆς καὶ μεγαλήγορον, ᾧ καὶ μάλιστα παρώξυνε τὸν Οὐεσπασιανόν, ὡς ἀπέγνω τῆς σωτηρίας πρὸς αὐτὸν ἀλλαγὴν κελεύουσα· βεβιωκέναι γὰρ ὑπὸ σκότῳ καὶ κατὰ γῆς ἥδιον ἢ βασιλεύειν ἐκείνῳ.

奥托布鲁斯:因为在高卢煽动叛乱的基维利斯,自然有许多其他人作为同谋,其中就有萨宾努斯,一个出身高贵、在财富和声望上无人能及的青年。他们图谋大事却遭惨败,因料定难逃法网,有些人自尽身亡,有些人则在逃亡中被捕。对于萨宾努斯而言,其他情况本可使他轻易脱身并流亡到蛮族那里;但他娶了一位堪称世间最好的女子为妻——当地人称她为恩波娜,若用希腊语则可唤作“女英雄”——他既不能弃她而去,又无法将她带在身边。他在乡间拥有地下挖掘的金库,唯有两名释奴知晓其存在,于是他便以将服毒自尽为由打发了其他奴仆,仅带着两名忠仆下到了地窖中。他派释奴马提亚利斯前往妻子那里,通报说自己已服毒身亡,庄园亦随同尸身化为灰烬;因为他希望借助妻子真实的哀恸,使人确信他已亡故的传言,事实也确乎如此。她任由身躯瘫倒在地,悲泣号啕,绝食坚守了三日三夜。萨宾努斯得知后,唯恐她自绝性命,便命马提亚利斯暗中转告她,自己尚在人世且潜藏于此,只求她继续服丧片刻,在伪装中切勿露出破绽。于是,那女子在其他方面极力配合灾祸的假象,紧迫而逼真地演完了这出悲剧;但因思夫心切,她便在夜间前去探望,随后复返。自此,她瞒过众人耳目,几乎与丈夫如同生活在冥府之中一般,连续度过了七个多月。在此期间,她为萨宾努斯改换服饰、剪短头发、包裹头部,使人无法辨认,并在出现某种希望时携他一同前往罗马。然而徒劳无功后她复又返回,大半时间皆在地下与他相伴,仅隔一段时间去往城里,在女伴和亲戚女眷面前露面。最令人难以置信的是,她与妇人们一同沐浴,竟瞒过了自己怀孕的事实。原来,妇人们用来涂抹头发使其呈金黄和栗色的药膏,含有一种能使肌肉丰润或松弛的油脂,能引起某种膨胀或浮肿;她便将此药大量涂抹于身体其他部位,掩盖了高起而充盈的腹部隆起。她如同一头潜伏在巢穴深处的母狮陪伴在丈夫身旁,独自一人忍受分娩的阵痛,抚养生下的雄性幼崽——因为她生下了两个孩子。这两个儿子中,一个战死在埃及,另一个直到最近还在我们德尔斐这里,名叫萨宾努斯。皇帝最终处死了她;但处死她之后他也遭到了报应,不久他的整个家族便被彻底消灭。因为那个政权未曾造就过比这更阴沉的惨剧,也未曾有过哪种景象更易招致神明和精灵转过身去。然而,剥夺旁观者怜悯之心的,正是她那无所畏惧的英勇和高傲的言辞;也正是这番言辞最深地激怒了韦斯帕芗——当她对生还绝望时,竟要求与他交换地位,说生活在黑暗的地下比他君临天下更为快活。

§26

ΑΥΤΟΒΟΥΛΟΣ. ἐνταῦθα μὲν ὁ πατὴρ ἔφη τὸν περὶ Ἔρωτος αὐτοῖς τελευτῆσαι λόγον,5 τῶν Θεσπιῶν ἐγγὺς οὖσιν· ὀφθῆναι δὲ προσιόντα θᾶττον ἢ βάδην πρὸς αὐτοὺς ἕνα τῶν Πεισίου ἑταίρων Διογένη· τοῦ δὲ Σωκλάρου πρὸς αὐτὸν ἔτι πόρρωθεν εἰπόντος οὐ πόλεμὸν γʼ ὦ Διόγενες, ἀπαγγέλλων, ἐκεῖνον οὐκ εὐφημήσετε φάναι γάμων ὄντων καὶ προάξετε θᾶσσον, ὡς ὑμᾶς τῆς θυσίας περιμενούσης; πάντας μὲν οὖν ἡσθῆναι, τὸν δὲ Ζεύξιππον ἐρέσθαι, εἰ ἔτι χαλεπός ἐστι. πρῶτος μὲν οὖν ἔφη συνεχώρησε τῇ Ἰσμηνοδώρᾳ· καὶ νῦν ἑκὼν στέφανον καὶ λευκὸν ἱμάτιον λαβὼν οἷός ἐστιν ἡγεῖσθαι διʼ ἀγορᾶς πρὸς τὸν θεόν. ἀλλʼ ἴωμεν, ναὶ μὰ Δία τὸν πατέρα εἰπεῖν ἴωμεν, ὅπως ἐπεγγελάσωμεν τἀνδρὶ καὶ τὸν θεὸν προσκυνήσωμεν· δῆλος γάρ ἐστι χαίρων καὶ παρὼν εὐμενὴς τοῖς πραττομένοις.

奥托布鲁斯:说到这里,父亲说他们在忒斯庇埃附近结束了关于厄罗斯的谈话。这时只见佩西亚斯的一位同伴狄奥革涅斯“快步小跑”向他们走来。索克拉罗斯还在远处便向他喊道:“狄奥革涅斯,你总不是来报告战事的吧?”对方回答道:“婚礼之际岂能不说吉利话?还不快点走,祭祀正等着你们呢!”众人皆大欢喜,宙克西波斯询问佩西亚斯是否还在生气。狄奥革涅斯说:“恰恰相反,他是第一个与伊斯梅诺朵拉讲和的;如今他自愿戴上花冠、穿上白袍,正准备引领先行穿过广场去往神庙呢。”“那我们就走吧,指着宙斯起誓,”父亲说,“我们走吧,去嘲笑那家伙,并敬拜这位神明;因为神显然喜悦眼前所发生的一切,并怀着恩惠降临其中。”

语法注5 条
  1. 770eἣν δὲ γυναῖκα πασῶν ἀρίστην ἠγμένος ἦν

    先行词 γυναῖκα 被并入关系从句中,与关系代词 ἣν 同呈宾格(主句不定式同样支配宾格,省略了相应的指示代词宾语)。整个短语在句法上充当随后不定式 οὔτʼ ἀπολιπεῖν 与 οὔτε μεθʼ ἑαυτοῦ κομίζειν 的宾语。

  2. 771aὀλίγον ἀπέδει συζῆν ἐν Ἅιδου τἀνδρὶ πλέον ἑξῆς ἑπτὰ μηνῶν

    成语结构 ὀλίγον ἀπέδει 加上不定式 συζῆν,意为“几乎/差一点就……”。ἐν Ἅιδου 为省略表达(省略了 οἴκῳ),意指“在冥府之中”,形象地比喻两人长年匿居地下的暗无天日。πλέον ἑξῆς ἑπτὰ μηνῶν 则表示“连续七个多月”。

  3. 771bαἰρόμενον καὶ ἀναπιμπλάμενον ἀπέκρυπτε τὸν τῆς γαστρὸς ὄγκον

    分词 αἰρόμενον καὶ ἀναπιμπλάμενον 为阳性单数宾格,隔词修饰后面的 τὸν τῆς γαστρὸς ὄγκον(腹部的隆起),指她通过在身体其余部位涂抹药膏,掩盖了(ἀπέκρυπτε)不断“高起与充盈”的腹部隆起。

  4. 771cἀποκτείνας δὲ δίδωσι δίκην

    历史现在时 δίδωσι δίκην(受到惩罚/付出代价)与过去分词 ἀποκτείνας 衔接,承接前句的动词 ἀποκτείνει。随后的属格绝对结构 τοῦ γένους παντὸς ἄρδην ἀναιρεθέντος(全家族被彻底消灭)具体指明了报应的内容(即弗拉维王朝的覆灭)。

  5. 771dἐνταῦθα μὲν ὁ πατὴρ ἔφη τὸν περὶ Ἔρωτος αὐτοῖς τελευτῆσαι λόγον

    回归框架故事叙述。奥托布鲁斯以间接引语(宾格加不定式结构 τὸν ... λόγον ... τελευτῆσαι)转述其父的话,接下来的 ὀφθῆναι 等不定式继续依存于 ἔφη 表达父亲的回忆。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg113.humanitext-grc2:25-26